§64Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις.
しかし、これらの有名な饗宴が、もし人が世評や、それらが大いに成功したものであるという流布された評判に目を向けようとしないならば、それ自体の中に反証を持っているような、それほどに多くの愚かしさに満ちているのであるから、私は、預言者モーセの最も神聖な導きに従って、自らの生と自己を自然の物事の知識と観照に捧げた人々の生活のあり方を対比させよう。
§65οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες·
彼らはまず第一に、七週の間隔を置いて集まる。 彼らは単なる七の数だけでなく、その力をも畏敬しているからである。
ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν.
なぜなら、彼らはそれを聖にして常に処女なるものと知っているからである。
ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς.
これは、五十という数が割り当てられている最大の祝祭の前夜祭であり、五十は、万物の生成の原理である直角三角形の力から構成された、最も神聖で最も自然にかなった数である。
§66ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν — οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις —, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν.
それゆえ、彼らが白い衣をまとい、最高の厳かさをもって晴れやかに集まるとき、日直の一人――そのような奉仕を行う人々をそのように呼ぶ習慣だからである――が合図をすると、席に着く前に、整然と一列に順序よく立ち、視線と手の両方を天へと向ける。 視線のほうは彼らが観照に値するものを見るように教育されてきたからであり、手のほうはいかなる利得の口実によっても汚されることなく、不正な利得から清らかであるからである。 そして、この饗宴が神に喜ばれ、意にかなうものとなるように神に祈る。
§67μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες·
祈りの後、長老たちが、入会の順序に従って席に着く。
πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς καὶ πολιοὺς νομίζουσιν [ἀλλ’ ἔτι κομιδῇ νέους παῖδας], ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι.
彼らが長老とみなすのは、たとえ高齢で白髪であっても、もしその生き方を愛したのが遅かったならばそうではなく、[彼らを依然として全くの子供とみなす]。 むしろ、幼い頃から哲学の観照的な部分、すなわち最も美しく最も神聖な部分に青春を捧げ、成熟に達した人々を(長老とみなす)のである。
§68συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς
女性たちもまた共に食事をするが、その大半は老年の処女であり、彼女らはギリシアのいくつかの巫女たちのように強制によってではなく、自発的な意志によってその純潔を守ってきた。 それは知恵への熱意と憧れのゆえであり、知恵と共に生きることを熱望して、肉体の快楽を顧みず、朽ちる子孫ではなく、神に愛される魂が自らのみで生み出すことのできる不死の末裔を求めたからである。
§69τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα.
それは、父が魂の中に知的光線を注ぎ込んだときに、その光線によって魂は知恵の諸教義を観照することができるのである。
διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα.
さて、席の配置は分かれており、男性は右側に、女性は左側に座る。
μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι;
まさか誰か、高価ではないにしても、高貴で洗練された人々、哲学の実践者たちのために、多少とも柔らかい寝台が用意されているなどと思っているのではないだろうか。
στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο·
というのも、寝台はごくありふれた素材で作られており、その上には、非常に安価な地元のパピルスで作られた、床に敷く粗末な敷物があるだけで、肘のところで寄りかかることができるように少し高くなっているだけだからである。
τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι.
彼らはスパルタ風の過酷な鍛錬を少し和らげているが、常に、またあらゆる場所で、自由人にふさわしい質素さを実践しており、快楽の誘惑を力いっぱい退けている。
§70διακονοῦνται δὲ οὐχ ὑπ’ ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν·
また彼らは奴隷によって給仕されるのではない。 そもそも使用人を所有することは自然に反すると考えているからである。
ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν.
なぜなら、自然はすべての人を自由なものとして生み出したが、悪の根源である不平等を慕った一部の人々の不義と貪欲が、弱者に対する支配権を強者に結びつけて(奴隷制の)枷をはめたからである。
§71ἐν δὴ τῷ ἱερῷ τούτῳ συμποσίῳ δοῦλος μὲν ὡς ἔφην οὐδείς, ἐλεύθεροι δὲ ὑπηρετοῦσι, τὰς διακονικὰς χρείας ἐπιτελοῦντες οὐ πρὸς βίαν οὐδὲ προστάξεις ἀναμένοντες, ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ σπουδῆς καὶ προθυμίας τὰς ἐπικελεύσεις.
それゆえ、この神聖な饗宴においては、私が言ったように奴隷は一人もおらず、自由な人々が給仕をし、奉仕の義務を果たす。 彼らは強制されてそうするのではなく、命令を待つのでもなく、自発的な意志によって、熱心かつ快く、先んじて命令を満たすのである。
§72οὐδὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’ οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους·
なぜなら、並みの自由人がこれらの奉仕に割り当てられるのではなく、この共同体の中の若者たちが、万全の注意を払って「最良の者として」選ばれるからである。 それは、最高の徳へと急ぐ教養ある高貴な人々にふさわしい方法である。
οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’ αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν·
彼らは実の息子のように、誇りを持って喜んで父や母に仕え、彼らを血のつながりよりも身近な、自分たちの共通の両親とみなしている。 思慮ある人々にとって、徳ほど身近なものはないからである。
ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος.
そして彼らは、帯を締めず、チュニックを垂らした姿で奉仕のために入ってくる。 それは、奴隷的な身なりのいかなる面影をも帯びないためである。