§73εἰς τοῦτο τὸ συμπόσιον — οἶδ’ ὅτι γελάσονταί τινες ἀκούσαντες, γελάσονται δὲ οἱ κλαυθμῶν καὶ θρήνων ἄξια δρῶντες — οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, θερμὸν δὲ τῶν πρεσβυτάτων τοῖς ἁβροδιαίτοις·
この饗宴には――これを聞いて笑う者もいるだろうが、笑う者たちこそ涙と嘆きに値する行いをしている者たちであることを私は知っているが――それらの日にはワインは運び込まれず、極めて澄んだ水が運び込まれる。 それは多くの者には冷たく、長老たちのうちで繊細な暮らしをしている者たちには温かい。
καὶ τράπεζα καθαρὰ τῶν ἐναίμων, ἐφ’ ἧς ἄρτοι μὲν τροφή, προσόψημα δὲ ἅλες, οἷς ἔστιν ὅτε καὶ ὕσσωπος ἥδυσμα παραρτύεται διὰ τοὺς τρυφῶντας.
また食卓は生血のあるもの(肉)から清められており、その上には主食としてのパンと、おかずとしての塩がある。 それらに、時には美食を好む者たちのためにヒソプが調味料として添えられる。
§74νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται·
というのも、祭司たちがしらふで犠牲を捧げるように、これらの人々に対しても、しらふで生きることを正しい理性が指示しているからである。
οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ πολυτελῆ τὸ θρεμμάτων ἀπληστότατον διερεθίζει, τὴν ἐπιθυμίαν.
ワインは愚行の薬であり、贅沢なおかずは生き物の中で最も貪欲なもの、すなわち欲望を刺激する。
§75καὶ τὰ μὲν πρῶτα τοιαῦτα.
最初の事柄は以上の通りである。
μετὰ δὲ τὸ κατακλιθῆναι μὲν τοὺς συμπότας ἐν αἷς ἐδήλωσα τάξεσι, στῆναι δὲ τοὺς διακόνους ἐν κόσμῳ πρὸς ὑπηρεσίαν ἑτοίμους, ὁ πρόεδρος αὐτῶν, πολλῆς ἁπάντων ἡσυχίας γενομένης — πότε δὲ οὐκ ἔστιν; εἴποι τις ἄν· ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον, ὡς μηδὲ γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον —, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως — οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται —, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον ἔχουσι.
会食者たちが私の説明した順序で席に着き、給仕者たちが奉仕の用意を整えて整然と立った後で、彼らの指導者は、皆の間に深い沈黙が生じたときに――「沈黙していない時などあるだろうか」と誰かが言うかもしれないが、以前にもまして深い沈黙であり、誰も一言も呟くことさえ、あるいは激しく息をすることさえあえてしないほどである――、聖なる書物の中の何かを探求するか、あるいは他の誰かから提示された問いを解明する。 彼は自己顕示など全く顧みず――なぜなら彼は弁論の巧みさによる名声を求めていないからである――、何かをより正確に見極めたいと渇望し、見極めたなら、自分と同じようには鋭い洞察力を持たずとも、少なくとも学ぶことへの同様の熱望を抱いている人々に対して、それを惜しみなく分かち合おうと望みつつそれを行う。
§76καὶ ὁ μὲν σχολαιοτέρᾳ χρῆται τῇ διδασκαλίᾳ, διαμέλλων καὶ βραδύνων ταῖς ἐπαναλήψεσιν, ἐγχαράττων ταῖς ψυχαῖς τὰ νοήματα — τῇ γὰρ ἑρμηνείᾳ τοῦ εὐτρόχως καὶ ἀπνευστὶ συνείροντος ὁ τῶν ἀκροωμένων νοῦς συνομαρτεῖν ἀδυνατῶν ὑστερίζει καὶ ἀπολείπεται τῆς καταλήψεως τῶν λεγομένων —·
そして彼はかなりゆったりとした教え方をし、繰り返しを交えて時間をかけ、魂にその意味を刻み込む。 というのも、よどみなく息をもつかせず言葉を連ねる者の解釈に対しては、聞く者たちの精神はついていくことができず、遅れをとり、語られている内容の理解から取り残されてしまうからである。
§77οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός·
一方、彼らは耳をそばだて、目を彼のほうへと注ぎ、同じ姿勢のままで聞き入る。 理解し把握したことは、うなずきや視線で示し、語る者への賛意は、穏やかな表情や顔をゆっくりと動かすことで表し、疑問は、頭を静かに振ることや、右手の指先を動かすことで示す。
οὐχ ἧττον δὲ τῶν κατακεκλιμένων οἱ παρεστῶτες νέοι προσέχουσιν.
そして、席に横たわっている者たちに劣らず、傍らに立っている若者たちも注意深く聞き入っている。
§78αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις·
聖なる書物の解釈は、寓意における隠された意味を通じて行われる。
ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ἐν ᾧ ἤρξατο ἡ λογικὴ ψυχὴ διαφερόντως τὰ οἰκεῖα θεωρεῖν, ὥσπερ διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα καὶ τὰ μὲν σύμβολα διαπτύξασα καὶ διακαλύψασα, γυμνὰ δὲ εἰς φῶς προαγαγοῦσα τὰ ἐνθύμια τοῖς δυναμένοις ἐκ μικρᾶς ὑπομνήσεως τὰ ἀφανῆ διὰ τῶν φανερῶν θεωρεῖν.
なぜなら、律法全体がこれらの人々にとっては生き物に似ていると思われ、文字通りの規定は肉体であり、言葉の中に潜んでいる目に見えない精神(ヌース)は魂であると思われるからである。 その中で理性的魂は、自分に固有のものを格別に観照し始めるのである。 それは、言葉という鏡を通じて、そこに現れる思想の類いまれな美しさを見出し、象徴を解きほぐして覆いを取り去り、わずかな手がかりから、目に見えるものを通じて目に見えないものを観照できる人々に対して、内に秘められた考えを裸にして光の中へと引き出すことによって行われる。
§79ἐπειδὰν οὖν ἱκανῶς ὁ πρόεδρος διειλέχθαι δοκῇ καὶ κατὰ προαίρεσιν ἀπηντηκέναι τῷ μὲν ἡ διάλεξις εὐσκόπως ταῖς ἐπιβολαῖς, τοῖς δὲ ἡ ἀκρόασις, κρότος ἐξ ἁπάντων ὡς ἂν συνηδομένων εἰς τὸ ἔτι ἑψόμενον γίνεται.
それゆえ、指導者が十分に語り終えたとみなされ、彼の講話が的確に意図に合致し、彼らの傾聴もまた望み通りになったとき、これから続くことに対して共に喜んでいるかのように、一同から拍手が起こる。
§80καὶ ἔπειτα ὁ μὲν ἀναστὰς ὕμνον ᾄδει πεποιημένον εἰς τὸν θεόν, ἢ καινὸν αὐτὸς πεποιηκὼς ἢ ἀρχαῖόν τινα τῶν πάλαι ποιητῶν — μέτρα γὰρ καὶ μέλη καταλελοίπασι πολλὰ ἐπῶν τριμέτρων, προσοδίων ὕμνων, παρασπονδείων, παραβωμίων, στασίμων χορικῶν στροφαῖς πολυστρόφοις εὖ διαμεμετρημένων —, μεθ’ ὃν καὶ οἱ ἄλλοι κατὰ τάξεις ἐν κόσμῳ προσήκοντι, πάντων κατὰ πολλὴν ἡσυχίαν ἀκροωμένων, πλὴν ὁπότε τὰ ἀκροτελεύτια καὶ ἐφύμνια ᾄδειν δέοι·
そしてその後に、ある者が立ち上がって神のために作られた賛歌を歌う。 彼自身が新しく作ったものか、あるいは昔の詩人たちによる古いもののいずれかを。 彼らは三歩格の詩、入場歌、献酒歌、祭壇歌、そして多くの旋回でよく測られた合唱隊の定立歌など、多くの韻律と旋律を残しているからである。 彼の後に、他の人々も適切な順序に従って整然と歌う。 その間、一同は深い沈黙のうちに耳を傾けているが、末尾の句や折り返しの歌を歌うべき時は別である。
τότε γὰρ ἐξηχοῦσι πάντες τε καὶ πᾶσαι.
というのも、その時には男性も女性も、全員が声を合わせて歌うからである。