Humanitext Reader

斐洛·尤迪厄斯 · 论沉思的生活 §73-80

简朴餐食、圣经讲论与献给神的赞歌

第 8 段,共 9 段 · 希腊语

内容简介

在宴会上,治疗精神派避开酒和肉,仅食用面包、盐和水的朴素膳食,并由领袖对圣经的寓意解释进行讲授。讲授结束后,众人鼓掌欢呼,并轮流唱起赞美神的诗歌。

§73εἰς τοῦτο τὸ συμπόσιον — οἶδ’ ὅτι γελάσονταί τινες ἀκούσαντες, γελάσονται δὲ οἱ κλαυθμῶν καὶ θρήνων ἄξια δρῶντες — οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, θερμὸν δὲ τῶν πρεσβυτάτων τοῖς ἁβροδιαίτοις·
在这个宴会中——我知道有些人听了会笑,但那些发笑的人正是那些做着该哭泣和哀悼之事的人——在那些日子里,酒是不被带入的,而是极清澈的水,对大多数人来说是凉的,但对那些生活娇贵的长老来说是温的。
καὶ τράπεζα καθαρὰ τῶν ἐναίμων, ἐφ’ ἧς ἄρτοι μὲν τροφή, προσόψημα δὲ ἅλες, οἷς ἔστιν ὅτε καὶ ὕσσωπος ἥδυσμα παραρτύεται διὰ τοὺς τρυφῶντας.
食卓上没有带血之物,上面只有面包作为主食,盐作为配菜,有时为了那些讲究的人,盐里还会加上牛膝草作为调味品。
§74νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται· οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ πολυτελῆ τὸ θρεμμάτων ἀπληστότατον διερεθίζει, τὴν ἐπιθυμίαν.
因为正确的理智指引他们像祭司清醒地献祭一样清醒地生活;因为酒是愚妄的药,而昂贵的菜肴则刺激了活物中最贪婪的东西,即欲望。
§75καὶ τὰ μὲν πρῶτα τοιαῦτα.
以上就是最先的情况。
μετὰ δὲ τὸ κατακλιθῆναι μὲν τοὺς συμπότας ἐν αἷς ἐδήλωσα τάξεσι, στῆναι δὲ τοὺς διακόνους ἐν κόσμῳ πρὸς ὑπηρεσίαν ἑτοίμους, ὁ πρόεδρος αὐτῶν, πολλῆς ἁπάντων ἡσυχίας γενομένης — πότε δὲ οὐκ ἔστιν;
当宴饮者们按照我说明的顺序就座,且侍从们整齐站立准备服务之后,他们的领袖,在众人陷入极大的安静中时——“什么时候不安静呢?
εἴποι τις ἄν· ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον, ὡς μηδὲ γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον —, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως — οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται —, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον ἔχουσι.
”有人可能会说;但此时比以前更加安静,以至于没有人敢发出半点声音,甚至不敢重重地呼吸——,探讨圣经中的某事,或者解答他人提出的问题。 他完全不求自我展示——因为他并不追求因言辞巧妙而获得的名声——,而是渴望更准确地观照某些真理,并且在观照之后,不愿对那些即使没有同样敏锐的洞察力、但也怀有相似求知欲的人吝啬分享。
§76καὶ ὁ μὲν σχολαιοτέρᾳ χρῆται τῇ διδασκαλίᾳ, διαμέλλων καὶ βραδύνων ταῖς ἐπαναλήψεσιν, ἐγχαράττων ταῖς ψυχαῖς τὰ νοήματα — τῇ γὰρ ἑρμηνείᾳ τοῦ εὐτρόχως καὶ ἀπνευστὶ συνείροντος ὁ τῶν ἀκροωμένων νοῦς συνομαρτεῖν ἀδυνατῶν ὑστερίζει καὶ ἀπολείπεται τῆς καταλήψεως τῶν λεγομένων —· §77οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός· οὐχ ἧττον δὲ τῶν κατακεκλιμένων οἱ παρεστῶτες νέοι προσέχουσιν.
他采用相当缓慢的教导方式,通过重复来延宕和放慢速度,将思想刻在他们的灵魂中——因为对于那些滔滔不绝、不喘气地连缀言辞之人的解释,听众的智性无法跟上,会落在后面,无法理解所说的话——;而他们则竖起耳朵,双眼注视着他,保持在同一种姿态中倾听,用点头和眼神表示理解和领会,用喜悦和脸部的缓慢转动表示对说话者赞许,用轻微的摇头和右手食指的微动表示疑惑;而且,不仅是那些就座的人,站在一旁的青年人也同样专心致志。
§78αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις·
圣经的解释是通过寓意中的微言大义进行的;因为在这些人看来,整部律法似乎像一个活物,文字上的规定是身体,而隐藏在言辞中的无形精神则是灵魂。
ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ἐν ᾧ ἤρξατο ἡ λογικὴ ψυχὴ διαφερόντως τὰ οἰκεῖα θεωρεῖν, ὥσπερ διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα καὶ τὰ μὲν σύμβολα διαπτύξασα καὶ διακαλύψασα, γυμνὰ δὲ εἰς φῶς προαγαγοῦσα τὰ ἐνθύμια τοῖς δυναμένοις ἐκ μικρᾶς ὑπομνήσεως τὰ ἀφανῆ διὰ τῶν φανερῶν θεωρεῖν.
在这灵魂中,理性的灵魂开始极其独特地观照属于自己的事物,仿佛通过言辞的镜子,看见思想中显现出来的非凡之美,并解开和揭示象征,将思想赤裸裸地带入光中,呈献给那些能够通过显而易见的事物、从微小的提示中观照隐秘事物的人。
§79ἐπειδὰν οὖν ἱκανῶς ὁ πρόεδρος διειλέχθαι δοκῇ καὶ κατὰ προαίρεσιν ἀπηντηκέναι τῷ μὲν ἡ διάλεξις εὐσκόπως ταῖς ἐπιβολαῖς, τοῖς δὲ ἡ ἀκρόασις, κρότος ἐξ ἁπάντων ὡς ἂν συνηδομένων εἰς τὸ ἔτι ἑψόμενον γίνεται.
因此,当领袖似乎已经作了充分的讲解,且其讲课正好切中他的意图,听众的倾听也如其所愿时,众人便发出一片掌声,仿佛共同为接下来将要发生的事情感到高兴。
§80καὶ ἔπειτα ὁ μὲν ἀναστὰς ὕμνον ᾄδει πεποιημένον εἰς τὸν θεόν, ἢ καινὸν αὐτὸς πεποιηκὼς ἢ ἀρχαῖόν τινα τῶν πάλαι ποιητῶν — μέτρα γὰρ καὶ μέλη καταλελοίπασι πολλὰ ἐπῶν τριμέτρων, προσοδίων ὕμνων, παρασπονδείων, παραβωμίων, στασίμων χορικῶν στροφαῖς πολυστρόφοις εὖ διαμεμετρημένων —, μεθ’ ὃν καὶ οἱ ἄλλοι κατὰ τάξεις ἐν κόσμῳ προσήκοντι, πάντων κατὰ πολλὴν ἡσυχίαν ἀκροωμένων, πλὴν ὁπότε τὰ ἀκροτελεύτια καὶ ἐφύμνια ᾄδειν δέοι· τότε γὰρ ἐξηχοῦσι πάντες τε καὶ πᾶσαι.
随后,一人起立,唱一首写给神的赞美诗,或者是他自己新创作的,或者是古代诗人的某首古老诗作——因为他们留下了许多三音步诗、入场歌、奠酒歌、祭坛歌,以及在复杂回旋中精心谱写的合唱队定立歌的节拍和旋律——,在他之后,其他人也按顺序整齐地唱,众人都极其安静地倾听,除非是需要唱末尾和声和副歌的时候;因为在那时,所有男女都会一起齐声合唱。

词汇与语法注释

  1. §73οἷς — 关系代名词 `οἷς`(与格复数)以其前文的 `ἄρτοι`(面包)和 `ἅλες`(盐)为共同的先行词,意为“对它们(面包和盐)”。虽然也可以单指 `ἅλες`(盐),但在文脉上,理解为对他们整顿朴素膳食的调味更为自然。
  2. §74νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται — 连词 `ὡς` 表示比较(“正如……一样”)。`θύειν` 和 `βιοῦν` 是不定式,依赖于主句动词 `ὑφηγεῖται`(指引/指示)。`θύειν`(献祭)的逻辑主语是 `τοῖς ἱερεῦσι`(祭司们),而 `βιοῦν`(生活)的逻辑主语是 `τούτοις`(这些人,即治疗精神派成员,此处与格用作不定式的逻辑主语)。
  3. §78ἐν ᾧ — 关系代名词的性与数(中性单数)表明其先行词是紧接其前的 `ἀόρατον νοῦν`(看不见的精神/精神实体)。因此,意为“在那个精神(ヌース)之中”。

引用这一段

斐洛·尤迪厄斯, 论沉思的生活 §73-80. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg028.humanitext-grc1:73-80

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。