§207δαιμονίη, τί λέληκας;
“可怜的家伙,你为什么啼哭?
ἔχει νύ σε πολλὸν ἀρείων·
现在一个比你强大得多的人正抓住你。
§208τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
哪怕你是个歌唱者,我带你到哪里,你就得去哪里。
§209δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
如果我愿意,我就把你当作晚餐,或者把你放掉。
§210ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· §211νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.
凡是企图与比自己强大的人抗衡的人,都是愚蠢的;因为他不仅会被夺去胜利,还要在屈辱之外遭受痛苦。
§212ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
” 疾飞的鹰、展翅的鸟就这样说道。
§213ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε· §214ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς §215ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς §216ἐγκύρσας ἄτῃσιν·
噢,珀耳塞斯,你要听从正义,不要助长傲慢;因为傲慢对于卑微的凡人是邪恶的;即便是高贵的人也无法轻易承受它,反而会在遭遇灾祸时在其重压之下受苦。
ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν §217κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει §218ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.
从另一侧的道路走过,迈向正义,才是更好的选择;正义在走到终点时终将战胜傲慢;愚蠢的人也只有在遭受痛苦后才会明白。
§219αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
因为“誓言”立刻就会伴随着歪曲的判决奔跑。
§220τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι §221δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
当贪图贿赂的判官拉扯正义、用歪曲的判决审判律法时,就会发出正义被拉扯的嘈杂声。
§222ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, §223ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, §224οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
她身披迷雾,给人类带来灾难,哭泣着跟随在城邦和人民的住所后面,那些驱逐她、不给予她公正分配的人。
§225Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν §226ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου, §227τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ· §228εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς §229ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
而那些给外邦人和本地人公正判决、且丝毫不偏离正义之途的人,他们的城邦繁荣,人民在其中兴旺;育育青年的和平在大地上延伸,宽容的宙斯绝不会向他们降下痛苦的战争。
饥荒和灾祸绝不会伴随正直判决的人,他们分享着在丰盛节日中照料的工作成果。
§232τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς §233ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας· §234εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν· §235τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν· §236θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν §237νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
大地为他们带来丰厚的生计,山上的橡树树梢结满橡子,树干中部孕育着蜜蜂;羊群因厚重的羊毛而向下低垂;妇女们生育出像父母的孩子;他们持续不断地享受着美好事物的繁荣;他们不用乘船出行,赐予生命的土地自会为他们结出果实。
§238οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, §239τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
但对那些关注邪恶傲慢和残暴行为的人,宽容的克罗诺斯之子宙斯会向他们降下惩罚。
往往整个城邦都会因为一个恶人而遭殃,凡是犯下罪行并策划狂妄勾当的人。
克罗诺斯之子从天空中向他们降下巨大的灾难,饥荒和瘟疫接踵而至;人民随之消亡。
§244οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι §245Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε §246ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος §247ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.
妇女们不再生育,房屋也日渐衰落,这一切都出于奥林匹斯宙斯的意旨;在其他时候,克罗诺斯之子要么摧毁他们庞大的军队,要么毁掉他们的城墙,或者在海上夺走他们的船只。
§248ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ §249τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες §250ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν §251ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
噢,王公们,你们自己也要仔细考虑这正义的审判;因为神明近在人类身旁,注视着那些用歪曲的判决互相折磨、不顾神明报应的所有人。
§252τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ §253ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων· §254οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα §255ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.
因为在大地上,有三万名宙斯的不朽守护者,监视着凡人,他们身披迷雾,游走于大地的每个角落,监视着判决和强暴的行为。
还有贞洁的正义,她是宙斯的女儿,在掌管奥林匹斯的众神中高贵而受人尊敬。
§258καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων, §259αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι §260γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ §261δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες §262ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
每当有人歪曲、诽谤、伤害她时,她会立刻坐在父亲克罗诺斯之子宙斯身旁,控诉人类不正义的心思,好让民众为王公们的狂妄行为付出代价,那些心怀鬼胎、歪曲言辞、将判决引向歧途的王公们。
§263ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας §264δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
警惕这些吧,王公们,公正你们的判决,你们这些贪图贿赂的人,彻底忘掉那些歪曲的判决吧。
一个人为他人策划恶事,就是在为自己策划恶事,恶毒的计谋对那出谋划策的人最为有害。
§267πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας §268καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει, §269οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
宙斯的眼睛,看透一切,理解一切,如果他愿意,现在也正注视着这些,这绝瞒不过他,哪怕是这个城邦内部所维系的是怎样的正义。
§270νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος §271εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον §272ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
如今,在人群之中,我宁愿自己不是个正直的人,也不愿我的儿子是;因为做一个正直的人是一件坏事,如果更不正义的人将获得更大的正义。
§273ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
但这些事,我还不相信智慧的宙斯会允许它们发生。 ”