§54ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆ τε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν.
少なくとも七つ、あるいはそれ以上のテーブルが運び込まれる。 それらは、陸、海、川、空がもたらすすべてのもののうち、えり抜きの肉付きの良いものすべて(陸生、水生、空中を飛ぶもの)で満ちており、そのそれぞれが調理法においても味付けにおいても異なっている。
ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας.
そして、自然界のいかなる種類も欠けることがないように、最後には、どんちゃん騒ぎやいわゆる「デザート」のためのものを除いて、果物でいっぱいのテーブルが運び込まれる。
§55εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν.
その後、あるテーブルは出席者たちの貪欲さのゆえに空になって運び出される。 彼らはウミウのように詰め込み、骨までかじるほど貪り食う。 また別のテーブルは、彼らが台無しにし、引き裂いて、半分食べられたまま放置する。
ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς, * * * ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν,
そして彼らが完全に力尽きたとき、胃袋は喉まで満たされているが、欲望に対しては空っぽであり、食べる能力に対しては疲れ果てており……しかし、なぜこれらを長く語り続ける必要があるだろうか。
§56ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον;
これらは、控えめな人々の多くによってすでに非難されていることであり、欲望をさらに煽り立てるものである。 欲望を減らすことこそが有益なのである。
εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, πεῖνάν τε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν.
というのも、このような宴会における食物と飲み物の豊かな過剰よりも、最も忌むべきものである飢えと渇きを願う方がましだからである。
§57Τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε·
ギリシアの宴会の中で、最も有名で注目すべきものはこれら二つであり、これらにはソクラテスも同席していた。
τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τά τε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶν τε καὶ Πλάτων·
一つはカリアスの家でのもので、アウトリュコスが冠を得たときに勝利の祝いを彼が催したときのもの。 もう一つはアガトンの家でのもので、これらは生き方と言論において哲学者である人々、クセノポンとプラトンが記憶に値するものとした。
ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς.
なぜなら彼らは、後世の人々が宴会における調和ある過ごし方の模範としてこれらを用いるだろうと考えて、記憶すべきものとして記録したからである。
§58ἀλλ’ ὅμως καὶ ταῦτα συγκρινόμενα τοῖς τῶν ἡμετέρων, οἳ τὸν θεωρητικὸν ἠσπάσαντο βίον, γέλως ἀναφανεῖται.
しかしながら、これらでさえ、観想的な生を重んじる我々の人々の宴会と比較されるなら、笑いぐさとなるだろう。
ἡδονὰς μὲν οὖν ἔχει ἑκάτερον, ἀνθρωπικώτερον δέ ἐστι τὸ Ξενοφῶντος·
それら両方は楽しみを含んでいるが、クセノポンのものはより人間味がある。
αὐλητρίδες τε καὶ ὀρχησταὶ καὶ θαυματοποιοὶ καὶ ποιηταὶ γελοίων ἐπὶ τῷ σκῶψαι καὶ χαριεντίσασθαι μέγα φρονοῦντές εἰσί τινες καὶ ἄλλα τῶν ἐν ταῖς ἱλαρωτέραις ἀνέσεσι.
そこには笛吹き女や踊り手、奇術師、からかいやおどけによって自慢げにしているお笑い詩人たちが存在し、その他、より陽気な寛ぎにおける様々なものが存在する。
§59τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν γυναιξὶν ἐπιμανέντων ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον — ὑποτελοῦσι γὰρ αἱ ἐπιθυμίαι αὗται νόμοις φύσεως —, ἀλλὰ ἀνδρῶν ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι·
プラトンのものは、ほぼ全体が愛についてであるが、それは男たちが女たちに狂うこと、あるいは女たちが男たちに狂うことだけではない。 なぜならこれらの欲望は自然の法に従っているからである。 そうではなく、年齢だけが異なる男性に対する男たちの愛である。
καὶ γὰρ εἴ τι περὶ ἔρωτος καὶ Ἀφροδίτης οὐρανίου κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται.
というのも、天上の愛やアプロディテについて洗練されて語られていると思われることがあったとしても、それは洗練された戯れのために取り入れられているからである。
§60τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος ἔρως διείληφεν, ἀνδρείαν μέν, τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην, ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἐναπεργαζόμενος καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι.
なぜなら、その大部分を占めているのは俗なエロスであり、これは戦争においても平和においても人生に最も有益な徳である勇気を奪い去り、魂に女らしい病を植え付け、本来なら強さを培うすべての営みによって鍛えられるべき人々を、両性具有者にしてしまうからである。
§61λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν·
そして(この愛は)少年の年齢を台無しにし、愛される女の地位と状態に彼らを置くことで、愛する者たちに対しても、最も不可欠なもの、すなわち肉体、魂、財産において損害を与える。
ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων.
なぜなら、少年愛者の精神は少年のほうへと向けられ、これだけに対して鋭く目を開き、個人的・公共的な他のすべてのことに対しては盲目になるのが必然であり、その肉体は欲望によって(特に思い通りにならない場合に)衰弱し、財産は二つの理由、すなわち怠慢と愛する者への出費によって減少するからである。
§62παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν·
さらに別の、より大きな、すべての人々に及ぶ悪が生じる。
ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα.
すなわち、彼らは都市の過疎、最善の人類の不足、不妊、不妊症を企てている。 彼らは、肥沃な平野の代わりに、塩気のある耕地や石だらけで不毛な場所に種をまく、農業の未熟な者たちを模倣している。 そこは何も生み出さないだけでなく、まかれた種をも台無しにする場所である。
§63σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης·
私は神話の創作物や、当初は合一する力によって互いにくっついていたものの、後に合わさった部分のように切り離され、彼らを繋ぎ止めていた調和が解けてしまった二体の者たちについては沈黙しておこう。
εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν·
これらはすべて人を惑わしやすく、その着想の奇抜さによって耳を誘惑することができるものである。
ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες.
モーセの門下生たちは、幼い頃から真理を愛することを学んでいるため、これらを大いに軽蔑し、決して惑わされることなく過ごしている。