§8καὶ γὰρ τὸν Ἀμαζόνων στρατὸν ἐλθόντʼ ἐκράτησαν οὕτως ὥστʼ ἔξω Φάσιδος ἐκβαλεῖν, καὶ τὸν Εὐμόλπου καὶ τῶν πολλῶν ἄλλων στόλον οὐ μόνον ἐκ τῆς οἰκείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἄλλων Ἑλλήνων χώρας ἐξήλασαν, οὓς οἱ πρὸ ἡμῶν οἰκοῦντες πρὸς ἑσπέραν πάντες οὔθʼ ὑπέμειναν οὔτʼ ἐδυνήθησαν κωλῦσαι.
というのも、彼らは侵入してきたアマゾネスの軍勢を、ファシス川の彼方へと追い払うほどに見事に打ち破り、また、エウモルポスや他の多くの者たちの遠征軍を、自らの土地からだけでなく他のギリシア人の土地からも追い払った。 彼らに対しては、我々より前に西の方に住んでいたすべての人々が、立ち向かうことも阻止することもできなかったのである。
καὶ μὴν καὶ τῶν Ἡρακλέους παίδων, ὃς τοὺς ἄλλους ἔσῳζεν, σωτῆρες ὠνομάσθησαν, ἡνίκʼ ἦλθον εἰς τήνδε τὴν γῆν ἱκέται, φεύγοντες Εὐρυσθέα.
さらにまた、ヘラクレスの子らがエウリュステウスから逃れてこの地に嘆願者としてやって来たとき、彼らの救済者とも名付けられた。
καὶ πρὸς πᾶσι τούτοις καὶ πολλοῖς ἄλλοις καὶ καλοῖς ἔργοις τὰ τῶν κατοιχομένων νόμιμʼ οὐ περιεῖδον ὑβριζόμενα, ὅτε τοὺς ἕπτʼ ἐπὶ Θήβας θάπτειν ἐκώλυεν Κρέων.
そして、これらすべてに加えて多くの輝かしい偉業において、クレオンがテーバイ攻めの七人の埋葬を禁じたとき、死者に関する不磨の法が蹂躙されるのを黙って見てはいなかった。
§9τῶν μὲν οὖν εἰς μύθους ἀνενηνεγμένων ἔργων πολλὰ παραλιπὼν τούτων ἐπεμνήσθην, ὧν οὕτως ἕκαστον εὐσχήμονας καὶ πολλοὺς ἔχει λόγους ὥστε καὶ τοὺς ἐν μέτροις καὶ τοὺς τῶν ᾀδομένων ποιητὰς καὶ πολλοὺς τῶν συγγραφέων ὑποθέσεις τἀκείνων ἔργα τῆς αὑτῶν μουσικῆς πεποιῆσθαι·
さて、神話の領域へと高められた偉業のうち、多くを省略してこれらに言及したが、それらの各々は、非常に美しく数多くの物語を伴っているため、詩の韻律を用いる詩人も、歌い合わされる歌の作り手も、また歴史家たちの多くも、それらの偉業を自らの芸術の題材としてきたほどである。
ἃ δὲ τῇ μὲν ἀξίᾳ τῶν ἔργων οὐδέν ἐστι τούτων ἐλάττω, τῷ δʼ ὑπογυώτερʼ εἶναι τοῖς χρόνοις οὔπω μεμυθολόγηται, οὐδʼ εἰς τὴν ἡρωϊκὴν ἐπανῆκται τάξιν, ταῦτʼ ἤδη λέξω.
しかし、偉業の価値においてはこれらにいささかも劣らないものの、時代がより現代に近いということのために、まだ神話化されておらず、英雄たちの列にも加えられていない事柄について、私はこれから語ることにしよう。
§10ἐκεῖνοι τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐλθόντα μόνοι δὶς ἠμύναντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ διὰ τῶν ἰδίων κινδύνων κοινῆς σωτηρίας πᾶσι τοῖς Ἕλλησιν αἴτιοι κατέστησαν.
あの先祖たちは、全アジアから押し寄せた遠征軍を、単独で、陸と海の両方において二度にわたって撃退し、自らの身の危険を通じて、すべてのギリシア人の共通の救済をもたらしたのである。
καὶ προείρηται μὲν ὃ μέλλω λέγειν ὑπʼ ἄλλων πρότερον, δεῖ δὲ μηδὲ νῦν τοῦ δικαίου καὶ καλῶς ἔχοντος ἐπαίνου τοὺς ἄνδρας ἐκείνους στερηθῆναι·
そして、私がこれから語ろうとすることは、すでに以前他の人々によって語り尽くされてはいるが、あの先祖たちが、今この時も正当でふさわしい賛辞を奪われてはならない。
τοσούτῳ γὰρ ἀμείνους τῶν ἐπὶ Τροίαν στρατευσαμένων νομίζοιντʼ ἂν εἰκότως,ὅσον οἱ μὲν ἐξ ἁπάσης τῆς Ἑλλάδος ὄντες ἀριστεῖς δέκʼ ἔτη τῆς Ἀσίας ἓν χωρίον πολιορκοῦντες μόλις εἷλον, §11οὗτοι δὲ τὸν ἐκ πάσης τῆς ἠπείρου στόλον ἐλθόντα μόνοι, τἄλλα πάντα κατεστραμμένον, οὐ μόνον ἠμύναντο, ἀλλὰ καὶ τιμωρίαν ὑπὲρ ὧν τοὺς ἄλλους ἠδίκουν ἐπέθηκαν.
というのも、彼らはトロイアに遠征した人々よりも、次のような理由から当然ながら優れているとみなされるべきだからである。 すなわち、あちらは全ギリシアからの精鋭たちでありながら、アジアの一つの場所を10年間包囲してようやくこれを陥落させたのに対し、この人々(先祖たち)は、全大陸から押し寄せた遠征軍を、すでに他のすべての土地を征服していたその大軍を、単独で撃退しただけでなく、他者に対して不義を働いていたことに対する報復をも加えたからである。
ἔτι τοίνυν τὰς ἐν αὐτοῖς τοῖς Ἕλλησιν πλεονεξίας κωλύοντες πάντας ὅσους συνέβη γενέσθαι κινδύνους ὑπέμειναν, ὅπου τὸ δίκαιον εἴη τεταγμένον, ἐνταῦθα προσνέμοντες ἑαυτούς, ἕως εἰς τὴν νῦν ζῶσαν ἡλικίαν ὁ χρόνος προήγαγεν ἡμᾶς.
さらにまた、ギリシア人たちの間における他国への侵害を阻止するにあたって、遭遇したあらゆる危険に耐え抜き、正義が味方する側に自らを位置づけ、ついに時間が我々を現在生きている世代へと導くまで、それを続けたのである。
§12μηδεὶς δʼ ἡγείσθω μʼ ἀποροῦντα τί χρὴ περὶ τούτων εἰπεῖν ἑκάστου, ταῦτα τὰ πραχθέντʼ ἀπηριθμηκέναι.
私がこれらの成し遂げられた偉業を列挙したのを、それらの一つひとつについて何を語るべきか窮したためであると、誰一人として思わないでほしい。
εἰ γὰρ ἁπάντων ἀμηχανώτατος ἦν ὅ τι χρὴ λέγειν πορίσασθαι, ἡ ʼκείνων ἀρετὴ δείκνυσιν αὐτὴ ἃ καὶ πρόχειρα καὶ ῥᾴδιʼ ἐπελθεῖν ἐστιν.
というのも、仮に私が何を語るべきかを見出すすべての人々の中で最も無能であったとしても、彼らの徳それ自体が、容易に手に取って語ることのできる事柄を示してくれるからである。
ἀλλὰ προαιροῦμαι τῆς εὐγενείας καὶ τῶν παρὰ τοῖς προγόνοις μεγίστων μνησθεὶς ὡς τάχιστα συνάψαι τὸν λόγον πρὸς τὰ τοῖσδε πεπραγμένα, ἵνα, ὥσπερ τὰς φύσεις ἦσαν συγγενεῖς, οὕτω τοὺς ἐπαίνους ἐπʼ αὐτῶν κοινοὺς ποιήσωμαι, ὑπολαμβάνων ταῦτʼ ἂν εἶναι κεχαρισμένα καὶ μάλιστʼ ἀμφοτέροις, εἰ τῆς ἀλλήλων ἀρετῆς μὴ μόνον τῇ φύσει μετάσχοιεν, ἀλλὰ καὶ τοῖς ἐπαίνοις.
しかし、私は彼らの血統の高貴さと先祖たちの最大の偉業に言及した上で、直ちにこの方々が成し遂げたことへと演説を繋げることを選択する。 それは、彼らの生まれが血縁関係にあったように、彼らへの賛辞も共通のものにするためである。 そうすれば、お互いの徳に血統においてあずかるだけでなく、賛辞においてもあずかることになり、双方にとって最も喜ばしいことになると私は考えるからである。
§13ἀνάγκη δʼ ἐν τῷ μεταξὺ διαλαβεῖν, καὶ πρὸ τοῦ τὰ τοῖσδε πεπραγμένα τοῖς ἀνδράσιν δηλοῦν καὶ τοὺς ἔξω τοῦ γένους πρὸς τὸν τάφον ἠκολουθηκότας πρὸς εὔνοιαν παρακαλέσαι.
しかし、その前に一度話を区切り、この方々が成し遂げた偉業を明らかにする前に、一族の外の者であってこの墓地まで列に付いてきてくれた人々に対して、好意を抱くよう呼びかける必要がある。
καὶ γὰρ εἰ μὲν εἰς χρημάτων δαπάνην ἤ τινʼ ἄλλην θεωρίαν ἱππικῶν ἢ γυμνικῶν ἄθλων ἐτάχθην κοσμῆσαι τὸν τάφον, ὅσῳπερ ἂν προθυμότερον καὶ ἀφειδέστερον ταῦτα παρεσκευάσμην, τοσούτῳ μᾶλλον ἂν προσήκοντʼ ἔδοξα πεποιηκέναι· λόγῳ δʼ ἐπαινέσαι τούτους τοὺς ἄνδρας αἱρεθείς, ἂν μὴ τοὺς ἀκούοντας συμβουλομένους λάβω, φοβοῦμαι μὴ τῇ προθυμίᾳ τοὐναντίον οὗ δεῖ ποιήσω.
というのも、もし私が富の支出や、あるいは競馬や体育の競技会といった他の何らかの見せ物において、この墓を飾ることを命じられていたのであれば、私がどれほど熱心に、惜しみなくそれらを準備したかに応じて、いっそうふさわしい務めを果たしたとみなされたであろうが、言論によってこの人々を称える者として選ばれた私は、もし聴く人々が好意的になってくれなければ、自らの熱意が求めているものとは反対の結果をもたらすのではないかと恐れるのである。
§14ὁ μὲν γὰρ πλοῦτος καὶ τὸ τάχος καὶ ἡ ἰσχὺς καὶ ὅσʼ ἄλλα τούτοις ὅμοια, αὐτάρκεις ἔχει τὰς ὀνήσεις τοῖς κεκτημένοις, καὶ κρατοῦσιν ἐν αὐτοῖς, οἷς ἂν παρῇ, κἂν μηδεὶς τῶν ἄλλων βούληται·
というのも、富や素早さや力、その他これらに類するあらゆるものは、それを所有する者にとって自己完結的な恩恵を持っており、それを備えている人々においては、他の誰もそれを望まないとしても、それ自体が効力を発揮するが、言論による説得は、聴く人々の好意をさらに必要とするからである。
ἡ δὲ τῶν λόγων πειθὼ τῆς τῶν ἀκουόντων εὐνοίας προσδεῖται, καὶ μετὰ ταύτης μέν, κἂν μετρίως ῥηθῇ, δόξαν ἤνεγκε καὶ χάριν προσποιεῖ, ἄνευ δὲ ταύτης, κἂν ὑπερβάλῃ τῷ λέγειν καλῶς, προσέστη τοῖς ἀκούουσιν.
そして、好意を伴うならば、たとえ凡庸に語られたとしても名声をもたらし感謝を呼び起こすが、好意を欠くならば、たとえどれほど見事に語られたとしても、聴く人々に不快感を与えるのである。