Humanitext Reader

赫西俄德 · 工作与时日 §70-140

潘多拉的魔坛与黄金及白银时代

第 2 段,共 12 段 · 希腊语

内容简介

诸神创造的首位女性潘多拉被送往埃庇米修斯处,她打开坛子使人间充斥灾祸。随后,叙述者讲述了神明与人类的共同起源,并描绘了人类历史从黄金时代走向白银时代的堕落历程。

§70αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις §71παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
于是,名扬四海的双足跛神立刻用泥土塑造成仿照贞洁少女的模样,这皆出自克罗诺斯之子的旨意。
§72ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· §73ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ §74ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε §75Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· §77ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης §78ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος §80θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα §81Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες §82δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.
灰眸女神雅典娜为她束上腰带,妆饰她;在她身旁,高贵的美惠三女神和敬畏的劝导女神将黄金项链戴在她的肌肤上;而那些美丽秀发的时序女神们用春天的花朵编成花冠戴在她头上;随后,在她的胸中,信使、斩杀阿尔戈斯之神谎言、谄媚的话语和欺诈的性格注入进去,这位神圣的传令官,并给这女人起名叫潘多拉,因为所有居住在奥林匹斯神殿的众神都赠予了她礼物,作为食谷者人类的灾祸。
§83αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, §84εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην §85δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς §86ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον §87δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν §88ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
然而,当他完成了这无法逃脱的险恶阴谋后,父亲派遣名震四海的斩杀阿尔戈斯之神到埃庇米修斯那里,让这位神明的敏捷使者带去这份礼物;但埃庇米修斯并没有记住普罗米修斯对他的叮嘱:千万不要接受来自奥林匹斯宙斯的任何礼物,而应该将它退回去,以免给凡人带来某种灾殃。
§89αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.
但他在接受之后,直到大祸临头时,才恍然大悟。
§90Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων §91νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο §92νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.
因为在此之前,人类的各部落在地上生活,远离并免于灾祸,免于繁重的劳役,也免于给人类带来死亡命运的痛苦疾病。
§94ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα §95ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.
然而,那女人用双手移开了坛子巨大的盖子,将它们散播出去;给人类带来了悲惨的忧患。
§96μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν §97ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε §98ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο §100ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται· §101πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα· §102νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ §103αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι §104σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
唯有“希望”留在那里,在这坚不可摧的居所中,停留在坛口边缘的下方,没有飞出门外;因为在此之前,坛子的盖子就落了下来,但其他无数的悲惨之物已在人间四处游荡;因为大地上充满了灾祸,海洋里也同样塞满;疾病在白日侵袭人类,另一些则在黑夜自动降临,给凡人带来灾难,寂静无声,因为足智多谋的宙斯夺走了它们的生命之声。
§105οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
由此可见,绝无任何办法可以逃避宙斯的意志。
§106εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω §107εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
如果你愿意,我将为你纲举目张地叙述另一个故事,讲得精彩而透彻;你且将它牢记在自己的心田。
§108ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
众神和凡人是如何源于同一起源的。
§109χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων §110ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.
首先,居住在奥林匹斯神殿的不朽众神创造了有语言能力的凡人的黄金种族。
§111οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν· §112ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες §113νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν §114γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι §115τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· §116θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα §117τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα §118αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ §119ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
他们生活在克罗诺斯统治天空的时代;他们像神明般生活,拥有一颗无忧无虑的心,远离劳苦与悲哀;也没有任何可怕的衰老降临在他们身上,他们的手脚始终如一,在宴乐中享受快乐,远离一切灾祸;他们死去时就像被安眠征服;一切美好的事物都属于他们;赐予生命的土地长出果实,自主地、丰盛而慷慨地结实;而他们自愿地、平静地与许多美好事物一起分享他们的劳作。
§120ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.
牲畜富足,深受幸福的诸神喜爱。
§121αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— §122τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται §123ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων, §126πλουτοδόται·
然而,当大地掩埋了这个种族之后,—— 他们被称为大地上的神圣守护神,善良、驱除灾祸、凡人的守护者,财富的赐予者;他们拥有了这份王者的荣耀。
καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—, §127δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν §128ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες, §129χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
—— 此后,居住在奥林匹斯神殿的不朽众神又创造了第二种远为逊色的白银种族,他们在形体和心智上都无法与黄金种族相比。
§130ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ §131ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.
孩子要在贤惠的母亲身旁抚养一百年,在自己的家中尽情嬉戏,是个十足的婴儿。
§132ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο, §133παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες §134ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο §135ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν §136ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, §137ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα.
但是,当他们成年并达到青春的界限时,他们只能存活极短的时间,因其愚蠢而遭受痛苦;因为他们无法约束彼此之间肆无忌惮的傲慢,也不愿敬奉不朽的神明,甚至不愿在福乐神明的神圣祭坛上供奉祭品,而这本是人类依照风俗应尽的本分。
τοὺς μὲν ἔπειτα §138Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς §139οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
于是,克罗诺斯之子宙斯动怒将他们掩埋了,因为他们不向占有奥林匹斯山的福乐众神献上荣耀。
§140αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—
然而,当大地也将这个种族掩埋之后,——

词汇与语法注释

  1. 77διάκτορος Ἀργεϊφόντης ... θῆκε — 这是一种典型的跨行分隔(hyperbaton)结构,在主语“διάκτορος Ἀργεϊφόντης”(第77行)与其主要动词“θῆκε”(第80行)之间,插入了宾格宾语“ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος”(第78行)。此外,主语的同位语“θεῶν κῆρυξ”(第80行)被置于动词之前。
  2. 86ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον δέξασθαι — 这是一个间接命令句式,在表示说或命令的动词“ἔειπε”之后,接否定不定式“μή ποτε δέξασθαι”(绝不接受)。代词“οἱ”是与格,指代埃庇米修斯(“对他”)。
  3. 137ἣ θέμις ἀνθρώποις — 关系代名词“ἣ”以先前句子的内容(敬奉神明并在祭坛上献祭)为先行词,但它并未采用中性,而是被主格补足语女性单数名词“θέμις”(法则、规矩)的性与数所吸引,从而呈现为女性单数形式。

引用这一段

赫西俄德, 工作与时日 §70-140. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:70-140

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。