Humanitext Reader

ヘシオドス · 仕事と日々 §207-273

正義の勧めと傲慢に対するゼウスの罰

4 / 12 箇所 · ギリシア語

要旨

鷹と夜啼き鶯の寓話の結び、そしてペルセスと王たちへの警告を通じ、傲慢を避けて正義を遵守することの重要性と、不正に対する神々およびゼウスの監視と罰が論じられる。

§207δαιμονίη, τί λέληκας;
「哀れな者よ、なぜ叫ぶのだ?
ἔχει νύ σε πολλὸν ἀρείων·
今やお前よりはるかに優れた者がお前を掴んでいる。
§208τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
私はお前が歌い手であっても、自分が連れて行くところへお前を連れて行くのだ。
§209δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
私が望むなら、お前を食事にするか、あるいは放してやる。
§210ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·
自分より優れた者たちに対抗して争おうと望む者は愚か者だ。
§211νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει. §212ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
彼は勝利を奪われ、不名誉に加えて苦痛を被るのだから」速く飛ぶ鷹、翼を広げた鳥はこう語った。
§213ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·
おおペルセスよ、お前は正義に耳を傾け、傲慢を増大させるな。
§214ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ·
傲慢は哀れな凡夫にとって悪しきものだ。
οὐδὲ μὲν ἐσθλὸς §215ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς §216ἐγκύρσας ἄτῃσιν·
優れた男でさえ容易にそれに耐えることはできず、災厄に出会ってその下で重荷に苦しむ。
ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν §217κρείσσων ἐς τὰ δίκαια·
別の側の道を通って正義へと進む方がより優れている。
Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει §218ἐς τέλος ἐξελθοῦσα·
正義は最後まで行き着いた時に傲慢を圧倒する。
παθὼν δέ τε νήπιος ἔγνω.
愚か者も痛い目にあって初めて悟るのだ。
§219αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
なぜなら、たちまち「誓い」がねじ曲げられた判決と共に走るからだ。
§220τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι §221δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
賄賂を貪る男たちがディケーを引きずり、ねじ曲げられた判決で法を裁くとき、正義の引きずられる騒ぎが起こる。
§222ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, §223ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, §224οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
彼女は霧をまとって、人々に災いをもたらしながら、都市と人々の住処を泣きながら付き従う、彼女を追い出し、公正に分け与えなかった人々のところへと。
§225Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν §226ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου, §227τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·
異邦人や土地の人々に公正な裁判を与え、正しいことから少しも逸脱しない人々、彼らの都市は繁栄し、人々はその中で栄える。
§228εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς §229ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
地の上には若者を育む平和があり、広く見渡すゼウスが彼らに苦痛に満ちた戦争を割り当てることは決してない。
§230οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ §231οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
公正な裁判を行う人々の間には、飢えも災厄も決して従わず、彼らは祝宴に満ちた労働 of 成果を享受する。
§232τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς §233ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·
彼らには地が多くの糧をもたらし、山では樫の木が、梢にはどんぐりを、幹の中ほどには蜜蜂を宿す。
§234εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν· §235τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·
毛深い羊たちは羊毛の重みでたわみ、妻たちは親に似た子供を産む。
§236θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν
彼らは絶えず良いもので栄え、船に乗って出行くことはない。
§237νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
生気を与える耕地が果実をもたらすからだ。
§238οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, §239τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
しかし、悪しき傲慢と非道な行いを気にかける者たちには、広く見渡すゼウス、クロノスの子が罰を割り当てる。
§240πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, §241ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
しばしば、都市全体が一人の悪人のために罰を被る、罪を犯し、不届きなことを企てる一人のために。
§242τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων §243λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.
彼らにクロノスの子は天から大いなる災い、飢えと疫病を同時をもたらし、人々は滅びていく。
§244οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι §245Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου·
女たちは子を産むことなく、家は減少する、オリンポスのゼウスの御意志によって。
ἄλλοτε δʼ αὖτε §246ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος §247ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.
また別の場合には、クロノスの子は彼らの広大な軍勢を滅ぼすか、あるいは城壁を、または海上の船を彼らから奪い去る。
§248ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
おお、王たちよ。
§249τήνδε δίκην·
あなたがた自身も、この正義の裁判をよく考えよ。
ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες §250ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν §251ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
なぜなら、人間の近くにいて不死の神々は、ねじ曲げられた判決で互いをすり減らし、神々の報いを気にかけない者たちを監視しているからだ。
§252τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ §253ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·
なぜなら、多くの者を養う地の上には、三万ものゼウスの不滅の守護者たちがいて、死すべき人間を見守っている。
§254οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα §255ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.
彼らは霧をまとって大地の至る所を行き巡り、裁判と非道な行いを監視しているのだ。
§256ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα, §257κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
また、乙女なる正義がおり、ゼウスから生まれ、オリンポスを領する神々の間でも高貴で、敬われる存在である。
§258καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων, §259αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι §260γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ
そして、誰かが彼女をねじ曲げて非難し傷つけるときには、ただちに彼女は父ゼウス、クロノスの子の傍らに座り、人間の不正な心を告げる。
§261δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες §262ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
王たちの不遜な行いを民が償うために、邪悪なことを企て、裁判をねじ曲げて語り、他方へそらす王たちの。
§263ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας
これらを警戒して、王たちよ、裁判を真っ直ぐにせよ、賄賂を貪る者たちよ。
§264δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
ねじ曲げられた裁判のことを完全に忘れ去れ。
§265οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
他人に悪をなす男は、自分自身に悪をなしているのだ。
§266ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
悪しき企ては、それを企てた者にとって最も悪しきものとなる。
§267πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας §268καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει, §269οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
すべてを見、すべてを理解するゼウスの眼は、もし望むなら、これをも注視しており、見逃すことはない、都市がその内にいかなる正義を閉じ込めているかを。
§270νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος §271εἴην μήτʼ ἐμὸς υἱός·
今や、私自身も人間の間で正しい者でありたくはないし、私の息子もそうだ。
ἐπεὶ κακὸν ἄνδρα δίκαιον §272ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
なぜなら、もしより不義な者がより大きな正義を手にするなら、正しい男であることが災いとなるからだ。
§273ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
だが、知謀に満ちたゼウスが、このようなことを実現させるとは、私はまだ信じていない。 」

語釈・文法注

  1. §208ᾗ σʼ ἂν ἐγώ περ ἄγω — 接続法 ἄγω は一般相対節で ἄν と共に用いられ、「私があなたを連れて行くところならどこへでも」という一般化された現在・未来の意を示す。
  2. §215φερέμεν — エピコス・不定詞の形で、古典期の φέρειν に相当する。非人称の δύναται と共に用いられ、「耐えること」を意味する。
  3. §218ἔγνω — いわゆる「格言的アオリスト(gnomic aorist)」であり、一般的な真理(「愚か者も経験して初めて悟る」)を表すため、現在時制のように訳される。
  4. §220τῆς δὲ Δίκης ῥόθος ἑλκομένης — 属格独立構文(genitive absolute)。引きずられる対象としての「正義(Δίκη)」の状況を表し、主節へと繋がる。
  5. §260ὄφρʼ ἀποτίσῃ — 接続詞 ὄφρα は目的節を導き、接続法 ἀποτίσῃ を伴って「民が王たちの罪の報いを受ける(償う)ために」の意。ἀτασθαλίας は償いの原因を示す属格。
  6. §265οἷ γʼ αὐτῷ — 与格の 3人称代名詞 οἷ(再帰的「自分自身に」)と、強意の αὐτῷ が並置されており、「彼自身に」を強く表す。

この箇所を引用する

ヘシオドス, 仕事と日々 §207-273. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:207-273

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。