§8καὶ γὰρ τὸν Ἀμαζόνων στρατὸν ἐλθόντʼ ἐκράτησαν οὕτως ὥστʼ ἔξω Φάσιδος ἐκβαλεῖν, καὶ τὸν Εὐμόλπου καὶ τῶν πολλῶν ἄλλων στόλον οὐ μόνον ἐκ τῆς οἰκείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἄλλων Ἑλλήνων χώρας ἐξήλασαν, οὓς οἱ πρὸ ἡμῶν οἰκοῦντες πρὸς ἑσπέραν πάντες οὔθʼ ὑπέμειναν οὔτʼ ἐδυνήθησαν κωλῦσαι.
For indeed, they conquered the invading army of the Amazons so thoroughly as to cast them out beyond the Phasis, and they drove out the expedition of Eumolpus and of many others not only from their own land but also from the land of the other Greeks—whom all those dwelling to our west before our time neither withstood nor were able to stop.
καὶ μὴν καὶ τῶν Ἡρακλέους παίδων, ὃς τοὺς ἄλλους ἔσῳζεν, σωτῆρες ὠνομάσθησαν, ἡνίκʼ ἦλθον εἰς τήνδε τὴν γῆν ἱκέται, φεύγοντες Εὐρυσθέα.
And furthermore, they were named saviors of the children of Heracles, when they came to this land as suppliants, fleeing from Eurystheus.
καὶ πρὸς πᾶσι τούτοις καὶ πολλοῖς ἄλλοις καὶ καλοῖς ἔργοις τὰ τῶν κατοιχομένων νόμιμʼ οὐ περιεῖδον ὑβριζόμενα, ὅτε τοὺς ἕπτʼ ἐπὶ Θήβας θάπτειν ἐκώλυεν Κρέων.
And in addition to all these and many other noble deeds, they did not allow the sacred customs concerning the departed to be outraged, when Creon forbade the burial of the Seven against Thebes.
§9τῶν μὲν οὖν εἰς μύθους ἀνενηνεγμένων ἔργων πολλὰ παραλιπὼν τούτων ἐπεμνήσθην, ὧν οὕτως ἕκαστον εὐσχήμονας καὶ πολλοὺς ἔχει λόγους ὥστε καὶ τοὺς ἐν μέτροις καὶ τοὺς τῶν ᾀδομένων ποιητὰς καὶ πολλοὺς τῶν συγγραφέων ὑποθέσεις τἀκείνων ἔργα τῆς αὑτῶν μουσικῆς πεποιῆσθαι·
Of the deeds, then, that have been referred to the realm of myths, I have omitted many and mentioned these, each of which has such beautiful and numerous stories that both the poets in meter and the creators of songs, as well as many of the historians, have made those deeds the subjects of their own art.
ἃ δὲ τῇ μὲν ἀξίᾳ τῶν ἔργων οὐδέν ἐστι τούτων ἐλάττω, τῷ δʼ ὑπογυώτερʼ εἶναι τοῖς χρόνοις οὔπω μεμυθολόγηται, οὐδʼ εἰς τὴν ἡρωϊκὴν ἐπανῆκται τάξιν, ταῦτʼ ἤδη λέξω.
But those deeds which, though in no way inferior to these in the worth of the achievements, have not yet been mythologized because they are closer in time, nor have they been elevated to the rank of heroes, these I will now relate.
§10ἐκεῖνοι τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐλθόντα μόνοι δὶς ἠμύναντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ διὰ τῶν ἰδίων κινδύνων κοινῆς σωτηρίας πᾶσι τοῖς Ἕλλησιν αἴτιοι κατέστησαν.
Those men, alone, twice warded off the expedition that came from all Asia both by land and by sea, and through their private dangers became the authors of common salvation for all the Greeks.
καὶ προείρηται μὲν ὃ μέλλω λέγειν ὑπʼ ἄλλων πρότερον, δεῖ δὲ μηδὲ νῦν τοῦ δικαίου καὶ καλῶς ἔχοντος ἐπαίνου τοὺς ἄνδρας ἐκείνους στερηθῆναι· τοσούτῳ γὰρ ἀμείνους τῶν ἐπὶ Τροίαν στρατευσαμένων νομίζοιντʼ ἂν εἰκότως,ὅσον οἱ μὲν ἐξ ἁπάσης τῆς Ἑλλάδος ὄντες ἀριστεῖς δέκʼ ἔτη τῆς Ἀσίας ἓν χωρίον πολιορκοῦντες μόλις εἷλον, §11οὗτοι δὲ τὸν ἐκ πάσης τῆς ἠπείρου στόλον ἐλθόντα μόνοι, τἄλλα πάντα κατεστραμμένον, οὐ μόνον ἠμύναντο, ἀλλὰ καὶ τιμωρίαν ὑπὲρ ὧν τοὺς ἄλλους ἠδίκουν ἐπέθηκαν.
And although what I am about to say has been said before by others, those men must not even now be deprived of their just and fitting praise; for they might justly be deemed better than those who campaigned against Troy by as much as the latter, though being the elite from the whole of Greece, besieged one place in Asia for ten years and only with difficulty took it, while these men, alone, not only warded off the expedition that came from the entire continent, which had already subjugated all other lands, but also inflicted punishment for the wrongs they were doing to others.
ἔτι τοίνυν τὰς ἐν αὐτοῖς τοῖς Ἕλλησιν πλεονεξίας κωλύοντες πάντας ὅσους συνέβη γενέσθαι κινδύνους ὑπέμειναν, ὅπου τὸ δίκαιον εἴη τεταγμένον, ἐνταῦθα προσνέμοντες ἑαυτούς, ἕως εἰς τὴν νῦν ζῶσαν ἡλικίαν ὁ χρόνος προήγαγεν ἡμᾶς.
Furthermore, by preventing acts of encroachment among the Greeks themselves, they endured all the dangers that happened to arise, aligning themselves wherever justice was stationed, until time brought us forward to the generation now living.
§12μηδεὶς δʼ ἡγείσθω μʼ ἀποροῦντα τί χρὴ περὶ τούτων εἰπεῖν ἑκάστου, ταῦτα τὰ πραχθέντʼ ἀπηριθμηκέναι.
And let no one think that I have enumerated these deeds because I am at a loss as to what to say about each of them.
εἰ γὰρ ἁπάντων ἀμηχανώτατος ἦν ὅ τι χρὴ λέγειν πορίσασθαι, ἡ ʼκείνων ἀρετὴ δείκνυσιν αὐτὴ ἃ καὶ πρόχειρα καὶ ῥᾴδιʼ ἐπελθεῖν ἐστιν.
For even if I were the most helpless of all men in finding what to say, their virtue itself points out things that are both ready at hand and easy to go through.
ἀλλὰ προαιροῦμαι τῆς εὐγενείας καὶ τῶν παρὰ τοῖς προγόνοις μεγίστων μνησθεὶς ὡς τάχιστα συνάψαι τὸν λόγον πρὸς τὰ τοῖσδε πεπραγμένα, ἵνα, ὥσπερ τὰς φύσεις ἦσαν συγγενεῖς, οὕτω τοὺς ἐπαίνους ἐπʼ αὐτῶν κοινοὺς ποιήσωμαι, ὑπολαμβάνων ταῦτʼ ἂν εἶναι κεχαρισμένα καὶ μάλιστʼ ἀμφοτέροις, εἰ τῆς ἀλλήλων ἀρετῆς μὴ μόνον τῇ φύσει μετάσχοιεν, ἀλλὰ καὶ τοῖς ἐπαίνοις.
But I choose, having mentioned their noble birth and the greatest deeds of their ancestors, to connect my speech as quickly as possible with the deeds of these men here, so that just as they were kindred in their natures, so I may make the praises of them common, supposing that this would be most pleasing to both, if they should share in one another's virtue not only by birth but also in praises.
§13ἀνάγκη δʼ ἐν τῷ μεταξὺ διαλαβεῖν, καὶ πρὸ τοῦ τὰ τοῖσδε πεπραγμένα τοῖς ἀνδράσιν δηλοῦν καὶ τοὺς ἔξω τοῦ γένους πρὸς τὸν τάφον ἠκολουθηκότας πρὸς εὔνοιαν παρακαλέσαι.
But in the meantime, it is necessary to pause, and before revealing the deeds accomplished by these men, to summon to goodwill those outside the family who have followed the procession to the tomb.
καὶ γὰρ εἰ μὲν εἰς χρημάτων δαπάνην ἤ τινʼ ἄλλην θεωρίαν ἱππικῶν ἢ γυμνικῶν ἄθλων ἐτάχθην κοσμῆσαι τὸν τάφον, ὅσῳπερ ἂν προθυμότερον καὶ ἀφειδέστερον ταῦτα παρεσκευάσμην, τοσούτῳ μᾶλλον ἂν προσήκοντʼ ἔδοξα πεποιηκέναι· λόγῳ δʼ ἐπαινέσαι τούτους τοὺς ἄνδρας αἱρεθείς, ἂν μὴ τοὺς ἀκούοντας συμβουλομένους λάβω, φοβοῦμαι μὴ τῇ προθυμίᾳ τοὐναντίον οὗ δεῖ ποιήσω.
For indeed, if I had been appointed to adorn the tomb by the expenditure of wealth or some other spectacle of equestrian or athletic contests, the more eagerly and unsparingly I had prepared these, the more I would have seemed to have done what was fitting; but having been chosen to praise these men in speech, unless I find my hearers well-disposed, I fear lest by my eagerness I may achieve the opposite of what is required.
§14ὁ μὲν γὰρ πλοῦτος καὶ τὸ τάχος καὶ ἡ ἰσχὺς καὶ ὅσʼ ἄλλα τούτοις ὅμοια, αὐτάρκεις ἔχει τὰς ὀνήσεις τοῖς κεκτημένοις, καὶ κρατοῦσιν ἐν αὐτοῖς, οἷς ἂν παρῇ, κἂν μηδεὶς τῶν ἄλλων βούληται· ἡ δὲ τῶν λόγων πειθὼ τῆς τῶν ἀκουόντων εὐνοίας προσδεῖται, καὶ μετὰ ταύτης μέν, κἂν μετρίως ῥηθῇ, δόξαν ἤνεγκε καὶ χάριν προσποιεῖ, ἄνευ δὲ ταύτης, κἂν ὑπερβάλῃ τῷ λέγειν καλῶς, προσέστη τοῖς ἀκούουσιν.
For wealth, speed, strength, and all other such things possess self-sufficient benefits for those who possess them, and they prevail in themselves, among those in whom they are present, even if no one else wishes it; but the persuasiveness of speech stands in need of the goodwill of the hearers, and with this, even if it is spoken moderately, it brings glory and acquires gratitude, but without it, even if it surpasses in speaking well, it offends the hearers.