Humanitext Reader

ヘシオドス · 仕事と日々 §70-140

パンドラの甕と黄金および白銀の時代

2 / 12 箇所 · ギリシア語

要旨

神々によって作られた最初の女性パンドラがエピメテウスのもとに送られ、彼女が甕を開けたことで地上に災いが満ちる。その後、語り手は神々と人間の共通の起源を述べ、人類の歴史における黄金の時代と白銀の時代の退行を叙述する。

§70αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις §71παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
たちまち名高き両足の不自由な神が、土からクロノスの子の意志により、慎み深い乙女に似た姿を。
§72ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·
輝く目の女神アテナが、彼女に帯を締め、飾り立てた。
§73ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ §74ὅρμους χρυσείους ἔθεσαν χροΐ·
そして彼女の周りでは、女神たる美の三女神と敬うべき説得の女神が黄金の首飾りをその肌にかけた。
ἀμφὶ δὲ τήν γε §75Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
また彼女の周りを美しい髪の季節の女神たちが、春の花々で冠を飾った。
§77ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης §78ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος §80θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα
そしてその胸の中に、案内者でありアルゴス殺しの神が嘘と甘い言葉、そして不実な性格を神々の伝令使として置き、この女をパンドラと名付けた。
§81Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες §82δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.
なぜなら、オリンポスに館を持つすべての神々が糧を食らう人間たちへの災いとして、贈り物を授けたからである。
§83αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, §84εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην §85δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον·
しかし、彼がこの逃れえぬ険しい罠を完成させると、父は名高きアルゴス殺しをエピメテウスのもとへ送った、贈り物を携えた神々の素早い使者として。
οὐδʼ Ἐπιμηθεὺς §86ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον §87δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν §88ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
だがエピメテウスは、プロメテウスが自分に言ったことを心に留めていなかった、オリンポスのゼウスから贈り物を決して受け取らず、むしろ送り返せと、死すべき人間たちに何か災いが及ぶことのないように、という言葉を。
§89αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.
しかし彼はそれを受け取り、災いを手にして初めて理解した。
§90Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων §91νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο §92νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.
なぜなら、それ以前は、人間の種族は地の上で暮らしていた、災いからも、辛い労働からも、人間たちに死の運命をもたらす痛ましい病からも遠く離れて。
§94ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα §95ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.
しかし、女が両手で大きな甕の蓋を取り去り、散らし、人間たちに悲惨な災いをもたらした。
§96μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν §97ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε §98ἐξέπτη·
ただ「希望」だけが、破れぬ家の中に、甕の縁の下の内側に留まり、外へと飛び去らなかった。
πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο §100ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·
なぜなら、その前に甕の蓋が彼女を押さえたからである、しかし、他の無数の悲惨なものが人間たちの間をさまよっている。
§101πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
なぜなら、大地は災いで満ち、海も満ちているからである。
§102νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ §103αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
病は人間たちのもとへ、昼にも、また夜にも、自ずから歩み寄り、死すべき者たちに災いをもたらす、音もなく。
§104σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
知謀に富むゼウスが、声を取り去られたからである。
§105οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
このように、ゼウスの意図を避けるすべはいかようにも存在しない。
§106εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω §107εὖ καὶ ἐπισταμένως·
もし汝が望むなら、私は別の話を汝に要約して語ろう、見事に、かつ巧みに。
σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
汝はそれを己の心に留めよ。
§108ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
いかに神々と死すべき人間たちが、同じ源から生まれたかを。
§109χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων §110ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.
オリンポスに館を持つ不死なる神々は、まず第一に、言葉を話す人間たちの黄金の種族を作った。
§111οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·
彼らは、クロノスが天を支配していた時代に生きていた。
§112ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες §113νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος·
彼らは神々のように、憂いのない心を持って暮らし、労働や苦難から遠く離れていた。
οὐδέ τι δειλὸν §114γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι §115τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·
惨めな老いも彼らには訪れず、常に足も手も変わることなく、あらゆる災いから遠く離れ、宴を楽しんでいた。
§116θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα §117τοῖσιν ἔην·
彼らは眠りに屈するように死に、あらゆる良いものが彼らにはあった。
καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα §118αὐτομάτη πολλόν τε καὶ ἄφθονον·
穀物をもたらす耕地は、自ずから、豊かに、かつ惜しみなく実らせた。
οἳ δʼ ἐθελημοὶ §119ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
彼らは自ら望んで、穏やかに、多くの良いものとともに、自らの耕地を治めていた。
§120ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.
家畜に富み、祝福された神々に愛されて。
§121αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— §122τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται §123ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων, §126πλουτοδόται·
しかし、大地がこの種族を覆い隠してしまった後、彼らは地上を歩む神聖なダイモーンと呼ばれ、善良で、災いを退け、死すべき人間たちの守護者となり、富をもたらす。
καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,
これこそが彼らの得た王としての名誉である。
§127δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν §128ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες, §129χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
その後に、はるかに劣る第二の種族、白銀の種族を、オリンポスに館を持つ不死なる神々が作ったが、それは姿においても心においても、黄金の種族には似ていなかった。
§130ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ §131ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.
子どもは百年の間、貞淑な母のもとで、自分の家の中で、大層な幼子のまま、無邪気に育てられた。
§132ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο, §133παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες §134ἀφραδίῃς·
しかし、彼らが成人し、青春の盛りに達すると、彼らはわずかな時間しか生きず、自分たちの愚かさゆえに苦しみを得た。
ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο §135ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν §136ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
なぜなら、彼らは無軌道な傲慢をお互いから遠ざけることができず、不死なる神々に仕えることも、祝福された神々の神聖な祭壇で犠牲を捧げることも望まなかったからである。
§137ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
それは人間の慣習に従えば定めであるのに。
§138Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς §139οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
そこで、彼らをクロノスの子ゼウスは怒って隠してしまわれた、彼らがオリンポスを領する祝福された神々に、敬意を払わなかったからである。
§140αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—
しかし、大地がこの種族をも覆い隠してしまった後、

語釈・文法注

  1. 77διάκτορος Ἀργεϊφόντης ... θῆκε — 主語であるδιάκτορος Ἀργεϊφόντης(77行目)から、その動詞であるθῆκε(80行目)までの間に、対格の目的語であるψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος(78行目)が挟み込まれた、離隔(ハイパーバトン)の構造となっている。さらに80行目の主語の同格語(θεῶν κῆρυξ)が動詞の直前に配置されている。
  2. 86ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον δέξασθαι — 動詞 ἔειπε(言う、命じる)の後に、否定の不定法 μή ποτε δέξασθαι(決して受け取らぬように)が続く、間接命令の構文。また、代名詞 οἱ はエピメテウスを指す与格(「彼に」)である。
  3. 137ἣ θέμις ἀνθρώποις — 関係代名詞 ἣ は、直前の文全体の内容(神々に仕え、祭壇で犠牲を捧げること)を先行詞とし、主格補語である女性名詞 θέμις(定め、法)の性と数に牽引されて、中性単数(あるいは中性複数)ではなく女性単数となっている。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §70-140. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:70-140

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。