Humanitext Reader

斐洛·尤迪厄斯 · 论沉思的生活 §64-72

疗治派的节日集会与圣洁宴席的仪轨

第 7 段,共 9 段 · 希腊语

内容简介

作者描述了遵循摩西教导、观照自然的疗治派之神圣宴会,并将其与世俗宴会进行对比。他们在五旬节大节日的前夕身着白衣聚集,在极简陋的席上男女分座,不由奴隶侍奉,而是由该团体中自愿奉仕的优秀青年人进行体贴的照料。

§64Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις.
然而,既然这些著名的宴会充满了如此多的愚妄,且其自身就包含着反驳——只要人们不愿意去关注世俗的偏见以及关于它们仿佛极为成功而流传的虚名——我将对比那些根据预言者摩西最神圣的指引、将自己的生命和自身奉献于对自然万物的知识和观照之人的生活方式。
§65οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες·
这些人首先每隔七周聚集一次,他们敬畏的不不仅是单纯的“七”,还有它的力量;因为他们深知它是神圣且永远贞洁的。
ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς.
这是最大节日的前夕,这一节日分得了“五十”这一数字,五十是所有数字中最神圣、最符合自然规律的,它是从直角三角形的力量中构成的,而直角三角形正是万物生成的原理。
§66ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν — οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις —, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν.
因此,当他们身着白衣、带着至高庄严而欢快地聚集在一起时,在一位值日人员(因为习惯上如此称呼担任此类职务的人)的示意下,他们在就座前按顺序整齐地站立,将双眼和双手都抬向天空:双眼抬起,是因为他们被教导去注视那些值得观照的事物;双手抬起,是因为它们没有因任何牟利的借口而受到污染,干净而不染不义之财。 他们向神祈祷,求这筵席能蒙神喜悦并如愿进行。
§67μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες·
祈祷之后,长老们按照入会顺序就座。
πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς καὶ πολιοὺς νομίζουσιν [ἀλλ’ ἔτι κομιδῇ νέους παῖδας], ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι.
他们不把那些年纪大且头发花白的人视为长老[如果这些人很晚才热爱这一生活选择,他们仍被视为完全幼稚的孩子],而是将那些从幼小年纪起就在哲学的观照部分(这确实是最美好、最神圣的部分)中成长并达到鼎盛时期的人视为长老。
§68συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς §69τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα.
妇女们也与他们一同宴饮,其中大多数是年迈的处女,她们保持贞洁并非出于被迫——就像希腊人中的某些女祭司那样——而是出于自愿的意愿,是因为对智慧的热忱和渴望。 她们急于与智慧共处,因而忽视了身体的快乐,不追求必死的后代,而渴望那只有蒙神喜爱的灵魂自身才能生育的不朽后代,因为父亲已在它里面播撒了智性的光芒,借着这光芒,灵魂将能够观照智慧的教义。
διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα.
至于就座的安排是分开的,男子在右侧,女子在左侧。
μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι;
难道有人会以为,为这些高贵、温雅的人和哲学的修习者准备的,纵非奢华、也至少是较为柔软的卧榻吗?
στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο·
因为那些卧榻是由最寻常的材料制成的,上面铺着极便宜的本地产纸草制成的铺地席子,在肘部的位置稍微高出一点,以便他们可以倚靠。
τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι.
因为他们稍微缓解了斯巴达式的艰苦生活,但始终在一切地方实践着配得上自由人的简朴,全力抗拒着享乐的诱惑。
§70διακονοῦνται δὲ οὐχ ὑπ’ ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν· ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν.
此外,为他们服务的不是奴隶,因为他们认为占有仆人完全是违背自然的;因为自然生来使所有人都是自由的,但某些效法那作为万恶之源的不平等之人的不义和贪婪,强加了轭,并将对弱者的统治权赋予了强者。
§71ἐν δὴ τῷ ἱερῷ τούτῳ συμποσίῳ δοῦλος μὲν ὡς ἔφην οὐδείς, ἐλεύθεροι δὲ ὑπηρετοῦσι, τὰς διακονικὰς χρείας ἐπιτελοῦντες οὐ πρὸς βίαν οὐδὲ προστάξεις ἀναμένοντες, ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ σπουδῆς καὶ προθυμίας τὰς ἐπικελεύσεις.
因此,在这神圣的宴会中,正如我所说的,没有一个奴隶,而是由自由人来服务,他们履行侍从的职责并非出于强迫,也不等待吩咐,而是凭着自愿的意愿,热切而乐意地抢在命令之前去完成。
§72οὐδὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’ οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους·
因为并不是随便什么自由人都会被指派来做这些服务,而是该团体中的青年人,经过极其细致的择优挑选,正如那些向往至高美德的温雅高贵之人所应有的方式。
οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’ αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν·
他们就像亲生儿子一样,怀着自豪与喜悦服务于父母的长辈,视他们为共同的父母,比血亲更为亲近,因为对于明智之人来说,没有什么比美德更为亲近。
ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος.
他们不束腰带,垂下短衣进来服务,这是为了不带有任何奴隶般外表的痕迹。

词汇与语法注释

  1. 64τὰ τῶν ἀνατεθεικότων — 中性复数宾格冠词 'τὰ' 在此作实质性名词使用,指代那些献身于哲学生活者的“生活习惯”或“宴会方式”,与前文提及的世俗宴会相对立。完成时属格复数分词 'ἀνατεθεικότων' 的逻辑主语是指摩西的门徒们(疗治派)。
  2. 65ἣν πεντηκοντὰς ἔλαχεν — 动词 'ἔλαχεν'(λαγχάνω 的第三人称单数过去时)的主语是阴性单数名词 'πεντηκοντὰς'(数字五十),而 'ἣν' 是宾格关系代词,其先行词为 'ἑορτῆς'。字面意思是“五十这一数字所分得的(最大节日)”,即指五旬节。
  3. 68ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν — 关系代词 'ἃ'(中性复数宾格)指代先行词 'ἀθανάτων [ἐκγόνων]'(不朽的后代)。'οἵα τέ ἐστιν' 是表示能力的惯用语 'οἷός τέ εἰμι'(能够……)的阴性单数形式,后面接不定式,与主语 'ἡ θεοφιλὴς ψυχή'(蒙神喜爱的灵魂)在性、数上保持一致。
  4. 72ὃν χρὴ τρόπον — 关系代词短语作副词性状语,意为“以合宜/必要的方式”。关系代词 'ὃν' 修饰 'τρόπον',与无人称动词 'χρὴ' 连用,在此用以描述那些追求至高美德的高贵青年所应当采取的合宜侍奉方式。

引用这一段

斐洛·尤迪厄斯, 论沉思的生活 §64-72. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg028.humanitext-grc1:64-72

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。