Humanitext Reader

ヘシオドス · 仕事と日々 §477-547

遅い耕起の救済策と冬の寒さへの備え

8 / 12 箇所 · ギリシア語

要旨

冬至に耕作を行う不毛さと遅れて耕作を行う場合の例外的な救済策を述べた後、冬の厳しい寒さと北風の猛威を描き、寒さから身を守る衣服の備えを指示する。

§477εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους
お前は十分に満足して灰色の春を迎えるだろう。
§478αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
他人のほうに目をやる(他人に頼る)こともなく、むしろ他の者がお前を頼りにするようになる。
§479εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν, §480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, §481ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων, §482οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
もしお前が冬至に神聖な地を耕すなら、座ったまま、手でわずかな穂を握って刈り入れ、埃にまみれ、あまり喜ぶこともなく逆向きに束ね、籠に入れて運ぶことになり、お前を見る者もほとんどいないだろう。
§483ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο, §484ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
盾を持つゼウスの心は時によって異なり、死すべき人間がそれを理解するのは難しい。
§485εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·
もしお前が遅く耕すなら、これがお前の救済策となるだろう。
§486ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι §487τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν, §488τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι, §489μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων· §490οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
オークの葉の中でカッコウが初めて鳴き、広い大地の人間たちに喜びをもたらすとき、そのときゼウスが三日目に雨を降らせ、それをやめず、牛の蹄の深さを超えもせず、またそれに足りなくもないようにするなら、そのようにして、遅く耕す者も早く耕す者に並ぶことができる。
§491ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο·
これらすべてを心に留めよ。
μηδέ σε λήθοι §492μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.
灰色の春の訪れも、季節の雨も見逃してはならない。
§493πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην §494ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
冬の季節、寒さが人を仕事から遠ざけるときには、鍛冶屋の炉端や暖かい集会場を通り過ぎよ。
§495ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
そこでは怠けない男が家を大いに栄えさせることができる。
§496μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ §497σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
厳しい冬の困窮が貧しさとともに押し寄せ、痩せた手で腫れた足を揉むようなことにならないように。
§498πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, §499χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
怠け者は空しい希望にしがみつき、暮らしに困って、心の中で悪しきことを企てる。
§500ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, §501ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
暮らしの備えがない者が集会場に座って抱く希望は、良いものではない。
§502δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος· §503οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
まだ夏の真っ最中のうちに奴隷たちに示せ、「夏がいつまでも続くわけではない、穀物倉を作れ」と。
§504μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα, §505τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν
レナイオンの月、すなわち牛を虐げる厳しい日々の月と、北風が吹くときに地上にもたらされる冷たい霜を避けよ。
§506πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν, §507ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ §508ἐμπνεύσας ὤρινε·
その風は馬を育てるトラキアを通り抜けて広い海に吹き込み、それを荒れ狂わせる。
μέμυκε δὲ γαῖα καὶ ὕλη· §509πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας §510οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ §511ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
大地と森は咆哮し、多くの高いオークや太いモミを山の谷間に倒し、森全体が激しく鳴り響く。
§512θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,
獣たちは身震いし、尾を股の間に挟む。
§513τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν §514ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
その毛深い皮膚を突き抜けて冷たい風が吹き抜ける。
§515καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·
牛の皮も通り抜け、防ぐことはできない。
§516καί τε διʼ αἶγα ἄησι τανύτριχα·
長い毛のヤギをも通り抜ける。
πώεα δʼ οὔ τι, §517οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν §518ἲς ἀνέμου Βορέου·
しかし羊の群れは、毛が密集しているため、北風の威力も吹き抜けることはない。
τροχαλὸν δὲ γέροντα τίθησιν.
しかし、それは老人を丸く屈ませる。
§519καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
そして、柔らかい肌の乙女の体をも通り抜けることはない。
§520ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει §521οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
彼女は家の中で愛する母のそばにとどまり、まだ黄金のアプロディテの営みを知らない。
§522εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ §523χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
彼女は体をきれいに洗い、オリーブ油を塗って、冬の日に家の一番奥で横になる。
§524ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει §525ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
それは、骨のない者が火のない家、わびしい住処で、自分の足をかじっているときだ。
§526οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
太陽は彼に獲物を探す場所を示さない。
§527ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε §528στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
太陽は黒い人々の国や都市の上を巡り、全ギリシア人を照らすのは遅い。
§529καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται §530λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα §531φεύγουσιν·
そのとき、角のある獣も角のない森の住人も、歯をガチガチと鳴らしながら、木々の生い茂る谷間を逃げ惑う。
καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν, §532ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι §533καὶ γλάφυ πετρῆεν·
彼らは皆、隠れ場所を求めて、岩の割れ目や洞窟に逃げ込むことばかり考えている。
τότε δὴ τρίποδι βροτῷ ἶσοι, §534οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται, §535τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
そのとき、背中が曲がり、頭を地面に向けて歩く三本足の老人のように、彼らは白い雪を避けてさまよう。
§536καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
そのときには、私が勧めるように、体を保護するものを身につけよ。
§537χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
柔らかい外套と、地面まで届くチュニックを。
§538στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
細い経糸に太い緯糸をたくさん織り込んだものを。
§539τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι, §540μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
それを身にまとえば、お前の毛は震えず、体全体で逆立つこともない。
§541ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο §542ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
足には力強く屠られた牛の革で作ったぴったりのサンダルを履き、内側をフェルトで覆え。
§543πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ, §544δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ §545ὑετοῦ ἀμφιβάλῃ ἀλέην·
初子のヤギの皮を牛の腱で縫い合わせ、雨を避けるために背中を覆え。
κεφαλῆφι δʼ ὕπερθεν §546πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·
頭の上には、耳が濡れないように仕立てられたフェルトの帽子をかぶれ。
§547ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος
なぜなら、北風が吹き荒れるとき、朝は冷たいからだ。

語釈・文法注

  1. §480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων — 分詞 ἥμενος(座って)は、作物が十分に育たず、立って堂々と作業するのではなく、惨めにかがみ込んで作業する様子を表している。περὶ χειρὸς は「手の周りに」、すなわち「手のひらに収まる程度の極めて少量の」を意味する。
  2. §493πὰρ δʼ ἴθι χάλκειον θῶκον — πὰρ ἴθι は複合動詞 πάρειμι(通り過ぎる、避ける)が接続詞 δέ を挟んで分離した tmesis(不変化詞分離)の例。「通り過ぎよ」という命令を表す。冬の寒さから逃れて温かい鍛冶屋の炉端などに集まる誘惑を断ち切るよう促している。
  3. §505τοῦτον ἀλεύασθαι — 不定詞 ἀλεύασθαι(避けること)が、命令の機能を持つ命令的不定詞として使われている。文脈上、主節の命令動詞と同等の強い命令や勧告を示す。
  4. §524ὅτʼ ἀνόστεος ὃν πόδα τένδει — ὅτε 節(〜のとき)が、冬の厳寒期という季節的状況を定義している。ἀνόστεος(骨のないもの)はタコを指すヘシオドス風の暗喩。主語 ἀνόστεος の動詞 τένδει(かじる、しゃぶる)は、厳しい冬の間にタコが自らの足を食べるという当時の俗信を表す。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §477-547. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:477-547

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。