Humanitext Reader

ヘシオドス · 仕事と日々 §548-618

季節の移り変わりと農事および生活の心得

9 / 12 箇所 · ギリシア語

要旨

冬から夏、そして秋にかけての季節ごとの農作業(葡萄の剪定、収穫、脱穀、葡萄の処理)と、過酷な冬や夏の暑さをしのぐ生活の知恵、そして航海の季節への移り変わりを論じる。

§548ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος §549ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·
そして、星ちりばめた天から朝の湿った霧が地の上に広がり、恵み豊かな神々(または祝福された人々)の耕地に小麦を育てる湿気をもたらす。
§550ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, §551ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ §552ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι §553πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
それは、絶えず流れる川から水を吸い上げ、風の嵐によって地上の高くに持ち上げられ、あるときは夕方に向けて雨を降らせ、あるときはトラキアの北風が厚い雲を激しく散らす中で吹き荒れる。
§554τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
この霧に先んじて仕事を終え、家に帰るようにせよ。
§555μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, §556χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.
天からの暗い雲がお前を包み込み、体を濡らし、衣服をずぶ濡れにすることが決してないように。
§557ἀλλʼ ὑπαλεύασθαι·
むしろ、これを避けるのだ。
μεὶς γὰρ χαλεπώτατος οὗτος, §558χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.
なぜなら、この月は最も厳しく、冬の、家畜にとっても厳しく、人間にとっても厳しい月だからだ。
§559τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη
そのとき、牛には通常の半分の食料を、人間にはより多くの食料を与えるべきである。
§560ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
なぜなら、長い夜が(休息として体力を維持する)助けとなるからだ。
§561ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν §562ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις §563γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
これらすべてを一年が完了するまで用心深く守り、夜と昼の長さを等しくせよ(それに合わせて食料を均等に配分せよ)、再び万物の母なる大地が様々な実りをもたらす時まで。
§564εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο §565χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ §566Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο §567πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
冬至から六十日を経て、ゼウスが冬の日々を終えさせるとき、まさにそのとき星が、アルクトゥルスがオケアノスの神聖な流れを去り、初めて輝きながら、宵の口に昇る。
§568τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν §569ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
その後に続いて、哀しく鳴くパンディオンの娘たるツバメが、春の始まりに、人間たちの光のもとへと現れる。
§570τὴν φθάμενος οἴνας περταμνέμεν·
彼女が現れるより先に、葡萄の剪定を終わらせよ。
ὣς γὰρ ἄμεινον.
その方が良いからだ。
§571ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ §572Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·
しかし、家を背負う者(カタツムリ)がプレアデスを避け、地面から植物を這い登るとき、そのときはもはや葡萄を耕してはならない。
§573ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
むしろ、鎌を研ぎ、召使いたちを呼び起こせ。
§574φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον §575ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.
刈り入れの季節、太陽が肌を干からびさせるときには、日陰の座席や、夜明けまで眠ることを避けよ。
§576τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
そのときには急いで収穫物を家に運び込め。
§577ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
お前の暮らしが十分なものであるために、夜明け前に起き上がるのだ。
§578ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, §579ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
なぜなら、朝は仕事の三分の一を分け与え、朝は旅をはかどらせ、また仕事をもはかどらせるからだ。
§580ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου §581ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
朝が現れると、多くの者を道へと歩ませ、多くの牛に軛をかけさせる。
§582ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ §583δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν §584πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, §585τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, §586μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
アーティチョークが咲き、鳴き声をあげる蝉が木の上に座って、その羽の下から絶え間なく澄んだ歌を注ぎかけるとき、疲れをもたらす夏の季節に、そのとき、山羊は最も肥え、ワインは最高となり、女性は最も情欲に燃え、男性は最も無力になる。
§587εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, §588αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος·
なぜならシリウスが頭と膝を干からびさせ、暑さで肌が乾ききっているからだ。
ἀλλὰ τότʼ ἤδη §589εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, §590μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, §591καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης §592πρωτογόνων τʼ ἐρίφων·
しかし、まさにそのとき、岩の影、ビブロスのワイン、練り固めたパン、乳を搾り終えた山羊のミルク、そして森で草を食む、まだ子を産んでいない牛の肉や、初産の子山羊の肉があるとよい。
ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον, §593ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, §594ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
そして輝くワインを飲め、日陰に座り、心ゆくまで食べ物で満たされて、激しく吹くゼピュロスの風に顔を向け、絶えず湧き出る、流れる、濁りのない泉のそばで。
§595κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, §596τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
水を三分注ぎ、四番目にワインを注ぎ入れるのだ。
§597δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν §598δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος, §599χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
召使いたちには、デメテルの神聖な実を脱穀するよう促せ、オリオンの強き姿が最初に現れるときに、風通しの良い、丸く整えられた脱穀場で。
§600μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν·
そして、器に適量を測って納めよ。
αὐτὰρ ἐπὴν δὴ §601πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου, §602θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον §603δίζησθαι κέλομαι·
しかし、すべての食料を家の中にしっかりと整えて収めたなら、家を持たない日雇い労働者を雇い、子供のない女の雇い人を探すよう私は命じる。
χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·
乳飲み子を持つ女の雇い人は厄介だからだ。
§604καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
また、鋭い歯の犬を養え。 餌を惜しんではならない。
§605μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.
昼間眠る男(泥棒)がお前の財産を奪うことが決してないように。
§606χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη §607βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν.
干し草とまぐさを運び込め、お前の牛やラバのための十分な蓄えがあるように。
αὐτὰρ ἔπειτα §608δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
そのあとは、召使いたちの親しい膝を休ませ、牛の軛を解け。
§609εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ §610οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς, §611ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
そして、オリオンとシリウスが天の中央に来て、バラの指を持つ暁がアルクトゥルスを見つめるとき、おおペルセスよ、そのときすべての葡萄の房を摘み取って家に運べ。
§612δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας, §613πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι §614δῶρα Διωνύσου πολυγηθέος.
そして、十日十夜の間、太陽にさらし、五日は日陰で覆い、六日目には器に汲み入れよ、多くの喜びをもたらすディオニュソスの贈り物を。
αὐτὰρ ἐπὴν δὴ §615Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος §616δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι §617ὡραίου·
しかし、そのあとプレアデスとヒュアデス、そしてオリオンの強き姿が沈むとき、そのときは再び耕起の準備を心に留めよ、季節に応じたものを。
πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
そうして一年(の実り)は地の下で収まりよく進む。
§618εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
もしお前を、困難に満ちた航海への切望がとらえるなら、

語釈・文法注

  1. §554τὸν φθάμενος — 動詞 `φθάνω`(先んじる)のアオリスト分詞中道態 `φθάμενος` が、主動詞のように機能する命令的不定詞 `νέεσθαι`(帰るべし)を修飾している。`τὸν` は直前の `ἀήρ`(霧・湿気)を指す男性単数対格であり、全体として「この霧よりも先回りして、仕事を終えて家に帰るようにせよ」という先取り・迅速のニュアンスを表す構文である。
  2. §559τὤμισυ βουσίν — 「半分(の食料)」を意味する `τὤμισυ`(`τὸ ἥμισυ` の縮約形)と、与格 `βουσίν`(牛たちに)の間で、動詞(「与えるべきである」などの意)が省略されている。後半の `πλέον εἴη ἁρμαλιῆς`(より多くの食料があるように)という希求法に呼応した非人称的な義務・推奨の構文。続く `ἐπίρροθοι`(助けとなるもの)は、冬の長い夜が牛にとっては休息により代謝が落ちるため半分の餌で足りることを、人間にとっては長い休息時間が体力を補うことを説明している。
  3. §589εἴη — 独立文における願望・推奨の希求法(`εἴη`、「〜があるとよい」)。ここでは物理的な存在や所有を促す緩やかな命令・推奨のニュアンスで用いられており、589行から592行にかけての各種名詞(`σκιή`, `οἶνος`, `μᾶζα`, `γάλα`, `κρέας`)がすべてこの `εἴη` の主語として連なっている。592行の不定詞 `πινέμεν`(飲むべし)へと論理的に接続する。
  4. §596τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου — 古代ギリシアにおけるワインの希釈割合を指示する表現。属格 `ὕδατος` と `οἴνου` は、分量・部分を表す属格(部分属格)。直訳すると「水の(部分から)三度注ぎ、四番目にワインの(部分を)注ぎ入れよ」となり、水3に対してワイン1という、かなり薄められた(しかし日中の熱中症を避けるための実用的な)混合比率を示している。`προχέειν` と `ἱέμεν` はともに命令的不定詞である。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §548-618. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:548-618

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。