§22οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς πατρίδα [θεραπευτῶν] ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.
他方、あらゆる場所から集まった最も優れた人々は、まるで祖国へ向かうかのように[治療者たちの]入植地へと旅立ち、マレイア湖の上の、やや低い丘の上に位置する極めて適した場所へと赴く。 そこは安全性のため、また気候の穏やかさのために、非常に好都合な配置となっている。
§23τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλεις τε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκ τε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται.
すなわち、安全性については、周囲にある邸宅や村落がこれを提供し、気候の穏やかさについては、海へと開いている湖から、また近くにある海から絶えず立ち上る微風がこれを提供する。 海からの微風は軽やかであり、湖からのものは重厚であって、それらの混合が極めて健康に良い状態を作り出しているのである。
§24αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρός τε τὸν ἀφ’ ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ ἀέρος κρυμόν·
集まった人々の家は極めて質素であり、二つの最も必要なものに対して庇護を提供する。 すなわち太陽からの熱と、空気からの冷気に対してである。
οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν, — ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις — οὔτε πόρρω, δι’ ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν.
その家は、都市におけるもののように近くに隣接してはいない。 というのも、孤独を熱望し追い求める人々にとって、隣り合うことは煩わしく不快なものであるからである。 かといって、彼らが重んじる共同の交わりのため、また、もし盗賊の襲撃があった場合に互いに助け合えるようにするために、遠く離れてもいない。
§25ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται.
それぞれの家には神聖な小部屋があり、それは「セムネイオン」あるいは「モナステリオン」と呼ばれ、その中で彼らは独りとなり、厳かな生の神秘を執り行う。 そこには飲み物も、食べ物も、肉体の必要のために不可欠な他のいかなるものも持ち込むことなく、ただ、律法や預言者を通じて神託されたお告げ、賛歌、そして知識と敬虔が共に増大し完成されるための他のものを持ち込む。
§26ἀεὶ μὲν οὖν ἄληστον ἔχουσι τὴν τοῦ θεοῦ μνήμην, ὡς καὶ δι’ ὀνειράτων μηδὲν ἕτερον ἢ τὰ κάλλη τῶν θείων ἀρετῶν καὶ δυνάμεων φαντασιοῦσθαι·
こうして彼らは、常に神についての忘れることのない記憶を保持しており、夢を通じてさえ、神的な徳や力の美しさ以外の何ものも思い描くことがないほどである。
πολλοὶ γοῦν καὶ ἐκλαλοῦσιν ἐν ὕπνοις ὀνειροπολούμενοι τὰ τῆς ἱερᾶς φιλοσοφίας ἀοίδιμα δόγματα.
実際、多くの人々は眠りの中で夢を見ながら、神聖な哲学の讃えられるべき教義を口にすることさえある。
§27δὶς δὲ καθ’ ἑκάστην ἡμέραν εἰώθασιν εὔχεσθαι, περὶ τὴν ἕω καὶ περὶ τὴν ἑσπέραν, ἡλίου μὲν ἀνίσχοντος εὐημερίαν αἰτούμενοι τὴν ὄντως εὐημερίαν, φωτὸς οὐρανίου τὴν διάνοιαν αὐτῶν ἀναπλησθῆναι, δυομένου δὲ ὑπὲρ τοῦ τὴν ψυχὴν τοῦ τῶν αἰσθήσεων καὶ αἰσθητῶν ὄχλου παντελῶς ἐπικουφισθεῖσαν, ἐν τῷ ἑαυτῆς συνεδρίῳ καὶ βουλευτηρίῳ γενομένην, ἀλήθειαν ἰχνηλατεῖν.
彼らは一日に二回、夜明けと夕方に祈るのを習慣としている。 日が昇るときには、真の繁栄を、すなわち天上の光で自らの知性が満たされることを願い、日が沈むときには、魂が感覚や感覚的対象の喧騒から完全に解放され、それ自体の評議会に身を置いて、真実を追究できるようにと祈るのである。
§28τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις·
そして、夜明けから夕方までの間の全時間は、彼らにとって修練である。
ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης.
なぜなら、彼らは聖なる書物を読み、祖先の哲学を比喩的に解釈しながら哲学するからである。 というのも、彼らは文字通りの表現は、比喩の中で示される隠された本性の象徴であると見なしているからである。
§29ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον·
また彼らには、昔の人々の著作もあり、彼らはこの宗派の創始者となって、比喩的解釈の手法における多くの遺産を残した。 これらを一種の原型として用いることで、彼らはその志向のあり方を模倣する。
ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι.
その結果、彼らは観照するだけでなく、様々な韻律や旋律によって、神に向けた歌や賛歌を作り、それらを厳かなリズムによって必然的に構成するのである。
§30τὰς μὲν οὖν ἓξ ἡμέρας χωρὶς ἕκαστοι μονούμενοι παρ’ ἑαυτοῖς ἐν τοῖς λεχθεῖσι μοναστηρίοις φιλοσοφοῦσι, τὴν αὔλειον οὐχ ὑπερβαίνοντες, ἀλλ’ οὐδὲ ἐξ ἀπόπτου θεωροῦντες·
こうして六日間は、各自が上述のモナステリオンの中で、自分自身で独り別れて哲学し、中庭の戸口を越え出ることもなく、遠くから眺めることすらしない。
ταῖς δὲ ἑβδόμαις συνέρχονται καθάπερ εἰς κοινὸν σύλλογον καὶ καθ’ ἡλικίαν ἑξῆς καθέζονται μετὰ τοῦ πρέποντος σχήματος, εἴσω τὰς χεῖρας ἔχοντες, τὴν μὲν δεξιὰν μεταξὺ στέρνου καὶ γενείου, τὴν δὲ εὐώνυμον ὑπεσταλμένην παρὰ τῇ λαγόνι.
しかし七日目には、彼らは共同の集まりへと一堂に会し、年齢順に、ふさわしい姿勢をとって並んで座る。 その際、手は内に収め、右手を胸と顎の間に置き、左手は脇腹に引き込んでいる。
§31παρελθὼν δὲ ὁ πρεσβύτατος καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι, καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει.
そして、最も年長で教義に最も熟達した者が前に出て話をする。 落ち着いた眼差しと、落ち着いた声で、理性と思慮をもって、弁論家や現代のソフィストたちのように言葉の巧みさを誇示するのではなく、思想の中に潜む厳密さを深く探求し、解釈して示すのである。 それは耳の端にとどまるだけではなく、聴覚を通じて魂に達し、しっかりととどまるものである。
καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον.
他の者は皆、静かに耳を傾け、眼差しや頭の動きによってのみ、賛意を示すのである。