Humanitext Reader

ヘシオドス · 仕事と日々 §274-339

正義の尊さと徳と労働への勧め

5 / 12 箇所 · ギリシア語

要旨

著者はペルセスに対し、人間固有の掟である正義を重んじるよう勧め、徳への険しい道と労働の重要性を解く。また、不正な富や不義に対する神々の罰を警告し、正しい労働と神々への適切な供儀による生活の確立を促す。

§274ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι, §275καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.
おおペルセスよ、お前はこれらを心に留め、正義に耳を傾け、暴力を完全に忘れ去るのだ。
§276τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων §277ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς §278ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·
なぜなら、クロノスの子はこの掟を人間に定められたからだ、魚たちや獣たち、羽のある鳥たちには互いに食らい合うことを。 彼らの間には正義がないからだ。
§279ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη §280γίγνεται·
しかし、人間には正義を授けられた。 それははるかに優れたものとなる。
εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι §281γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
なぜなら、誰かが正義を承知の上で正しく語ることを望むなら、彼に広く見渡すゼウスは繁栄を授けられるからだ。
§282ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας §283ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
しかし、誰かが証言において自ら進んで偽証を誓い、嘘をつき、正義を傷つけて、取り返しのつかない迷妄に陥るなら、彼の血統はのちに衰え消えていく。
§284τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται· §285ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
しかし、誓いを守る男の血統はのちにより栄える。
§286σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
大いなる愚か者ペルセスよ、お前のために私は良いことを思って語ろう。
§287τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι §288ῥηιδίως·
悪徳は、群れをなしてさえ、手に入れることが容易だ。
λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·
道は平らで、きわめて近くに住んでいるからだ。
§289τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν §290ἀθάνατοι·
だが、徳の前には、不滅の神々が汗を置かれた。
μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν §291καὶ τρηχὺς τὸ πρῶτον·
そこへの道は長く、険しく、初めは平坦ではない。
ἐπὴν δʼ εἰς ἄκρον ἵκηται, §292ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
しかし、頂上に達したときには、たとえ困難なものであっても、それからは容易なものとなる。
§293οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ §294φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·
すべてにおいて自ら考え、見極める者、この男が最も優れている、のちに、そして最後までに何がより良いかについて。
§295ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
また、よく語る者に従う者も、優れた男である。
§296ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων §297ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.
しかし、自ら考えることもせず、他人の言うことを聞いて心に留めようとしない者、その男は役に立たない男である。
§298ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς §299ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς §300ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ §301αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
だが、お前は常に私たちの勧めを心に留めて働きなさい、高貴な血統のペルセスよ、飢えがお前を憎み、美しい冠をかぶった敬われるデメテルがお前を愛し、お前の倉を糧で満たしてくれるように。
§302λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
なぜなら、飢えは怠惰な男には完全に付きものだからだ。
§303τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς §304ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
怠惰に暮らす者、尾を切り落とされた雄蜂に気質が似ている者には、神々も人間も怒りを覚える。
§305οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ §306ἔσθοντες·
彼らは働きもせず、蜜蜂たちの労苦の成果を食べて浪費する。
σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν, §307ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
お前は適度な仕事を整えることを好め、お前の倉が季節の糧で満ちるように。
§308ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·
仕事によって、人間は羊を多く持ち、富む者となる。
§309καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
そして、働く者は不滅の神々にとって、はるかに愛されるものとなる。
§311ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.
仕事は決して恥ではなく、怠惰こそが恥である。
§312εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς §313πλουτεῦντα·
もしお前が働くなら、すぐに怠惰な者もお前が富むのを羨むだろう。
πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
富には徳と名誉が従うのだから。
§314δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον, §315εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν §316εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
お前がいかなる運命にあろうとも、働く方がより優れている、もし他人の財産から愚かな心を仕事へと向け、私が勧めるように生計を心に掛けるなら。
§317αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, §318αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.
役に立たない恥は困窮した男を伴う、男たちを大いに害し、また益するその恥が。
§319αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
恥は困窮に付きまとい、不敵さは富に付きまとう。
§320χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.
財産は奪い取るべきではなく、神から授けられたものの方がはるかに優れている。
§321εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, §322ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ §323γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ §324ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ· §325ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
なぜなら、もし誰かが力ずくで大いなる富を奪い取るか、あるいは舌によって略奪するようなことがあれば(そのようなことは多く起こる、利得が人間の心を欺き、恥知らずが恥を抑えつけるときには)、神々は容易に彼を衰えさせ、その男の家を減少させる。
§326ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
そして、富が彼に従うのはわずかな時間の間だけである。
§327ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ, §328ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ §329κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων, §330ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, §331ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ §332νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·
嘆願者や異邦人に悪をなす者も、それと同等である、あるいは、自分の兄弟のベッドに上がり、その妻の秘められた寝床を汚し、不義の行いをする者、あるいは、誰かの孤児となった子供たちに愚かにも罪を犯す者、あるいは、老いた親を、老齢の悲しい境遇において激しい言葉を浴びせて責め立てる者。
§333τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν §334ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
彼に対しては、まさにゼウスご自身が怒り、最後には不正な行いに対して、過酷な報いを与えられる。
§335ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.
しかし、お前はそれらのことから愚かな心を完全に遠ざけよ。
§336κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν §337ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·
そして、不滅の神々に対しては、力に応じて犠牲を捧げよ、清く、かつ汚れなく。 そして、輝かしい腿の骨を焼け。
§338ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, §339ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,
また、別の時には、お酒の奉納や犠牲獣の煙で神々を和めよ、お前が眠りに就くとき、そして、聖なる光が訪れるときに。

語釈・文法注

  1. §291ἐπὴν δʼ εἰς ἄκρον ἵκηται — ἵκηται の主語は、文脈上「徳の道」を登る一般の「人(旅人)」を補うか、あるいは「道 (οἶμος)」自体が頂上に達することを示す。ここでは人間が頂点に達する場合として解釈するのが自然である。後続の χαλεπή περ ἐοῦσα は「(道は)以前は困難であったとしても」あるいは「本質的には困難なものでありながらも」という譲歩の意味を表す分詞である。
  2. §314δαίμονι δʼ οἷος ἔησθα — 解釈が分かれる難所。直訳すると「お前の神(運命・財産状況)において、お前がいかなる者であったとしても」となり、「お前の運命がどのようなものであろうとも」あるいは「お前が現在どのような財産境遇に置かれていようとも」という意味を表す。仕事から逃げずに働くことの普遍的な重要性を強調している。
  3. §317αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει — οὐκ ἀγαθὴ(良くない)は恥(遠慮、気後れ、ためらい)の否定的な側面を形容する。κομίζει(伴う、世話をする、引き立てる)は、そのような消極的な恥が困窮した男(κεχρημένον ἄνδρα)につきまとい、自立的な行動を妨げることを示している。
  4. §322ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται — §321の εἰ γάρ τις...(もし誰かが…なら)から続く条件節の一部。ὅ γε は主語を強調する指示代名詞(彼は)。ἀπὸ γλώσσης(舌によって)は、不当な言葉や偽証、あるいは騙し言を用いて財産を略奪することを指す。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §274-339. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:274-339

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。