§15πολλὰ τοίνυν ἔχων εἰπεῖν ὧν οἵδε πράξαντες δικαίως ἐπαινεθήσονται, ἐπειδὴ πρὸς αὐτοῖς εἰμι τοῖς ἔργοις, ἀπορῶ τί πρῶτον εἴπω·
さて、この人々が成し遂げたことのうち、当然ながら称賛されるであろう多くのことを語るべきとして持ちながらも、まさにその偉業そのものに直面しているため、私は最初に何を語るべきか途方に暮れている。
προσιστάμενα γάρ μοι πάντʼ εἰς ἕνα καιρὸν δύσκριτον καθίστησιν τὴν αἵρεσιν αὐτῶν.
なぜなら、すべてのことが同時に私の前に現れて、それらを選択することを困難にしているからである。
οὐ μὴν ἀλλὰ πειράσομαι τὴν αὐτὴν ποιήσασθαι τοῦ λόγου τάξιν ἥπερ ὑπῆρξεν τοῦ βίου τούτοις.
しかしながら、この人々の人生において存在したのとまさに同じ順序を、この演説の順序とすることに努めよう。
§16οἵδε γὰρ ἐξ ἀρχῆς ἐν πᾶσιν τοῖς παιδεύμασιν ἦσαν ἐπιφανεῖς, τὰ πρέποντα καθʼ ἡλικίαν ἀσκοῦντες ἑκάστην, καὶ πᾶσιν ἀρέσκοντες οἷς χρή, γονεῦσιν, φίλοις, οἰκείοις.
なぜなら、この人々は最初からすべての教育において顕著であり、それぞれの年齢にふさわしいことを修め、気に入られるべきすべての人々、すなわち親、友人、親族に気に入られていたからである。
τοιγαροῦν ὥσπερ ἴχνη γνωρίζουσα νῦν ἡ τῶν οἰκείων αὐτοῖς καὶ φίλων μνήμη πᾶσαν ὥραν ἐπὶ τούτους φέρεται τῷ πόθῳ, §17πόλλʼ ὑπομνήματα λαμβάνουσα, ἐν οἷς συνῄδει τούτοις ἀρίστοις οὖσιν.
それゆえ、今や親族や友人の記憶は、いわば彼らの足跡をたどるように、あらゆる時に、憧れをもって彼らへと向かうのである、彼らが極めて優れた者であったことをよく知る、数多くの思い出を受け取りつつ。
ἐπειδὴ δʼ εἰς ἄνδρας ἀφίκοντο, οὐ μόνον τοῖς πολίταις γνώριμον τὴν αὑτῶν φύσιν ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις κατέστησαν.
そして彼らが成人に達したとき、彼らは自らの本性を市民たちに対してだけでなく、すべての人々に対しても明らかにした。
ἔστιν γάρ, ἔστιν ἁπάσης ἀρετῆς ἀρχὴ μὲν σύνεσις, πέρας δʼ ἀνδρεία·
というのも、あらゆる徳の始まりは思慮であり、終わりは勇気だからである。
καὶ τῇ μὲν δοκιμάζεται τί πρακτέον ἐστί, τῇ δὲ σῴζεται.
そして、一方によってなされるべきことが見極められ、他方によってそれが守られる。
ἐν τούτοις ἀμφοτέροις οἵδε πολὺ διήνεγκαν.
これら両方において、この人々は大いに傑出していた。
§18καὶ γὰρ εἴ τις ἐφύετο κοινὸς πᾶσιν κίνδυνος τοῖς Ἕλλησιν, οὗτοι πρῶτοι προείδοντο καὶ πολλάκις εἰς σωτηρίαν ἅπαντας παρεκάλεσαν, ὅπερ γνώμης ἀπόδειξίς ἐστιν εὖ φρονούσης·
というのも、もしギリシア人全体に共通の危険が何か生じつつあったなら、この人々は真っ先に見通して、しばしば全員に救済を呼びかけたからであり、これは健全な思慮の証明である。
καὶ τῆς παρὰ τοῖς Ἕλλησιν ἀγνοίας μεμειγμένης κακίᾳ, ὅτʼ ἐνῆν ταῦτα κωλύειν ἀσφαλῶς, τὰ μὲν οὐ προορώσης τὰ δʼ εἰρωνευομένης, ὅμως, ἡνίχʼ ὑπήκουσαν καὶ τὰ δέοντα ποιεῖν ἠθέλησαν, οὐκ ἐμνησικάκησαν, ἀλλὰ προστάντες καὶ παρασχόντες ἅπαντα προθύμως, καὶ σώματα καὶ χρήματα καὶ συμμάχους, εἰς πεῖραν ἦλθον ἀγῶνος, εἰς ὃν οὐδὲ τῆς ψυχῆς ἐφείσαντο.
そして、ギリシア人たちの間の悪意の混じった無知が、(安全にこれらを防ぐことができたときに)あることは見通せず、あることは無視していたにもかかわらず、それでも彼らが耳を傾けてなされるべきことを行うことを望んだときには、過去の怨恨を根に持たず、むしろ先頭に立って、身体も財産も同盟軍も、すべてを熱意をもって提供し、命さえ惜しまなかった戦いの試練へと赴いたのである。
§19ἐξ ἀνάγκης δὲ συμβαίνει, ὅταν μάχη γίγνηται, τοῖς μὲν ἡττᾶσθαι, τοῖς δὲ νικᾶν·
戦いが起こるときには、一方にとっては敗北し、他方にとっては勝利することが必然的に生じる。
οὐκ ἂν ὀκνήσαιμι δʼ εἰπεῖν ὅτι μοι δοκοῦσιν οἱ τελευτῶντες ἑκατέρων ἐν τάξει τῆς μὲν ἥττης οὐ μετέχειν, νικᾶν δʼ ὁμοίως ἀμφότεροι.
しかし、私には、戦列において落命した双方の者たちは、敗北にはあずかっておらず、等しく双方が勝利していると思われる、と言うことを私は躊躇わない。
τὸ μὲν γὰρ κρατεῖν ἐν τοῖς ζῶσιν, ὡς ἂν ὁ δαίμων παραδῷ, κρίνεται· ὃ δʼ εἰς τοῦθʼ ἕκαστον ἔδει παρασχέσθαι, πᾶς ὁ μένων πεποίηκεν.
なぜなら、勝利することは、運命の神がどのように手渡すかに応じて、生きている者たちの間で判定されるが、このために各自が提供すべきであった義務は、その場に留まったすべての者が果たしたからである。
εἰ δὲ θνητὸς ὢν τὴν εἱμαρμένην ἔσχεν, τῇ τύχῃ πέπονθε τὸ συμβαῖνον, οὐχὶ τὴν ψυχὴν ἥττηται τῶν ἐναντίων.
もし死すべき身として定められた運命を迎えたならば、生じたことは運によって被ったのであり、魂において敵に敗れたのではない。
§20νομίζω τοίνυν καὶ τοῦ τῆς χώρας ἡμῶν μὴ ἐπιβῆναι τοὺς πολεμίους πρὸς τῇ τῶν ἐναντίων ἀγνωμοσύνῃ τὴν τούτων ἀρετὴν αἰτίαν γεγενῆσθαι·
それゆえ私は、敵が我々の土地を踏み荒らさなかったことも、敵の無分別に加えて、この人々の徳が原因であったと考える。
κατʼ ἄνδρα γὰρ πεῖραν εἰληφότες οἱ τότε συμμείξαντες ἐκεῖ, οὐκ ἐβούλοντʼ αὖθις εἰς ἀγῶνα καθίστασθαι τοῖς ἐκείνων οἰκείοις, ὑπολαμβάνοντες ταῖς μὲν φύσεσιν ταῖς ὁμοίαις ἀπαντήσεσθαι, τύχην δʼ οὐκ εὔπορον εἶναι τὴν ὁμοίαν λαβεῖν.
なぜなら、当時そこで交戦した敵は、個々に試練を経ており、彼らの親族と再び戦うことを望まなかったからである。 同じような本性に立ち向かうことになるが、同じような幸運を得ることは容易ではないと考えたのである。
δηλοῖ δʼ οὐχ ἥκισθʼ ὅτι ταῦθʼ οὕτως ἔχει καὶ τὰ τῆς γεγονυίας εἰρήνης·
そして、これがその通りであることを、結ばれた平和の諸条件が最もよく示している。
οὐ γὰρ ἔνεστʼ εἰπεῖν οὔτʼ ἀληθεστέραν οὔτε καλλίω πρόφασιν τοῦ τῆς τῶν τετελευτηκότων ἀγασθέντʼ ἀρετῆς τὸν τῶν ἐναντίων κύριον φίλον γενέσθαι τοῖς ἐκείνων οἰκείοις βούλεσθαι μᾶλλον ἢ πάλιν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἄρασθαι.
なぜなら、亡くなった人々の徳に敬意を表して、敵の支配者が、すべてを賭けた危険を再び引き受けるよりも、彼らの親族と友人になることを望んだ、ということ以上に真実であり、かつ立派な理由を言うことはできないからである。
§21οἶμαι δʼ ἄν, εἴ τις αὐτοὺς τοὺς παραταξαμένους ἐρωτήσειεν πότερʼ ἡγοῦνται ταῖς αὑτῶν ἀρεταῖς ἢ τῇ παραδόξῳ καὶ χαλεπῇ τύχῃ κατωρθωκέναι καὶ τῇ τοῦ προεστηκότος αὑτῶν ἐμπειρίᾳ καὶ τόλμῃ, οὐδένʼ οὔτʼ ἀναίσχυντον οὔτε τολμηρὸν οὕτως εἶναι, ὅντινʼ ἀντιποιήσεσθαι τῶν πεπραγμένων.
もし誰かが、実際に戦列に加わった者たち自身に対して、自らの徳によって成功を収めたのか、それとも予期せぬ困難な運命と、自らの指導者の経験および大胆さによって成功を収めたのかを尋ねたなら、成し遂げられたことを自分の手柄と主張するほど、厚顔無恥で大胆な者は一人もいないであろうと私は思う。
ἀλλὰ μὴν ὑπὲρ ὧν ὁ πάντων κύριος δαίμων, ὡς ἐβούλετο, ἔνειμε τὸ τέλος, ἅπαντας ἀφεῖσθαι κακίας ἀνάγκη τοὺς λοιπούς, ἀνθρώπους γʼ ὄντας·
しかしながら、万物の支配者たる神霊が、自ら欲したように結末を配分したことについては、残された他の人々は皆、人間である以上、非難から解放されるべきなのは必然である。
§22εἰ δʼ ἄρʼ ἔστι τις ἀνθρώπων ὅτῳ περὶ τούτων ἐγκαλέσαι προσήκει, τοῖς ἐπὶ τούτῳ ταχθεῖσιν Θηβαίων, οὐχὶ τοῖς πολλοῖς οὔτʼ ἐκείνων οὔθʼ ἡμῶν ἐγκαλέσειεν ἄν τις εἰκότως·
しかし、もしこれらのことについて非難することがふさわしい人間が誰かいるとすれば、それはこの指揮に当たったテーバイの指導者たちに対してであり、彼らの一般市民や我々の多くの者を非難することは、誰も当然ながらしないであろう。
οἳ δύναμιν λαβόντες ἔχουσαν θυμὸν ἀήττητον καὶ ἀπροφάσιστον καὶ φιλοτιμίαν ἐφάμιλλον οὐδενὶ τούτων ὀρθῶς ἐχρήσαντο.
彼らは、不屈で容赦のない気概と同等のない名誉心を備えた軍隊を手に入れながら、これらを何一つ正しく用いなかったのである。