Humanitext Reader

赫西俄德 · 工作与时日 §477-547

晚耕的补救与严冬御寒之法

第 8 段,共 12 段 · 希腊语

内容简介

在警告了冬至耕作的薄收并提供晚耕的补救办法后,作者描绘了北风带来的凛冽冬寒,并就如何穿着合适的御寒衣物给出具体建议。

§477εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους §478αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
你将富足地迎来灰色的春天,不需要企求他人,反而他人将会有求于你。
§479εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν, §480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, §481ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων, §482οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
但如果你在冬至时耕种神圣的大地,你将只能坐着收割,手里握着少许麦穗,满身尘土,并不怎么高兴地反向捆绑,装在篮子里运回;很少有人会看你。
§483ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο, §484ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
携盾宙斯的意图时常变化,凡人极难理解。
§485εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη· §486ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι §487τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν, §488τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι, §489μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων· §490οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
但如果你耕作晚了,这或许是你的补救办法:当布谷鸟第一次在橡树叶中啼鸣,给无边大地上的凡人带来喜悦时,那时愿宙斯在第三天降雨且不停息,既不深过牛蹄,也不浅于牛蹄;这样,晚耕者就能与早耕者并驾齐驱。
§491ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι §492μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.
在心中牢记这一切,不要漏掉灰色的春天和及时的雨水。
§493πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην §494ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων §495ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι, §496μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ §497σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
在冬季,当寒冷阻碍人们工作时,请走过铁匠铺和温暖的集会场所,那时勤勉的人可以大大造福他的家庭,免得严冬的无助伴随着贫困将你击倒,使你用干瘪的手去揉肿胀的脚。
§498πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, §499χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
懒惰的人抱着空洞的希望,缺乏生计,他的心中常生恶念。
§500ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, §501ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
对于一个坐在集会场所、缺乏足够生计的人来说,希望并非好事。
§502δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος· §503οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
在仲夏尚在时就要告诉奴隶们: “夏天不会永远持续,建造谷仓吧。
§504μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα, §505τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν §506πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
” 要避开勒奈翁月——那些牛皮冻裂的艰难日子,以及当北风吹过大地时,那些带来严寒的冰霜。
§507ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ §508ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη· §509πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας §510οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ §511ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
北风吹过养马的色雷斯,激荡着广阔的大海,大地和森林发出咆哮;它吹倒山谷中许多高冠的橡树和粗壮的松树,将它们砸向丰饶的大地,此时整个无边的森林都在怒吼。
§512θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο, §513τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν §514ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
野兽战栗,把尾巴夹在股间,即使是那些皮肤覆盖着厚毛的野兽;然而,尽管它们有着毛茸茸的胸膛,寒冷的风依然穿透过去。
§515καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει· §516καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι, §517οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν §518ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
它穿透牛皮,牛皮也无法阻挡;它穿透长毛的绵羊;但羊群因为羊毛浓密,北风的威力无法穿透;但它却使老人像轮子般弯曲。
§519καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν, §520ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει §521οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης· §522εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ §523χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου §524ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει §525ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
它无法穿透皮肤娇嫩的少女,她们留在屋里,陪伴在亲爱的母亲身旁,还不知道金色的阿佛洛狄忒的事务;她们洗净娇嫩的肌肤,涂上丰美的橄榄油,会在冬日里躺在房屋的最深处,那时无骨者在无火的房子和凄凉的住处啃食着自己的脚。
§526οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι· §527ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε §528στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
太阳不向它指明寻找猎物的地方;而是转而巡行在黑皮肤人们的国土和城市上空,较慢地照亮全体希腊人。
§529καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται §530λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα §531φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν, §532ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι §533καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι, §534οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται, §535τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
那时,有角和无角的森林居民,牙齿格格作响,悲惨地逃进茂密的谷间森林;它们的心中都在渴望一件事,即寻找遮蔽所,躲进茂密的藏身处和岩石洞穴;那时它们就像三条腿的凡人,其背脊弯曲,头垂向地面,它们就像那样游荡,躲避着白雪。
§536καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω, §537χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα· §538στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι· §539τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι, §540μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
那时要像我吩咐你的那样,穿上保护身体的衣物,一件柔软的斗篷和一件及地的长袍;在细经线上织入厚密的纬线;把它披在身上,这样你的毛发就不会颤抖,也不会在全身竖立起来。
§541ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο §542ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
双脚绑上用强力宰杀的牛皮制成的合脚凉鞋,里面垫上厚厚的毡子。
§543πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ, §544δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ §545ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν §546πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ· §547ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος
当季节性的寒冷到来时,用牛腱把头胎山羊的皮缝合在一起,披在背上以防雨水;头上戴一顶精制的毡帽,免得耳朵被淋湿;因为当北风降临,清晨是寒冷的。

词汇与语法注释

  1. §480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων — 分词 ἥμενος(坐着)描绘了因作物生长极差而不得不卑微地蹲坐着收割的惨状。短语 περὶ χειρὸς 意为“在手的周围”,即指极少量的、仅能容纳于手掌中的作粮。
  2. §493πὰρ δʼ ἴθι χάλκειον θῶκον — 短语 πὰρ 批 ǐθι 是分词不变化词分离(tmesis)的例子,复合动词 πάρειμι(走过、避开)被连词 δέ 隔开。此处作命令句,意为“走过(铁匠铺)”,告诫人们要抵制冬天在温暖的聚会场所闲荡的诱惑。
  3. §505τοῦτον ἀλεύασθαι — 不定式 ἀλεύασθαι(避开)在此用作“命令式不定式”(infinitive for imperative),表示强烈的命令或劝告,起到了与主语命令动词相同的作用。
  4. §524ὅτʼ ἀνόστεος ὃν πόδα τένδει — ὅτε 从句(……的时候)定义了严冬这一季节特征。ἀνόστεος(无骨者)是赫西俄德式的隐喻,指代章鱼。主语 ἀνόστεος 的动词 τένδει(啃食)反映了当时的一种民间迷信,即章鱼在严冬中会啃食自己的脚。

引用这一段

赫西俄德, 工作与时日 §477-547. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:477-547

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。