Humanitext Reader

ヘシオドス · 仕事と日々 §141-206

青銅と英雄と鉄の時代と鷹と夜啼き鶯の寓話

3 / 12 箇所 · ギリシア語

要旨

青銅の種族、英雄の種族、そして現在の鉄の種族の興亡と特徴が語られ、さらに鉄の種族の末期的な没落と不義、そして王たちへの「鷹と夜啼き鶯」の寓話の導入が記述される。

§141τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται, §142δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,
彼らは「地下の祝福された死者たち」と人間から呼ばれている、第二の位の者たちとして。 だが、それにもかかわらず、彼らにもまた名誉が従っている。
§143Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων §144χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
父ゼウスは、言葉を話す人間たちの第三の別の種族として青銅の種族を作られたが、それは白銀の種族には少しも似ていなかった。
§145ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον·
(それは)トネリコから作られ、恐ろしく、かつ力強かった。
οἷσιν Ἄρηος §146ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες·
彼らにとっては、アレスの嘆きに満ちた仕業と傲慢な行為が関心事であった。
οὐδέ τι σῖτον §147ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν, §148ἄπλαστοι·
彼らは穀物をまったく食べず、むしろ金剛石のように頑なな心を持っていた、恐るべき者たちであった。
μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι §149ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
強大な力と、触れがたい両手が彼らの肩から、頑丈な手足の上に生え出ていた。
§150ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι
彼らの武具は青銅であり、家も青銅であった。
§151χαλκῷ δʼ εἰργάζοντο·
彼らは青銅で作業していた。
μέλας δʼ οὐκ ἔσκε σίδηρος.
黒い鉄はまだ存在しなかった。
§152καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες §153βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο §154νώνυμνοι·
そして彼らは、自分たち自身の両手によって打ち負かされ、凍えるようなハデスの、薄暗い館へと下っていった、名を残すこともなく。
θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας §155εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.
彼らがどれほど恐るべき者たちであったとしても、黒い死が彼らを捕らえ、彼らは太陽の輝く光を後に残した。
§156αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν, §157αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
しかし、大地がこの種族をも覆い隠した後に、さらに再び、多くの者を養う地の上に、別の第四の(種族)をクロノスの子ゼウスは作られた。
§158Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον, §159ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται §160ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.
それはより義に厚く、より優れた、英雄たる人間たちの神聖な種族であり、彼らは「半神」と呼ばれ、広大なる大地上における、我らの前の世代の者たちである。
§161καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή, §162τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ, §163ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο, §164τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης §165ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.
そして彼らのうち、ある者たちを邪悪な戦争と恐ろしい戦闘が、カドモスの土地である、七つの門を持つテーバイの麓で、オイディプスの羊の群れのゆえに戦っている最中に滅ぼし、他の者たちを、船に乗せて広大な海の深淵を越えて麗しい髪のヘレネのゆえに、トロイアへと導いた後に(滅ぼした)。
§166ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε, §167τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας §168Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
そこで、ある者たちには死の終わりが彼らを覆い包んだが、他の者たちには、人間から離れた暮らしと住まいを授け、父なるクロノスの子ゼウスは、大地の果てに住まわせた。
§170καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες §171ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,
そして彼らは、憂いのない心を持って暮らしている、深い渦巻くオケアノスの傍らの、福者の島々において。
§172ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν §173τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
祝福された英雄たちよ、彼らには蜜のように甘い果実を豊かに実らせ、年に三度、生気を与える耕地がもたらす。
§169τηλοῦ ἀπʼ ἀθανάτων·
不死なる神々から遠く離れて。
τοῖσιν Κρόνος ἐμβασιλεύει.
彼らをクロノスが支配している。
§169aν ἔλυσε πα §169bεάτοις τιμὴ §169cλλο γένος θῆκʼ §169dγεγάασιν ἐπὶ §174μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
[...]を解いた、父[...][...]の者たちに、名誉[...][...]別の種族を置いた[...][...]彼らは生まれている、[...]の上に[...]私はその後に、第五の人間たちの間に身を置かねばならぬことがなかったならよかったのに。
§175ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
むしろ、これ以前に死ぬか、あるいはその後に生まれたかった。
§176νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ §177παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ §178φθειρόμενοι.
なぜなら、今や実に鉄の種族であり、彼らは昼に労働と苦難から休むことはなく、夜にもまた滅ぼされて休むことはない。
χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·
神々は辛い心痛を与えるであろう。
§179ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
だがそれでもなお、彼らにもまた良いものが悪いものに交じるであろう。
§180Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, §181εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
そしてゼウスは、言葉を話す人間たちのこの種族をも滅ぼすであろう、彼らが生まれた時から、こめかみの白い老人となるときに。
§182οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες, §183οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, §184οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
父は子どもたちに親しみを持たず、子どもたちもまた親に親しみを持たず、異邦人は主客に、友は友に親しみを持たず、兄弟もまた以前のようには愛される存在ではなくなるだろう。
§185αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· §186μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι
そして彼らは、たちまちのうちに年老いていく親を侮り、辛い言葉で彼らを非難し、咎めるであろう。
§187σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε §188γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν §189χειροδίκαι·
不届き者どもは、神々の報いを知らず、また彼らは年老いた親たちに、養育の恩を返そうともしないであろう、力こそが正義である者たちよ。
ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.
そしてある者は、他の者の都市を略奪するであろう。
§190οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου §191οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν §192ἀνέρες αἰνήσουσι·
誓いを守る者への感謝も、正しい者へのまた善い者への感謝もまったくなくなり、むしろ邪悪を行う者や傲慢さを人々は称賛するであろう。
δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς §193οὐκ ἔσται·
正義は暴力となり、慎みは存在しなくなるだろう。
βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα §194μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.
悪しき者は、ねじくれた言葉を投げかけて、より優れた男を傷つけ、その上で偽誓を立てるであろう。
§195ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι §196δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
そして、惨めなあらゆる人間たちに、嫉妬が、悪しき声を放ち、悪を喜ぶ、憎むべき姿をして、付きまとうであろう。
§197καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης §198λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν §199ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους §200Αἰδὼς καὶ Νέμεσις·
そしてその時こそ、道幅の広い大地からオリンポスへと、白い外套でその美しい肌を覆い隠し、不死なる神々の眷属のもとへと、人間を後に残して去っていくだろう、慎みと義憤が。
τὰ δὲ λείψεται ἄλγεα λυγρὰ §201θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.
そして、悲惨な苦痛だけが死すべき人間たちに残され、災いに対する防護は存在しなくなるだろう。
§202νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
さて今、私はみずから分別のある王たちに、寓話を語ろう。
§203ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον §204ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·
このように、鷹が、美しい首の夜啼き鶯に話しかけた、雲のはるか高くへと、鋭い爪で彼女を掴んで運び去りながら。
§205ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι, §206μύρετο·
彼女は哀れにも、曲がった爪に突き刺されながら、泣きすすっていた。
τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·
そして彼は、力づくで彼女に言葉をかけた。

語釈・文法注

  1. §145ἐκ μελιᾶν — 起源を表す前置詞句。トネリコの木から槍が作られることから、青銅の種族が好戦的であることを象徴する、またはトネリコの妖精(メリアイ)から生まれたことを意味する。
  2. §146οἷσιν Ἄρηος ἔργʼ ἔμελεν — 非人称動詞 `ἔμελεν`(未完了過去)の構文。関係代名詞の与格 `οἷσιν` が関心を持つ主体(間接目的語)であり、アレスの業 `ἔργʼ` と傲慢 `ὕβριες` が主語として機能している。
  3. §152χείρεσσιν ὕπο σφετέρῃσι — 前置詞 `ὑπό` +与格(叙事詩的慣用で、通常は属格を伴う「〜の手によって」)。所有形容詞 `σφετέρῃσι`(彼ら自身の)は、彼らが外部の敵ではなく、同族同士の殺し合い(内戦)によって滅びたことを示している。
  4. §174μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ ... μετεῖναι — 動詞 `ὤφελον`(`ὀφείλω` のアオリスト)に不定詞 `μετεῖναι` が続く、実現不可能な過去の願望(「〜であってほしくなかったのに」)を表す構文。
  5. §181γεινόμενοι πολιοκρόταφοι τελέθωσιν — 分詞 `γεινόμενοι`(生まれる)と形容詞 `πολιοκρόταφοι`(こめかみが白い)が、動詞 `τελέθωσιν`(〜となる、存在する)に叙述的に係っている。生まれながらにして老いているという、自然の秩序の反転と終末論的退廃を強調する表現。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §141-206. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:141-206

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。