§2.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν.
デモステネスから評議会と民会へ、挨拶を送ります。
ἐνόμιζον μὲν ἀφʼ ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέτριʼ ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι.
私は、自分のこれまでの国政への関わり方からして、皆さんに何一つ害をなしていない以上、このような目に遭うことはないばかりか、たとえ多少の過ちを犯したとしても寛恕を得られるものと考えておりました。
ἐπειδὴ δʼ οὕτως γέγονεν, ἕως μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐδʼ ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων, οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ᾑρούμην·
しかし、事態がこのようになってしまった以上、評議会から何の明白な証拠も反証も示されていないにもかかわらず、皆さんが評議会の秘密の報告に従って全員に有罪判決を下しているのを見ている間は、皆さんが失うものは、私が奪われるものに劣らず大きいと考え、私は甘んじてこれを受け入れることを選んでおりました。
τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν.
というのも、いかなる証拠も述べられていないのに、宣誓した裁判官たちが評議会の主張することに同調することは、国制を放棄することにほかならなかったからです。
§2.2ἐπειδὴ δὲ καλῶς ποιοῦντες ᾔσθησθε τὴν δυναστείαν ἥν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζονθʼ ἑαυτοῖς, καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἀγῶνας κρίνετε, τὰ δʼ ἀπόρρητα τὰ τούτων ἐπιτιμήσεως ἄξιʼ ηὑρήκατε, οἶμαι δεῖν, ἐὰν καὶ ὑμῖν βουλομένοις ᾖ, τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτιῶν τετυχηκόσιν, καὶ μὴ μόνος διʼ αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀποστερηθῆναι.
しかし、幸いにも皆さんが、評議会の一部の者たちが自らのために構築しようとしていた権力支配に気づき、証拠に基づいて裁判を裁き、彼らの秘密の報告が非難に値するものであることを見抜かれたからには、もし皆さんの意にかなうのであれば、私も同様の容疑をかけられた人々と同じように救済を得るのが当然であり、偽りの罪によって一人だけ祖国と財産、そして親しい人々との交わりを奪われるべきではないと考えます。
§2.3εἰκότως δʼ ἂν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μέλοι τῆς ἐμῆς σωτηρίας οὐ μόνον κατὰ τοῦθʼ ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεινὰ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἕνεκʼ εὐδοξίας.
アテナイの皆さん、皆さんが私の救済を気にかけるのは当然のことであります。 それは、私が皆さんに何の不義も働いていないのに不当な目に遭っているからという理由だけでなく、他の人々における皆さんの名声のためでもあります。
μὴ γάρ, εἰ μηδεὶς ὑμᾶς ἀναμιμνῄσκει τοὺς χρόνους μηδὲ τοὺς καιροὺς ἐν οἷς τὰ μέγιστʼ ἐγὼ χρήσιμος ἦν τῇ πόλει,
というのも、私がこのポリスにとって最も有益であった日々や好機を、誰も皆さんに思い出させないからといって、他のギリシア人たちがそれを知らずにいるとか、私が皆さんのために行ったことを忘れているなどと考えてはなりません。
§2.4τοὺς ἄλλους Ἕλληνας ἀγνοεῖν νομίζετε, μηδʼ ἐπιλελῆσθαι τῶν ἐμοὶ πεπραγμένων ὑπὲρ ὑμῶν, ἃ ἐγὼ δυοῖν ἕνεκα νῦν ὀκνῶ γράφειν καθʼ ἕκαστον, ἑνὸς μέν, τὸν φθόνον δεδιώς, πρὸς ὃν οὐδέν ἐστιν προὔργου τἀληθῆ λέγειν, ἑτέρου δέ, ὅτι πολλὰ καὶ ἀνάξιʼ ἐκείνων διὰ τὴν τῶν ἄλλων Ἑλλήνων κακίαν νῦν πράττειν ἀναγκαζόμεθα.
それらの行いについて、私は二つの理由から、今ここで個々に書き記すことをためらっています。 第一には、真実を語ることも全く役に立たない妬みを恐れているからであり、第二には、他のギリシア人たちの邪悪さのゆえに、今や私たちは当時の功績にふさわしくない多くのことを行うよう余儀なくされているからです。
§2.5ἐν κεφαλαίῳ δὲ τοιαῦτʼ ἐστὶν ἐφʼ οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθʼ ὑμᾶς μὲν ἐπʼ αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δʼ ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρʼ ὑμῶν.
要するに、私が皆さんのために尽力した事柄は、皆さん自身がそれらのために万人から羨まれるほどのものであり、私にとっては皆さんから最大の恩賞を期待できるようなものだったのです。
τῆς δʼ ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλʼ ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα,
しかし、不可避でありながら無慈悲な運命が、ギリシア人の自由をめぐる戦いに、正義にかなう形ではなく、自らの望むままに判決を下してしまいました。
§2.6ὃν ὑμεῖς ἠγωνίσασθε, οὐδʼ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐδʼ ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν.
皆さんが戦ったその戦いの後も、私は皆さんに対する好意を捨てることはありませんでしたし、その好意の代わりに、いかなる恩義も、希望も、富も、権力も、安全も、何一つ手に入れようとはしませんでした。
καίτοι πάντα ταῦθʼ ἑώρων ὑπάρχοντα τοῖς καθʼ ὑμῶν βουλομένοις πολιτεύεσθαι.
もっとも、皆さんに敵対して国政を行おうと望む者たちには、これらすべてが備わっているのを私は見ていましたが。
§2.7ὃ δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφʼ οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ διʼ ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην,
私が率直に語るにふさわしい、数多くかつ重大な事柄の中でも、最も重要であると考えることについて、皆さんに書き記すことを私はためらいません。 すなわち、記憶されている全人類の歴史において、対話によって人を説得し自らの意図通りに自らへ注目させること、また金銭によってギリシアの各都市の有力者たちを懐柔することにおいて、最も恐るべき存在であったフィリッポスに対し、私だけがそのどちらにも屈しなかったということです。
§2.8ὃ κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφʼ οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δʼ ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, ἃ τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν.
このことは皆さんにとっても共通の誇りとなるものであります。 使節として皆さんが私を派遣した事柄について、私はフィリッポスと何度も会い、話し合いましたが、彼が提示した多額の金銭を拒絶しました。 その事情を知る者の多くが今も生存しています。
οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε·
その者たちが、皆さんについてどのような意見を持つようになるか、考えてみてください。
τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδʼ ὅτι συμφορὰ φανείη, κακία δʼ οὐδεμία, ὑμετέρα δʼ ἀγνωμοσύνη·
そのような態度を貫いた者に対してこのように振る舞うことは、私にとっては単なる不幸であって何ら不名誉なことではないと見なされるでしょうが、皆さんにとっては不恩義と見なされるであろうことを、私はよく知っているからです。
ἣν τῷ μεταγνῶναι λύσαιτε.
これを、皆さんは考えを改めることによって解消されるがよいでしょう。
§2.9πάντα τοίνυν τὰ προειρημένʼ ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθʼ ἡμέραν πολιτείας, ἐν ᾗ παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐδὲ δυσμενείας οὐδʼ ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτʼ ἰδίας προϊστάμενος, οὐδὲ συκοφαντήσας οὐδένα πώποτʼ οὔτε πολίτην οὔτε ξένον, οὐδὲ καθʼ ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλʼ ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ.
さて、私はこれまでに述べたことすべてが、私が国政に関与し続けた不断の、日々の活動に比べれば些細なことであると考えます。 そこでは、公私のいかなる怒りや敵意、あるいは不当な私欲にも支配されず、市民であれ異邦人であれ、これまでただの一人も中傷したことはなく、私的な立場で皆さんに害をなすこともなく、むしろ皆さんのために、必要とあらば公の場でその力を証明してきたのです。