§2.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν.
狄摩西尼向议会和公民大会问好。
ἐνόμιζον μὲν ἀφʼ ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέτριʼ ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι.
我曾认为,从我参与国政的方式来看,我不仅因未对你们犯下任何过错而不会遭受如此对待,甚至即使犯了些许错误,也理应获得宽恕。
ἐπειδὴ δʼ οὕτως γέγονεν, ἕως μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐδʼ ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων, οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ᾑρούμην·
然而,既然事情已经变成这样,只要我看到你们在议会未提出任何明确证据或反驳的情况下,仅凭其秘密报告就对所有人投票定罪,我认为你们让步的权利绝不亚于我被剥夺的权利,因此我选择默默承受。
τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν.
因为,在未提出任何证据的情况下,宣誓的法官们就附和议会所称的一切,这等同于放弃宪政。
§2.2ἐπειδὴ δὲ καλῶς ποιοῦντες ᾔσθησθε τὴν δυναστείαν ἥν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζονθʼ ἑαυτοῖς, καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἀγῶνας κρίνετε, τὰ δʼ ἀπόρρητα τὰ τούτων ἐπιτιμήσεως ἄξιʼ ηὑρήκατε, οἶμαι δεῖν, ἐὰν καὶ ὑμῖν βουλομένοις ᾖ, τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτιῶν τετυχηκόσιν, καὶ μὴ μόνος διʼ αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀποστερηθῆναι.
但是,幸而你们已经察觉到议会中某些人企图为自己建立的独裁势力,并且现在根据证据来审判诉讼,也发现他们的秘密报告值得谴责,因此我认为,如果你们也愿意,我应当获得与那些面临类似指控的人同样的救助,而不应仅因虚假的罪名,唯独我一人被剥夺祖国、财产以及与最亲密之人的交往。
§2.3εἰκότως δʼ ἂν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μέλοι τῆς ἐμῆς σωτηρίας οὐ μόνον κατὰ τοῦθʼ ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεινὰ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἕνεκʼ εὐδοξίας.
雅典人啊,你们理所当然应当关心我的救助,这不仅是因为我未对你们犯下任何不义却遭受了可怕的对待,也是为了你们在他人面前的声誉。
μὴ γάρ, εἰ μηδεὶς ὑμᾶς ἀναμιμνῄσκει τοὺς χρόνους μηδὲ τοὺς καιροὺς ἐν οἷς τὰ μέγιστʼ ἐγὼ χρήσιμος ἦν τῇ πόλει, §2.4τοὺς ἄλλους Ἕλληνας ἀγνοεῖν νομίζετε, μηδʼ ἐπιλελῆσθαι τῶν ἐμοὶ πεπραγμένων ὑπὲρ ὑμῶν, ἃ ἐγὼ δυοῖν ἕνεκα νῦν ὀκνῶ γράφειν καθʼ ἕκαστον, ἑνὸς μέν, τὸν φθόνον δεδιώς, πρὸς ὃν οὐδέν ἐστιν προὔργου τἀληθῆ λέγειν, ἑτέρου δέ, ὅτι πολλὰ καὶ ἀνάξιʼ ἐκείνων διὰ τὴν τῶν ἄλλων Ἑλλήνων κακίαν νῦν πράττειν ἀναγκαζόμεθα.
因为,即便没有人向你们提起我对城邦最有用处的那些岁月和契机,你们也不要认为其他希腊人对此一无所知,或者已经忘记了我为你们所做的一切,对于这些事迹,我现在出于两个原因而迟疑于一一写下:其一,我害怕嫉妒,而在嫉妒面前诉说真理是无济于事的;其二,由于其他希腊人的卑劣,我们现在被迫做出许多与过去那些成就极不相称的事情。
§2.5ἐν κεφαλαίῳ δὲ τοιαῦτʼ ἐστὶν ἐφʼ οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθʼ ὑμᾶς μὲν ἐπʼ αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δʼ ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρʼ ὑμῶν.
简而言之,我为你们所致力的那些事情,甚至使你们因此受到所有人的羡慕,而我也曾期待从你们那里获得最重大的赏赐。
τῆς δʼ ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλʼ ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα, §2.6ὃν ὑμεῖς ἠγωνίσασθε, οὐδʼ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐδʼ ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν.
然而,那不可抗拒却又无情的命运,并没有按照正义,而是按照她自己的意愿,对为希腊人自由而战的斗争做出了判决,也就是你们所进行的那场斗争;但在此之后的岁月里,我从未放弃对你们的善意,也未曾以此换取任何东西——无论是恩惠、希望、财富、权力,还是安全。
καίτοι πάντα ταῦθʼ ἑώρων ὑπάρχοντα τοῖς καθʼ ὑμῶν βουλομένοις πολιτεύεσθαι.
然而,我看到所有这些东西,对于那些企图违背你们意愿而参与国政的人来说,都是垂手可得的。
§2.7ὃ δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφʼ οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ διʼ ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην, §2.8ὃ κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφʼ οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δʼ ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, ἃ τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν.
在许多值得我理直气壮地坦率直言的大事中,我认为最重要的一点,我将毫不犹豫地写给你们:即,在有记载的人类整个历史上,腓力在通过谈话劝说人们如其所愿地顺从他,以及用金钱收买希腊各城邦的显贵人物方面,都是最可怕的人物,但我唯独我一人没有屈服于其中任何一种手段,这给你们带来了共同的荣耀:在你们派我担任使节所涉事务上,我曾多次与腓力会面并交谈,但我拒收了他所提供的大笔金钱——对此知情的许多人至今依然在世。
οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε· τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδʼ ὅτι συμφορὰ φανείη, κακία δʼ οὐδεμία, ὑμετέρα δʼ ἀγνωμοσύνη· ἣν τῷ μεταγνῶναι λύσαιτε.
请思考一下,那些人很可能会对你们抱有什么样的看法:因为对于这样一个坚贞不屈的人采取如此行径,我深知,这对我而言固然显出是一场不幸,却绝非任何卑劣之举,但对你们而言,这将被视为忘恩负义;而你们应当通过改变心意来消除这一名声。
§2.9πάντα τοίνυν τὰ προειρημένʼ ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθʼ ἡμέραν πολιτείας, ἐν ᾗ παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐδὲ δυσμενείας οὐδʼ ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτʼ ἰδίας προϊστάμενος, οὐδὲ συκοφαντήσας οὐδένα πώποτʼ οὔτε πολίτην οὔτε ξένον, οὐδὲ καθʼ ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλʼ ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ.
因此,我认为上述所有事情,都不如我持续且日常的政治活动来得重要。 在那些活动中,我投身于国政,既不出于任何公愤、私怨,也不图任何公私的不正当私利,更从未诽谤过任何公民或外邦人;我不仅从未在私底下对你们构成任何威胁,反而是在有需要时,为了你们而在公共场合接受检验。