§32τὸ δὲ κοινὸν τοῦτο σεμνεῖον, εἰς ὃ ταῖς ἑβδόμαις συνέρχονται, διπλοῦς ἐστι περίβολος, ὁ μὲν εἰς ἀνδρῶνα, ὁ δὲ εἰς γυναικωνῖτιν ἀποκριθείς·
そして、彼らが七日目に集まるこの共同の聖所は、二重の囲いであり、一方は男性用の部屋、他方は女性用の部屋に区分されている。
καὶ γὰρ καὶ γυναῖκες ἐξ ἔθους συνακροῶνται τὸν αὐτὸν ζῆλον καὶ τὴν αὐτὴν προαίρεσιν ἔχουσαι.
というのも、女性たちもまた習慣に従って、同じ熱意と同じ志向を持って、共に耳を傾けるからである。
§33ὁ δὲ μεταξὺ τῶν οἴκων τοῖχος τὸ μὲν ἐξ ἐδάφους ἐπὶ τρεῖς ἢ τέσσαρας πήχεις εἰς τὸ ἄνω συνῳκοδόμηται θωρακίου τρόπον, τὸ δὲ ἄχρι τέγους ἀνάγειον ἀχανὲς ἀνεῖται, δυοῖν ἕνεκα, τοῦ τε τὴν πρέπουσαν αἰδῶ τῇ γυναικείᾳ φύσει διατηρεῖσθαι καὶ τοῦ τὴν ἀντίληψιν ἔχειν εὐμαρῆ καθεζομένας ἐν ἐπηκόῳ, §34μηδενὸς τὴν τοῦ διαλεγομένου φωνὴν ἐμποδίζοντος.
これらの部屋の間にある壁は、床から三ないし四ペーキュス(キュビット)の高さまで胸壁のように上に向かって築かれているが、屋根に至る上部は、広々と開け放たれている。 これは二つの理由による。 すなわち、女性の性質にふさわしい慎みが保たれるためであり、また、聞き取れる場所に座っている彼女たちが、容易に理解できるようにするためである、話す者の声を遮るものが何もない状態で。
ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς.
彼らは自制を魂のいわば一種の土台としてまず据えた上で、他の徳をその上に築き上げていく。
σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν.
彼らのうち誰も、日没前に食べ物や飲み物を口にすることはない。 なぜなら、哲学をすることは光にふさわしく、肉体の必要は闇にふさわしいと彼らは判断するからであり、それゆえ前者には昼を、後者には夜のわずかな一部分を割り当てたのである。
§35ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται·
また、中には三日経って初めて食べ物を思い出す者もいるが、彼らには知識に対するより大きな切望が根づいているのである。
τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόλις δι’ ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες ὥσπερ φασὶ τὸ τῶν τεττίγων γένος ἀέρι τρέφεσθαι, τῆς ᾠδῆς, ὥς γε οἶμαι, τὴν ἔνδειαν ἐξευμαριζούσης.
そして、ある人々は知恵によって豊かにまた惜しみなく提供される教義でもてなされ、非常に喜びに満たされ贅沢に過ごすため、その二倍の時間をも耐え抜き、六日経ってようやく必要な食べ物を口にする。 彼らは、言われているように、蝉の類が空気で育つように、歌によって(私はそう思うのだが)その欠乏を容易に耐え忍ぶ習慣を身につけているのである。
§36τὴν δὲ ἑβδόμην πανίερόν τινα καὶ πανέορτον εἶναι νομίζοντες ἐξαιρέτου γέρως ἠξιώκασιν, ἐν ᾗ μετὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸ σῶμα λιπαίνουσιν, ὥσπερ ἀμέλει καὶ τὰ θρέμματα, τῶν συνεχῶν πόνων ἀνιέντες.
しかし彼らは、七日目を極めて神聖で極めて祝祭的な日であると考え、特別な栄誉に値するものと見なしている。 その日には、魂の配慮の後に肉体をも潤すのであり、それは言うまでもなく、家畜を絶え間ない労働から解放してやるのと同様である。
§37σιτοῦνται δὲ πολυτελὲς οὐδέν, ἀλλὰ ἄρτον εὐτελῆ, καὶ ὄψον ἅλες, οὓς οἱ ἁβροδίαιτοι παραρτύουσιν ὑσσώπῳ, ποτὸν δὲ ὕδωρ ναματιαῖον αὐτοῖς ἐστιν·
そして、贅沢なものは何も食べず、安価なパンと、おかずとしては塩を摂る。 上品な暮らしをする人々はこれにヒソプを添えて味を調える。 また彼らの飲み物は湧き水である。
ἃς γὰρ ἡ φύσις ἐπέστησε τῷ θνητῷ γένει δεσποίνας, πεῖνάν τε καὶ δίψαν, ἀπομειλίσσονται, τῶν εἰς κολακείαν ἐπιφέροντες οὐδέν, ἀλλ’ αὐτὰ τὰ χρήσιμα, ὧν ἄνευ ζῆν οὐκ ἔστι.
というのも、自然が死すべき人類の上に主人として据えたもの、すなわち飢えと渇きを彼らはなだめるが、おもねるためのものは一切導入せず、それなしには生きることができない有用なものそれ自体だけをもたらすからである。
διὰ τοῦτο ἐσθίουσι μέν, ὥστε μὴ πεινῆν, πίνουσι δέ, ὥστε μὴ διψῆν, πλησμονὴν ὡς ἐχθρόν τε καὶ ἐπίβουλον ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι.
このため、彼らは飢えないために食べ、渇かないために飲むのであり、満腹することを魂と肉体の双方に対する敵であり陰謀家であるとして避けるのである。
§38ἐπεὶ δὲ καὶ σκέπης διττὸν εἶδος, τὸ μὲν ἐσθής, τὸ δὲ οἰκία, περὶ μὲν οἰκίας εἴρηται πρότερον, ὅτι ἐστὶν ἀκαλλώπιστος καὶ αὐτοσχέδιος, πρὸς τὸ χρειῶδες αὐτὸ μόνον εἰργασμένη·
また、庇護にも衣服と家という二つの種類があるが、家については以前に述べたように、飾りがなく仮設のものであり、実用性のためだけに作られている。
καὶ ἐσθὴς δὲ ὁμοίως εὐτελεστάτη, πρὸς ἀλέξημα κρυμοῦ τε καὶ θάλπους, χλαῖνα μὲν ἀπὸ λασίου δορᾶς παχεῖα χειμῶνος, ἐξωμὶς δὲ θέρους ἢ ὀθόνη.
そして衣服も同様に極めて安価であり、寒さと暑さを防ぐためのもので、冬には毛深い獣皮から作られた厚手の外套、夏には袖なしのチュニックあるいはリンネルをまとう。
§39συνόλως γὰρ ἀσκοῦσιν ἀτυφίαν, εἰδότες τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας, ἑκάτερον δὲ πηγῆς λόγον ἔχον·
なぜなら、彼らは総じて虚飾のないことを実践しているからであり、それは虚飾が偽りの始まりであり、虚飾のないことが真実の始まりであることを知っているからである。 そしてこの両者は源泉の役割を果たしている。
ῥέουσι γὰρ ἀπὸ μὲν τοῦ ψεύδους αἱ πολύτροποι τῶν κακῶν ἰδέαι, ἀπὸ δὲ τῆς ἀληθείας αἱ περιουσίαι τῶν ἀγαθῶν ἀνθρωπίνων τε καὶ θείων.
すなわち、偽りからは多様な形の悪が流れ出し、真実からは人間的・神的な良いものの豊かさが流れ出すからである。
§40Βούλομαι δὲ καὶ τὰς κοινὰς συνόδους αὐτῶν καὶ ἱλαρωτέρας ἐν συμποσίοις διαγωγὰς εἰπεῖν, ἀντιτάξας τὰ τῶν ἄλλων συμπόσια.
また、私は彼らの共同の集会や、宴会におけるより朗らかな過ごし方についても、他者の宴会と対比させながら語りたいと思う。
οἱ μὲν γὰρ ὅταν ἄκρατον ἐμφορήσωνται, καθάπερ οὐκ οἶνον πιόντες ἀλλὰ παρακινηματικόν τι καὶ μανιῶδες καὶ εἴ τι χαλεπώτερον ἐπ’ ἐκστάσει λογισμοῦ φυσικόν, ἀράσσουσι καὶ λυττῶσι τρόπον κυνῶν ἀτιθάσων καὶ ἐπανιστάμενοι δάκνουσιν ἀλλήλους καὶ ἀποτρώγουσι ῥῖνας, ὦτα, δακτύλους, ἕτερα ἄττα μέρη τοῦ σώματος, ὡς τὸν ἐπὶ Κύκλωπος καὶ τῶν Ὀδυσσέως ἑταίρων μῦθον ἀποδεδειχέναι τούτους ἀληθῆ, „ψωμούς“, ᾗ φησιν ὁ ποιητής, ἐπεσθίοντας ἀνθρώπων, καὶ ὠμότερον ἢ ἐκεῖνος.
というのも、他者は、生酒をたっぷりと飲み干したとき、ワインではなく何か理性を狂わせ狂気に陥らせるもの、あるいは理性の忘我をもたらすようなより過酷な自然の力を飲んだかのように、手当たり次第にぶつかり合い、野性の犬のように狂い狂暴化し、立ち上がって互いに噛みつき、鼻や耳、指、その他の体の一部を噛みちぎるからである。 その有様は、キュクロプスとオデュッセウスの仲間たちに関する神話が真実であることをこれらが証明したかのようであり、詩人が言うように、人間の「肉片」をむさぼり食うが、彼よりもさらに残酷である。
§41ὁ μὲν γὰρ ἐχθροὺς ὑποτοπήσας ἠμύνετο, οἱ δὲ συνήθεις καὶ φίλους, ἔστι δὲ ὅτε καὶ συγγενεῖς, ἐφ’ ἁλῶν καὶ τραπέζης, ἄσπονδα ἐν σπονδαῖς ἐργασάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅμοια καὶ παρακόπτοντες ὥσπερ νόμισμα δόκιμον ἄσκησιν, οἱ ἀντὶ ἀθλητῶν ἄθλιοι·
なぜなら、彼(キュクロプス)は敵であると疑って防衛したのに対し、彼らは、塩と食卓を共にする仲間や友人、時には親族に対してさえ、和気藹々の中にありながら和解しがたい凶行を働き、体育競技におけるのと同様の行為を行い、本物の貨幣を偽造するように自分たちの修練を台無しにするからである。
τοῦτο γὰρ αὐτοῖς ἐπιφημιστέον.
彼らは競技者の代わりに「哀れな者」であり、これこそが彼らに付されるべき名である。