Humanitext Reader

安提丰 · 第二四部曲 §2.1-2.12

标枪致死案中受害者自身过失与父亲的辩护

第 2 段,共 5 段 · 希腊语

内容简介

被告青年的父亲出庭辩护,主张其子完全是在体育馆依法规练习投枪、毫无杀意,而死者孩子自身不注意地横穿标枪轨迹才是这起不幸事故的真正原因,因此责任应由死者自己承担。

§2.1νῦν δὴ φανερόν μοι ὅτι αὐταὶ αἱ συμφοραὶ καὶ χρεῖαι τούς τε ἀπράγμονας εἰς ἀγῶνας καταστῆναι τούς τε ἡσυχίους τολμᾶν τά τε ἄλλα παρὰ φύσιν λέγειν καὶ δρᾶν βιάζονται.
现在我确实很清楚,正是灾祸本身和迫切的需要,强迫那些不愿多事的人参与诉讼,强迫那些安分守己的人铤而走险,并在其他方面说出和做出违背本性的话和事。
ἐγὼ γὰρ ἥκιστα τοιοῦτος ὢν καὶ βουλόμενος εἶναι, εἰ μὴ πολύ γε ἔψευσμαι, ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠναγκάσθην νῦν παρὰ τὸν ἄλλον τρόπον ὑπὲρ πραγμάτων ἀπολογεῖσθαι, ὧν ἐγὼ χαλεπῶς μὲν τὴν ἀκρίβειαν ἔγνων, ἔτι δὲ ἀπορωτέρως διάκειμαι ὡς χρὴ ὑμῖν ἑρμηνεῦσαι ταῦτα.
因为我最不希望成为这样的人,也不希望如此,除非我大错特错,否则正是这灾祸本身,迫使我如今反常地为某些事情进行辩护;对于这些事情的真相,我费尽心思才得以掌握,而更让我感到为难的是,我该如何向你们阐明这一切。
§2.2ὑπὸ δὲ σκληρᾶς ἀνάγκης βιαζόμενος, καὶ αὐτὸς εἰς τὸν ὑμέτερον ἔλεον, ὦ ἄνδρες δικασταί, καταπεφευγὼς δέομαι ὑμῶν, ἐὰν ἀκριβέστερον ἢ ὡς σύνηθες ὑμῖν δόξω εἰπεῖν, μὴ διὰ τὰς προειρημένας τύχας δυσχερῶς ἀποδεξαμένους μου τὴν ἀπολογίαν δόξῃ καὶ μὴ ἀληθείᾳ τὴν κρίσιν ποιήσασθαι· ἡ μὲν γὰρ δόξα τῶν πραχθέντων πρὸς τῶν λέγειν δυναμένων ἐστίν, ἡ δὲ ἀλήθεια πρὸς τῶν δίκαια καὶ ὅσια πρασσόντων.
受到残酷命运的逼迫,法官们,我自己也逃往你们的怜悯之中,恳求你们,如果我说话显得比你们平时听到的更加精确,不要因为前述的灾祸而厌恶并拒绝我的辩护,从而凭主观臆测而非事实真理做出判决;因为对于已发生之事的臆测有利于那些能言善辩之人,而真理则有利于那些行为公正且虔敬之人。
§2.3ἐδόκουν μὲν οὖν ἔγωγε ταῦτα παιδεύων τὸν υἱὸν ἐξ ὧν μάλιστα τὸ κοινὸν ὠφελεῖται, ἀμφοῖν τι ἡμῖν ἀγαθὸν ἀποβήσεσθαι· συμβέβηκε δέ μοι πολὺ παρὰ γνώμην τούτων.
我原本认为,通过教育我的儿子学习那些最能使国家受益的事,对我们双方都会产生好的结果;但是,发生在我身上的事情却与这些愿望大相径庭。
τὸ γὰρ μειράκιον οὐχ ὕβρει οὐδὲ ἀκολασίᾳ, ἀλλὰ μελετῶν μετὰ τῶν ἡλίκων ἀκοντίζειν ἐν τῷ γυμνασίῳ ἔβαλε μέν, οὐκ ἀπέκτεινε δὲ οὐδένα κατά γε τὴν ἀλήθειαν ὧν ἔπραξεν, ἄλλου δʼ εἰς αὑτὸν ἁμαρτόντος εἰς ἀκουσίους αἰτίας ἦλθεν.
因为这个年轻人并非出于傲慢或放纵,而是与同龄人在体育馆里练习投掷标枪,他确实投中了,但根据他所做之事的真相,他并没有杀害任何人,而是因为另一个人对自己犯了错,他才落入了无意杀人的指控中。
§2.4εἰ μὲν γὰρ τὸ ἀκόντιον ἔξω τῶν ὅρων τῆς αὑτοῦ πορείας ἐπὶ τὸν παῖδα ἐξενεχθὲν ἔτρωσεν αὐτόν, οὐδεὶς ἂν ἡμῖν λόγος ὑπελείπετο μὴ φονεῦσιν εἶναι· τοῦ δὲ παιδὸς ὑπὸ τὴν τοῦ ἀκοντίου φορὰν ὑποδραμόντος καὶ τὸ σῶμα προστήσαντος, ὁ μὲν ἐκωλύθη τοῦ σκοποῦ τυχεῖν, ὁ δὲ ὑπὸ τὸ ἀκόντιον ὑπελθὼν ἐβλήθη, καὶ τὴν αἰτίαν οὐχ ἡμετέραν οὖσαν προσέβαλεν ἡμῖν.
因为如果标枪偏离了其自身运行的轨迹,飞向那男孩并击伤了他,那我们便没有任何借口说自己不是杀人者;但是,由于那男孩跑到了标枪飞行的轨迹下方,并把身体挡在前面,导致一人无法击中目标,而另一人则因钻入标枪下方而被击中,从而将本不属于我们的罪责强加在了我们身上。
§2.5διὰ δὲ τὴν ὑποδρομὴν βληθέντος τοῦ παιδός, τὸ μὲν μειράκιον οὐ δικαίως ἐπικαλεῖται, οὐδένα γὰρ ἔβαλε τῶν ἀπὸ τοῦ σκοποῦ ἀφεστώτων· ὁ δὲ παῖς εἴπερ ἑστὼς φανερὸς ὑμῖν ἐστι μὴ βληθείς, ἑκουσίως δʼ ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθών, ἔτι σαφεστέρως δηλοῦται διὰ τὴν αὑτοῦ ἁμαρτίαν ἀποθανών· οὐ γὰρ ἂν ἐβλήθη ἀτρεμίζων καὶ μὴ διατρέχων.
既然男孩是因为自己跑过去而被击中的,那么这个年轻人就不该受到无理指责,因为他并没有击中任何远离目标站立的人;而那男孩,如果你们能清楚地看到他若站立不动就不会被击中,而是自愿钻到标枪的飞行轨迹下,这便更清楚地表明他是因自己的错误而死的;因为如果他保持静止而没有跑过去横穿,他是不会被击中的。
§2.6ἀκουσίου δὲ τοῦ φόνου ἐξ ἀμφοῖν ὑμῖν ὁμολογουμένου γενέσθαι, ἐκ τῆς ἁμαρτίας, ὁποτέρου αὐτῶν ἐστίν, ἔτι γε σαφέστερον ἂν ὁ φονεὺς ἐλεγχθείη.
既然双方都承认这起杀人事件是无意中发生的,那么通过探究错误属于他们之中的哪一方,杀人者是谁就更能一目了然地被证实。
οἵ τε γὰρ ἁμαρτάνοντες ὡς ἂν ἐπινοήσωσί τι δρᾶσαι, οὗτοι πράκτορες τῶν ἀκουσίων εἰσίν· οἵ τε ἑκούσιόν τι δρῶντες ἢ πάσχοντες, οὗτοι τῶν παθημάτων αἴτιοι γίγνονται.
因为那些在试图做某事的过程中犯了错的人,才是无意后果的造成者;而那些自愿做出或承受某事的人,则成为了承受苦难的原因。
§2.7τὸ μὲν τοίνυν μειράκιον περὶ οὐδένα οὐδὲν ἥμαρτεν.
因此,这个年轻人对任何人都没有犯任何错误。
οὔτε γὰρ ἀπειρημένον ἀλλὰ προστεταγμένον ἐξεμελέτα, οὔτε ἐν γυμναζομένοις ἀλλʼ ἐν τῇ τῶν ἀκοντιζόντων τάξει ἠκόντιζεν, οὔτε τοῦ σκοποῦ ἁμαρτών, εἰς τοὺς ἀφεστῶτας ἀκοντίσας, τοῦ παιδὸς ἔτυχεν, ἀλλὰ πάντα ὀρθῶς ὡς ἐπενόει δρῶν ἔδρασε μὲν οὐδὲν ἀκούσιον, ἔπαθε δὲ διακωλυθεὶς τοῦ σκοποῦ τυχεῖν.
因为他练习的不是被禁止的事情,而是被命令的事情,他不是在闲逛的人群中,而是在投掷标枪者的行列中投掷,他也没有因为脱靶而向站开的人投掷从而击中男孩,而是按照自己的意愿正确地做了一切,他没有做出任何违背意愿的事,反而因为被阻止击中目标而成了受害者。
§2.8ὁ δὲ παῖς βουλόμενος προδραμεῖν, τοῦ καιροῦ διαμαρτὼν ἐν ᾧ διατρέχων οὐκ ἂν ἐπλήγη, περιέπεσεν οἷς οὐκ ἤθελεν, ἀκουσίως δὲ ἁμαρτὼν εἰς ἑαυτὸν οἰκείαις συμφοραῖς κέχρηται, τῆς δʼ ἁμαρτίας τετιμωρημένος ἑαυτὸν ἔχει τὴν δίκην, οὐ συνηδομένων μὲν οὐδὲ συνεθελόντων ἡμῶν, συναλγούντων δὲ καὶ συλλυπουμένων.
相反,那男孩想要向前跑去,却错过了在横穿时不会被击中的合适时机,从而落入了自己不愿见到的境地;他由于无意中对自己犯了错,便遭遇了自身的灾祸,并且为这一错误付出了代价,自己承受了惩罚,这绝非我们所乐见或希望的,而是让我们一同感到痛心和悲伤。
τῆς δὲ ἁμαρτίας εἰς τοῦτον ἡκούσης, τό τʼ ἔργον οὐχ ἡμέτερον ἀλλὰ τοῦ ἐξαμαρτόντος ἐστί, τό τε πάθος εἰς τὸν δράσαντα ἐλθὸν ἡμᾶς μὲν ἀπολύει τῆς αἰτίας, τὸν δὲ δράσαντα δικαίως ἅμα τῇ ἁμαρτίᾳ τετιμώρηται.
既然错误归于这孩子,那么这行为就不是我们的,而是犯错者的;而痛苦降临在做出此事的人身上,使我们得以免除罪责,那做出此事的人在犯错的同时也理当然地受到了惩罚。
§2.9ἀπολύει δὲ καὶ ὁ νόμος ἡμᾶς, ᾧ πιστεύων, εἴργοντι μήτε ἀδίκως μήτε δικαίως ἀποκτείνειν, ὡς φονέα με διώκει.
法律也证明了我们无罪,控方正是信任那条禁止不论是公正还是不公正杀人的法律,才指控我是杀人者。
ὑπὸ μὲν γὰρ τῆς αὐτοῦ τοῦ τεθνεῶτος ἁμαρτίας ὅδε ἀπολύεται μηδὲ ἀκουσίως ἀποκτεῖναι αὐτόν· ὑπὸ δὲ τοῦ διώκοντος οὐδʼ ἐπικαλούμενος ὡς ἑκὼν ἀπέκτεινεν, ἀμφοῖν ἀπολύεται τοῖν ἐγκλημάτοιν, μήτʼ ἄκων μήθʼ ἑκὼν ἀποκτεῖναι.
因为由于死者自己的错误,这个年轻人甚至得以免除无意中杀害他的罪责;而控方甚至没有指责他是故意杀人,因此他被免除了这两项指控,即既非无意也非故意杀人。
§2.10ἀπολυόμενος δὲ ὑπό τε τῆς ἀληθείας τῶν πραχθέντων ὑπό τε τοῦ νόμου καθʼ ὃν διώκεται, οὐδὲ τῶν ἐπιτηδευμάτων ἕνεκα δίκαιοι τοιούτων κακῶν ἀξιοῦσθαί ἐσμεν.
既然已发生之事的真相以及他被起诉所依据的法律都证明其无罪,那么,考虑到我们的日常行为,我们也不该承受这样的厄运。
οὗτός τε γὰρ ἀνόσια πείσεται τὰς οὐ προσηκούσας φέρων ἁμαρτίας, ἐγώ τε μᾶλλον μὲν οὐδέν, ὁμοίως δὲ τούτῳ ἀναμάρτητος ὤν, εἰς πολλαπλασίους τούτου συμφορὰς ἥξω· ἐπί τε γὰρ τῇ τούτου διαφθορᾷ ἀβίωτον τὸ λειπόμενον τοῦ βίου διάξω, ἐπί τε τῇ ἐμαυτοῦ ἀπαιδίᾳ ζῶν ἔτι κατορυχθήσομαι.
因为他将承受不虔敬的痛苦,背负着不属于自己的错误,而我,虽然不比他多,但也与他同样无辜,却将陷入比他多出数倍的灾祸中;因为在他被毁灭之后,我将度过余生中无法忍受的日子,并且在我自己失去孩子的同时,虽然活着,也将被埋葬。
§2.11ἐλεοῦντες οὖν τοῦδε μὲν τοῦ νηπίου τὴν ἀναμάρτητον συμφοράν, ἐμοῦ δὲ τοῦ γηραιοῦ καὶ ἀθλίου τὴν ἀπροσδόκητον κακοπάθειαν, μὴ καταψηφισάμενοι δυσμόρους ἡμᾶς καταστήσητε, ἀλλʼ ἀπολύοντες εὐσεβεῖτε.
因此,请怜悯这个年轻人无辜的厄运,也怜悯我这个年迈而悲惨之人的意想不到的苦难,不要投票判定我们有罪而使我们陷入不幸,而要通过宣告我们无罪来行虔敬之事。
ὅ τε γὰρ ἀποθανὼν συμφοραῖς περιπεσὼν οὐκ ἀτιμώρητός ἐστιν, ἡμεῖς τε οὐ δίκαιοι τὰς τούτων ἁμαρτίας συμφέρειν ἐσμέν.
因为死者也已经遭遇了厄运,并非未得报偿,而我们共同承担他们的错误是不公正的。
§2.12τήν τε οὖν εὐσέβειαν τούτων τῶν πραχθέντων καὶ τὸ δίκαιον αἰδούμενοι ὁσίως καὶ δικαίως ἀπολύετε ἡμᾶς, καὶ μὴ ἀθλιωτάτω δύο, πατέρα καὶ παῖδα, ἀώροις συμφοραῖς περιβάλητε.
因此,敬畏这些已发生之事的虔敬与公正,虔敬且公正地宣告我们无罪,不要让父亲和儿子这两个最悲惨的人陷入过早的厄运中。

词汇与语法注释

  1. 2.2μὴ ... ποιήσασθαι — 不定式 `ποιήσασθαι` 依赖于主句动词 `δέομαι`(恳求),由否定词 `μὴ` 修饰。宾格分词 `ἀποδεξαμένους` 与不定式未表达的主语(指法官们)保持一致,表达一种恳求:“恳求你们不要因为嫌恶并拒绝我的辩护而凭主观臆测做出判决”。
  2. 2.5ἑστὼς φανερὸς ὑμῖν ἐστι μὴ βληθείς — 人称形容词 `φανερός` 与动词 `ἐστι` 结合,并带有分词 `ἑστώς`(站立)和 `μὴ βληθείς`(未被击中),构成“显然……”的句式。其中 `μὴ βληθείς` 带有条件意味,即“如果他当时站立不动,显然就不会被击中”。
  3. 2.6οἵ τε γὰρ ἁμαρτάνοντες ὡς ἂν ἐπινοήσωσί τι δρᾶσαι — 带有虚拟语气动词的从句 `ὡς ἂν ἐπινοήσωσί` 引入了一般化或条件性的语气(“无论他们试图以何种方式行动”)。它限定了 `ἁμαρτάνοντες`(犯错者)的行为方式,意为“那些在实施他们意图做某事的过程中犯错的人”。
  4. 2.9εἴργοντι μήτε ἀδίκως μήτε δικαίως ἀποκτείνειν — 与格分词 `εἴργοντι` 与前文的关系代词 `ᾧ`(指代 `νόμῳ`“法律”)保持一致。动词 `εἴργω`(禁止)带不定式 `ἀποκτείνειν`(杀害)作为宾语,在表示阻碍或禁止的动词后,自然地使用了否定关联词 `μήτε... μήτε`。

引用这一段

安提丰, 第二四部曲 §2.1-2.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0028.tlg003.humanitext-grc2:2.1-2.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。