Humanitext Reader

ヘシオドス · 仕事と日々 §340-404

隣人との交わりと星辰に従う農作業の勧め

6 / 12 箇所 · ギリシア語

要旨

ヘシオドスはペルセスに対し、隣人関係の重要性や堅実な世渡りの知恵を授けた後、プレアデス星団の運行に合わせた農作業の時期と勤勉な労働の必要性を強く説く。

§340ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, §341ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
彼らがなだめられた心と魂を抱くように、お前が他人の土地を買い取ることができ、他人がお前のものを買い取ることがないように。
§342τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·
友を宴に招き、敵は放っておけ。
§343τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·
とりわけ、お前の近くに住む者を招くがよい。
§344εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται, §345γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
なぜなら、もしもお前に何か地元の急な事態が起こったなら、隣人たちは帯も締めずに駆けつけ、親族は帯を締めるからだ。
§346πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.
悪い隣人は災いであり、良い隣人が大いなる恵みであるのと同じである。
§347ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.
良い隣人を得た者は、まさに価値ある分け前を得たのである。
§348οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.
悪い隣人がいなければ、牛一頭とて失われることはないだろう。
§349εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι, §350αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι, §351ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
隣人からは十分に量って受け取り、十分に返せ、同じ枡で、そしてできればそれ以上のものを、お前が必要とするときに、後々まで確かな助けを得られるように。
§352μὴ κακὰ κερδαίνειν·
不正な利益を得ようとするな。
κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.
不正な利益は破滅に等しい。
§353τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
愛してくれる者を愛し、近づいてくる者に近づけ。
§354καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.
与える者には与え、与えない者には与えるな。
§355δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.
与える者には誰かが与えるが、与えない者には誰も与えない。
§356δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.
贈り物は善であり、強奪は悪であり、死をもたらすものである。
§357ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη, §358χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·
なぜなら、自ら望んで与える男は、たとえ多くを与えたとしても、その贈り物を喜び、自らの心の中で楽しむからだ。
§359ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας, §360καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.
しかし、恥知らずさに従っておのずから奪い取る者は、たとえそれが小さなものであっても、彼自身の心を凍りつかせる。
§363ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·
すでにあるものに付け加える者、その者は燃えるような飢えを防ぐ。
§361εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο §362καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
なぜなら、たとえ小さくとも、小さなものの上に小さなものを積み重ね、これを度々行うならば、やがてそれも大きなものとなるだろうからだ。
§364οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
家の中に蓄えられているものは、男を煩わせることはない。
§365οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
家にいる方が良い、屋外にあるものは有害だからだ。
§366ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ §367χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.
手元にあるものから取ることは善であり、手元にないものを欲することは心にとって苦痛である。 これをお前によく考えるよう勧める。
§368ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
瓶の始まりと終わりに、十分に満たされよ。
§369μεσσόθι φείδεσθαι·
中ほどでは節約せよ。
δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.
底の段階での節約は惨めなものだ。
§370μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
友なる男に約束した報酬は、確実なものとせよ。
§371καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
たとえ兄弟であっても、笑いながら証人を立てよ。
§372πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
なぜなら、信頼も不信も、等しく男たちを滅ぼしてきたからだ。
§373μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω §374αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
お尻を飾り立てた女にお前の心を欺かせるな、甘い言葉をささやき、お前の倉をねらっている女に。
§375ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.
女を信じる者は、泥棒を信じる者である。
§376μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
独り息子が父祖の家を養うのがよい。
§377φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
そうすれば館の中で富が増していくからだ。
§378γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.
しかし、もう一人の子を残して、年老いて死ぬのもよい。
§379ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
ゼウスはより多くの者たちに、容易にはかり知れない富を授けられるからだ。
§380πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.
人数が多ければそれだけ世話も多くなるが、蓄えも大きくなる。
§381σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν, §382ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.
もしお前の心の中で富が望まれているなら、このように行い、仕事の上に仕事を重ねて働け。
§383πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
アトラスの娘たち、プレアデス星団が昇るときに刈り入れを始めよ。
§384ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
そして彼女たちが沈むときに耕作を始めよ。
§385αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα §386κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ §387φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
彼女たちは四十日の間、夜も昼も姿を隠し、年が巡るにつれて鉄が研がれる頃に再び初めて姿を現す。
§388οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης §389ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα, §390πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον §391ναίουσιν·
これが平野に住む者たち、また海の近くに住む者たち、そして起伏に富む谷あいや、うねる海から遠く離れた肥沃な地に住む者たちの掟である。
γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, §392γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα §393ἔργα κομίζεσθαι Δημήτερος·
裸で種をまき、裸で牛を追い、裸で刈り入れをせよ、もしお前が季節ごとにすべてのデメテルの恵みを手に入れたいと望むなら。
ὥς τοι ἕκαστα §394ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων §395πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
お前の農作物がそれぞれの季節に成長し、後々になってお前が困窮し、他人の家で物乞いをして、何一つ得られないということがないように。
§396ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες·
お前が今も私のところに来たように。
ἐγὼ δέ τοι οὐκ ἐπιδώσω §397οὐδʼ ἐπιμετρήσω·
だが私はお前にこれ以上与えはしないし、量り分けてやりもしない。
ἐργάζευ, νήπιε Πέρση, §398ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
働きなさい、愚かなペルセスよ、神々が人間に課した仕事を。
§399μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων §400ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.
いつか子供たちや妻とともに心に悲しみを抱きながら、隣人の間で生計を求め、彼らに無視されることがないように。
§401δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι·
二度、三度は、おそらく手に入るだろう。
ἢν δʼ ἔτι λυπῇς, §402χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·
だがさらにお前が彼らを煩わすなら、お前は何一つ得られず、多くの無駄な言葉を費やすことになる。
§403ἀχρεῖος δʼ ἔσται ἐπέων νομός.
言葉の群れは無駄になるだろう。
ἀλλά σʼ ἄνωγα §404φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.
だから私はお前に勧める、負債の返済と、飢えを避ける手段をよく考えるように。

語釈・文法注

  1. 345ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί — 「帯を締めずに(=ἄζωστοι)」と「帯を締めて(=ζώσαντο)」の対比。近隣の危機に直面した隣人は身支度を整える間もなく駆けつけてくれるが、遠くに住む親族は身づくろいをしてから来るため遅れることを示し、隣人と良好な関係を保つことの重要性を説いている。
  2. 369δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ — 「底における節約は惨め(無駄)である」という古代の諺。樽や瓶がほぼ空になってから節約を始めても手遅れで効果がないことを、人生の蓄えや資源の管理に例えている。
  3. 371γελάσας ἐπὶ μάρτυρα θέσθαι — 分詞 γελάσας は「笑いながら(冗談めかして)」という様態あるいは譲歩を表す。兄弟のような身内であっても、金銭や契約の約束においては証人を立てておくべきだという実利的な処世術を示している。
  4. 378ἕτερον παῖδʼ ἐγκαταλείπων — 376行目で「独り息子が家を継ぐのが望ましい」と述べた後、本行で「もう一人の子を残して老いて死ぬ」ことに言及し、一見矛盾する。しかし379行目でゼウスは多くの子供にも容易に富を分け与え得ると続けることで、勤勉であれば複数の子孫がいても富を維持・拡大できると議論を調停している。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §340-404. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:340-404

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。