Humanitext Reader

デモステネス · 第六十弁論 葬送演説 §1-7

公葬の法と戦死者たちの自生的な高貴な血統

1 / 5 箇所 · ギリシア語

要旨

語り手が、戦死した市民を公的に葬るアテナイの法と、彼らの自生的な高貴な血統、そして大地から授かった恵みについて称え始める。

§1ἐπειδὴ τοὺς ἐν τῷδε τῷ τάφῳ κειμένους, ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γεγονότας, ἔδοξεν τῇ πόλει δημοσίᾳ θάπτειν καὶ προσέταξεν ἐμοὶ τὸν νομιζόμενον λόγον εἰπεῖν ἐπʼ αὐτοῖς, ἐσκόπουν μὲν εὐθὺς ὅπως τοῦ προσήκοντος ἐπαίνου τεύξονται, ἐξετάζων δὲ καὶ σκοπῶν ἀξίως εἰπεῖν τῶν τετελευτηκότων ἕν τι τῶν ἀδυνάτων ηὕρισκον ὄν.
国家が、この墓に横たわる者たち、すなわち戦争において勇者であった者たちを、公費で葬ることを決定し、私に彼らの上で慣例の演説を行うことを命じたので、私は直ちに彼らがふさわしい賛辞を得られるようにと思案したが、死者たちにふさわしく語ることを検討し思案するにつれ、それが不可能なことの一つであると気づいた。
οἳ γὰρ τὴν ὑπάρχουσαν πᾶσιν ἔμφυτον τοῦ ζῆν ὑπερεῖδον ἐπιθυμίαν, καὶ τελευτῆσαι καλῶς μᾶλλον ἠβουλήθησαν ἢ ζῶντες τὴν Ἑλλάδʼ ἰδεῖν ἀτυχοῦσαν, πῶς οὐκ ἀνυπέρβλητον παντὶ λόγῳ τὴν αὑτῶν ἀρετὴν καταλελοίπασιν;
というのも、すべての人に備わっている生まれつきの生への欲望を軽蔑し、生きながらギリシアが不幸になるのを見るよりも美しく死ぬことを望んだ彼らが、どうして自らの徳を、いかなる言論をも超えるものとして残さずにいられただろうか。
ὁμοίως μέντοι διαλεχθῆναι τοῖς πρότερόν ποτʼ εἰρηκόσιν ἐνθάδʼ εἶναι μοι δοκεῖ.
しかしながら、かつてここで語った人々と同様に語ることは、私に可能であると思われる。
§2ὡς μὲν οὖν ἡ πόλις σπουδάζει περὶ τοὺς ἐν τῷ πολέμῳ τελευτῶντας, ἔκ τε τῶν ἄλλων ἔστιν ἰδεῖν καὶ μάλιστʼ ἐκ τοῦδε τοῦ νόμου, καθʼ ὃν αἱρεῖται τὸν ἐροῦντʼ ἐπὶ ταῖς δημοσίαις ταφαῖς·
さて、国家がいかに戦争で命を落とした者たちを重んじているかは、他の多くのことからも、また何よりも、公葬において演説を行う者を選出するというこの法律からも見て取ることができる。
εἰδυῖα γὰρ παρὰ τοῖς ἀγαθοῖς ἀνδράσιν τὰς μὲν τῶν χρημάτων κτήσεις καὶ τῶν κατὰ τὸν βίον ἡδονῶν ἀπολαύσεις ὑπερεωραμένας, τῆς δʼ ἀρετῆς καὶ τῶν ἐπαίνων πᾶσαν τὴν ἐπιθυμίαν οὖσαν, ἐξ ὧν ταῦτʼ ἂν αὐτοῖς μάλιστα γένοιτο λόγων, τούτοις ᾠήθησαν δεῖν αὐτοὺς τιμᾶν, ἵνʼ ἣν ζῶντες ἐκτήσαντʼ εὐδοξίαν, αὕτη καὶ τετελευτηκόσιν αὐτοῖς ἀποδοθείη.
なぜなら、優れた人々においては、富の獲得や生活の快楽の享受が軽んじられ、徳と賛辞に対する熱望がすべてであることを国家は知っており、これらが彼らに最ももたらされるのは言論によってであるから、言論によって彼らを称えるべきだと考えたからである。 それは、彼らが生前に獲得した名声が、死後の彼らにも返還されるようにするためである。
§3εἰ μὲν οὖν τὴν ἀνδρείαν μόνον αὐτοῖς τῶν εἰς ἀρετὴν ἀνηκόντων ὑπάρχουσαν ἑώρων, ταύτην ἂν ἐπαινέσας ἀπηλλαττόμην τῶν λοιπῶν·
もし、彼らに備わる徳に属するもののうち、勇気だけがあるのを私が認めたのであれば、私はそれだけを称えて他を省いたであろう。
ἐπειδὴ δὲ καὶ γεγενῆσθαι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως καὶ βεβιωκέναι φιλοτίμως συμβέβηκεν αὐτοῖς, ἐξ ὧν εἰκότως ἦσαν σπουδαῖοι, αἰσχυνοίμην ἂν εἴ τι τούτων φανείην παραλιπών.
しかし、彼らには、高貴に生まれ、節度をもって教育され、名誉を重んじて生きたということが伴っており、これらによって当然ながら彼らは優れた人物であったのだから、これらの一部でも見落としていると思われるなら、私は恥じるであろう。
ἄρξομαι δʼ ἀπὸ τῆς τοῦ γένους αὐτῶν ἀρχῆς.
そこで、私は彼らの血統の始まりから説き起こそう。
§4ἡ γὰρ εὐγένεια τῶνδε τῶν ἀνδρῶν ἐκ πλείστου χρόνου παρὰ πᾶσιν ἀνθρώποις ἀνωμολόγηται.
というのも、これらの方々の血統の高貴さは、極めて古い時代からすべての人々の間で認められてきたからである。
οὐ γὰρ μόνον εἰς πατέρʼ αὐτοῖς καὶ τῶν ἄνω προγόνων κατʼ ἄνδρʼ ἀνενεγκεῖν ἑκάστῳ τὴν φύσιν ἔστιν, ἀλλʼ εἰς ὅλην κοινῇ τὴν ὑπάρχουσαν πατρίδα, ἧς αὐτόχθονες ὁμολογοῦνται εἶναι.
彼らはそれぞれ、自らの出自を父親やそれ以上の個々の先祖へと遡らせることができるだけでなく、自らの祖国全体へと共同で遡らせることができ、彼らはその祖国の自生的な先住民であると認められているからである。
μόνοι γὰρ πάντων ἀνθρώπων, ἐξ ἧσπερ ἔφυσαν, ταύτην ᾤκησαν καὶ τοῖς ἐξ αὑτῶν παρέδωκαν, ὥστε δικαίως ἄν τις ὑπολάβοι τοὺς μὲν ἐπήλυδας ἐλθόντας εἰς τὰς πόλεις καὶ τούτων πολίτας προσαγορευομένους ὁμοίους εἶναι τοῖς εἰσποιητοῖς τῶν παίδων, τούτους δὲ γνησίους γόνῳ τῆς πατρίδος πολίτας εἶναι.
なぜなら彼らは、全人類の中で唯一、自らを生み出したまさにその地に住み、それを自らの子孫に伝えたのであり、したがって、他の都市へとやって来てその市民と呼ばれるようになった移民たちは養子のようなものであり、この人々こそが祖国にとって生まれながらの嫡出の市民であると考えるのは正当である。
§5δοκεῖ δέ μοι καὶ τὸ τοὺς καρπούς, οἷς ζῶσιν ἅνθρωποι, παρʼ ἡμῖν πρώτοις φανῆναι, χωρὶς τοῦ μέγιστον εὐεργέτημʼ εἰς πάντας γενέσθαι, ὁμολογούμενον σημεῖον ὑπάρχειν τοῦ μητέρα τὴν χώραν εἶναι τῶν ἡμετέρων προγόνων.
また、人間が生きていくための穀物が我々の土地に最初に現れたということは、すべての人々に対する最大の恩恵となったことは別としても、この土地が我々の先祖の母親であるということの、誰もが認める証拠であると私は思う。
πάντα γὰρ τὰ τίκτονθʼ ἅμα καὶ τροφὴν τοῖς γιγνομένοις ἀπʼ αὐτῆς τῆς φύσεως φέρει· ὅπερ ἥδʼ ἡ χώρα πεποίηκεν.
なぜなら、生み出すものはすべて、その自然の本性によって、生まれてくるもののための栄養をも同時にもたらすからであり、この土地がまさにそれを行ったからである。
§6τὰ μὲν οὖν εἰς γένος ἀνήκοντα τοιαῦτα διʼ αἰῶνος ὑπάρχει τοῖς τῶνδε τῶν ἀνδρῶν προγόνοις.
さて、血統に関する事柄については、これらの方々の先祖に永遠にわたってこのような特徴が備わっている。
τὰ δʼ εἰς ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενος μὴ μῆκος ἄκαιρον ἐπιγένηται τῷ λόγῳ·
しかし、勇気やその他の徳に関する事柄をすべて語ることは、演説が不適切に長くなることを警戒して、私はためらう。
ἃ δὲ καὶ τοῖς εἰδόσιν χρήσιμʼ ἀναμνησθῆναι καὶ τοῖς ἀπείροις κάλλιστʼ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκος λόγου ἄλυπον, ταῦτʼ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι.
しかし、すでに知っている人々にとっては思い出すのに有益であり、知らない人々にとっては聞くのに最も美しく、また大いなる熱意を呼び起こし、演説を退屈な長さにしないような事柄を、要約して述べるよう努めよう。
§7οἱ γὰρ τῆς κατὰ τὸν παρόντα χρόνον γενεᾶς πρόγονοι, καὶ πατέρες καὶ τούτων ἐπάνω τὰς προσηγορίας ἔχοντες, αἷς ὑπὸ τῶν ἐν γένει γνωρίζονται, ἠδίκησαν μὲν οὐδένα πώποτʼ οὔθʼ Ἕλληνʼ οὔτε βάρβαρον, ἀλλʼ ὑπῆρχεν αὐτοῖς πρὸς ἅπασι τοῖς ἄλλοις καλοῖς κἀγαθοῖς καὶ δικαιοτάτοις εἶναι, ἀμυνόμενοι δὲ πολλὰ καὶ καλὰ διεπράξαντο.
というのも、現在の世代の先祖たち、すなわち父親たちや、その上に親族によって知られている名を持つ先祖たちは、ギリシア人も野蛮人も、誰一人としてかつて不当に扱ったことはなく、むしろ、他のすべての美徳に加えて、極めて正義に満ちた者であることが彼らの特徴であったが、自衛の戦いにおいては、多くの輝かしい偉業を成し遂げたからである。

語釈・文法注

  1. 1εἶναι μοι δοκεῖ — εἶναι はここでは単なる「存在する」ではなく、可能(ἔξεστι)の意味を帯びている。全体として「(かつての語り手たちと同様に)語ることが私に可能であると思われる」という解釈を採用した。
  2. 2ἐξ ὧν ταῦτʼ ἂν αὐτοῖς μάλιστα γένοιτο λόγων — 先行詞 λόγων が関係節内に取り込まれた構造(先行詞の同化)。ταῦτα は直前の「徳と賛辞(τῆς δʼ ἀρετῆς καὶ τῶν ἐπαίνων)」を指し、「それらが彼らに最ももたらされるであろうところの言論によって」という意味になる。
  3. 4αὐτοῖς — αὐτοῖς は可能を表す非人称動詞 ἔστιν に係る与格で、不定詞 ἀνενεγκεῖν の意味上の主語を示す。「彼らにとって(自らの出自を)遡らせることが可能である」と解釈される。
  4. 5χωρὶς τοῦ μέγιστον εὐεργέτημʼ εἰς πάντας γενέσθαι — 前置詞 χωρίς が属格の関節付き不定詞 τοῦ γενέσθαι を伴い、「〜することは別としても」という除外・追加の副詞句を形成している。μέγιστον εὐεργέτημα はその不定詞の補語である。

この箇所を引用する

デモステネス, 第六十弁論 葬送演説 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:1-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。