- 底本
- Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:477-547
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
冬至に耕作を行う不毛さと遅れて耕作を行う場合の例外的な救済策を述べた後、冬の厳しい寒さと北風の猛威を描き、寒さから身を守る衣服の備えを指示する。
εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλουςαὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
お前は十分に満足して灰色の春を迎えるだろう。他人のほうに目をやる(他人に頼る)こともなく、むしろ他の者がお前を頼りにするようになる。
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,1
もしお前が冬至に神聖な地を耕すなら、座ったまま、手でわずかな穂を握って刈り入れ、
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
埃にまみれ、あまり喜ぶこともなく逆向きに束ね、
οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
籠に入れて運ぶことになり、お前を見る者もほとんどいないだろう。
ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
盾を持つゼウスの心は時によって異なり、
ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
死すべき人間がそれを理解するのは難しい。
εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·
もしお前が遅く耕すなら、これがお前の救済策となるだろう。
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
オークの葉の中でカッコウが初めて鳴き、
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,
広い大地の人間たちに喜びをもたらすとき、
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,
そのときゼウスが三日目に雨を降らせ、それをやめず、
μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·
牛の蹄の深さを超えもせず、またそれに足りなくもないようにするなら、
οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
そのようにして、遅く耕す者も早く耕す者に並ぶことができる。
ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοιμήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.
これらすべてを心に留めよ。灰色の春の訪れも、季節の雨も見逃してはならない。
πὰρ δʼ ἴθι χάλκειον θῶκον2 καὶ ἐπαλέα λέσχην
冬の季節、寒さが人を仕事から遠ざけるときには、
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργωνἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
鍛冶屋の炉端や暖かい集会場を通り過ぎよ。そこでは怠けない男が家を大いに栄えさせることができる。
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃσὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
厳しい冬の困窮が貧しさとともに押し寄せ、痩せた手で腫れた足を揉むようなことにならないように。
πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
怠け者は空しい希望にしがみつき、暮らしに困って、心の中で悪しきことを企てる。
ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
暮らしの備えがない者が集会場に座って抱く希望は、良いものではない。
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
まだ夏の真っ最中のうちに奴隷たちに示せ、「夏がいつまでも続くわけではない、穀物倉を作れ」と。
μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,
レナイオンの月、すなわち牛を虐げる厳しい日々の月と、
τοῦτον ἀλεύασθαι,3 καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν
北風が吹くときに地上にもたらされる冷たい霜を避けよ。
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
その風は馬を育てるトラキアを通り抜けて広い海に吹き込み、
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·
それを荒れ狂わせる。大地と森は咆哮し、
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείαςοὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
多くの高いオークや太いモミを山の谷間に倒し、森全体が激しく鳴り響く。
θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,
獣たちは身震いし、尾を股の間に挟む。
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
その毛深い皮膚を突き抜けて冷たい風が吹き抜ける。
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·
牛の皮も通り抜け、防ぐことはできない。
καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
長い毛のヤギをも通り抜ける。しかし羊の群れは、毛が密集しているため、北風の威力も吹き抜けることはない。
ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
しかし、それは老人を丸く屈ませる。
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
そして、柔らかい肌の乙女の体をも通り抜けることはない。
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει
彼女は家の中で愛する母のそばにとどまり、
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
まだ黄金のアプロディテの営みを知らない。
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ
彼女は体をきれいに洗い、オリーブ油を塗って、
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
冬の日に家の一番奥で横になる。
ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει4ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
それは、骨のない者が火のない家、わびしい住処で、自分の足をかじっているときだ。
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
太陽は彼に獲物を探す場所を示さない。
ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
太陽は黒い人々の国や都市の上を巡り、
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
全ギリシア人を照らすのは遅い。
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
そのとき、角のある獣も角のない森の住人も、
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
歯をガチガチと鳴らしながら、木々の生い茂る谷間を逃げ惑う。
φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
彼らは皆、隠れ場所を求めて、
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
岩の割れ目や洞窟に逃げ込むことばかり考えている。
καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,
そのとき、背中が曲がり、頭を地面に向けて歩く三本足の老人のように、
οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
彼らは白い雪を避けてさまよう。
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
そのときには、私が勧めるように、体を保護するものを身につけよ。
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
柔らかい外套と、地面まで届くチュニックを。
στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
細い経糸に太い緯糸をたくさん織り込んだものを。
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
それを身にまとえば、お前の毛は震えず、
μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
体全体で逆立つこともない。
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιοἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
足には力強く屠られた牛の革で作ったぴったりのサンダルを履き、内側をフェルトで覆え。
πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,
季節の寒さがやって来たときには、初子のヤギの皮を牛の腱で縫い合わせ、
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ
雨を避けるために背中を覆え。
ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθενπῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·
頭の上には、耳が濡れないように仕立てられたフェルトの帽子をかぶれ。
ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος
なぜなら、北風が吹き荒れるとき、朝は冷たいからだ。
- 480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων
分詞 ἥμενος(座って)は、作物が十分に育たず、立って堂々と作業するのではなく、惨めにかがみ込んで作業する様子を表している。περὶ χειρὸς は「手の周りに」、すなわち「手のひらに収まる程度の極めて少量の」を意味する。
- 493πὰρ δʼ ἴθι χάλκειον θῶκον
πὰρ ἴθι は複合動詞 πάρειμι(通り過ぎる、避ける)が接続詞 δέ を挟んで分離した tmesis(不変化詞分離)の例。「通り過ぎよ」という命令を表す。冬の寒さから逃れて温かい鍛冶屋の炉端などに集まる誘惑を断ち切るよう促している。
- 505τοῦτον ἀλεύασθαι
不定詞 ἀλεύασθαι(避けること)が、命令の機能を持つ命令的不定詞として使われている。文脈上、主節の命令動詞と同等の強い命令や勧告を示す。
- 524ὅτʼ ἀνόστεος ὃν πόδα τένδει
ὅτε 節(〜のとき)が、冬の厳寒期という季節的状況を定義している。ἀνόστεος(骨のないもの)はタコを指すヘシオドス風の暗喩。主語 ἀνόστεος の動詞 τένδει(かじる、しゃぶる)は、厳しい冬の間にタコが自らの足を食べるという当時の俗信を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
