§8οἱ μὲν γὰρ αὐτῶν ἀπέστελλον ἐκ τῆς Αἰγύπτου τὰ χρήματα, οἱ δʼ ἐπέπλεον ταῖς ἐμπορίαις, οἱ δʼ ἐνθάδε μένοντες διετίθεντο τὰ ἀποστελλόμενα·
彼らの一部はエジプトから資金を送り、別の一部は交易船に乗って航海し、また別の一部は当地に留まって送られてきたものを販売していました。
εἶτα πρὸς τὰς καθεστηκυίας τιμὰς ἔπεμπον γράμματα οἱ ἐπιδημοῦντες τοῖς ἀποδημοῦσιν, ἵνα ἐὰν μὲν παρʼ ὑμῖν τίμιος ᾖ ὁ σῖτος, δεῦρο αὐτὸν κομίσωσιν, ἐὰν δʼ εὐωνότερος γένηται, εἰς ἄλλο τι καταπλεύσωσιν ἐμπόριον.
そして、アテナイに滞在している者たちが、実勢価格に合わせて、海外にいる者たちに手紙を送り、もしあなた方のところで穀物が高値であれば、こちらに運んでくるように、もし安くなったなら、他の市場に入港するように伝えていたのです。
ὅθεν περ οὐχ ἥκιστα, ὦ ἄνδρες δικασταί, συνετιμήθη τὰ περὶ τὸν σῖτον ἐκ τῶν τοιούτων ἐπιστολῶν καὶ συνεργιῶν.
まさにこのため、裁判員諸官、このような手紙や共謀によって、穀物の価格がつり上げられたのは言うまでもありません。
§9ὅτε μὲν οὖν ἐνθένδε ἀπέστελλον οὗτοι τὴν ναῦν, ἐπιεικῶς ἔντιμον κατέλιπον τὸν σῖτον·
さて、彼らがここから船を送り出した時、穀物はそこそこ高値のままでした。
διὸ καὶ ὑπέμειναν ἐν τῇ συγγραφῇ γράψασθαι εἰς Ἀθήνας πλεῖν, εἰς δʼ ἄλλο μηδὲν ἐμπόριον.
だからこそ、彼らは契約書に、アテナイへ航海し、他のいかなる市場にも行かないと書くことを承諾したのです。
μετὰ δὲ ταῦτα, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ὁ Σικελικὸς κατάπλους ἐγένετο καὶ αἱ τιμαὶ τοῦ σίτου ἐπʼ ἔλαττον ἐβάδιζον καὶ ἡ ναῦς ἡ τούτων ἀνῆκτο εἰς Αἴγυπτον, εὐθέως οὗτος ἀποστέλλει τινὰ εἰς τὴν Ῥόδον ἀπαγγελοῦντα τῷ Παρμενίσκῳ τῷ κοινωνῷ τὰ ἐνθένδε καθεστηκότα, ἀκριβῶς εἰδὼς ὅτι ἀναγκαῖον εἴη τῇ νηὶ προσσχεῖν εἰς Ῥόδον.
しかしその後に、裁判員諸官、シチリアからの船が到着して穀物価格が下落し始め、彼らの船がエジプトへと出航したとき、この男は直ちにロドス島へ人を送り、共同経営者であるパルメニスコスにこちらの実勢を知らせました。 船がロドスに寄港せざるを得ないことを正確に知っていたからです。
§10πέρας δʼ οὖν, λαβὼν γὰρ ὁ Παρμενίσκος ὁ τουτουὶ κοινωνὸς τὰ γράμματα τὰ παρὰ τούτου ἀποσταλέντα, καὶ πυθόμενος τὰς τιμὰς τὰς ἐνθάδε καθεστηκυίας, ἐξαιρεῖται τὸν σῖτον ἐν τῇ Ῥόδῳ κἀκεῖ ἀποδίδοται, καταφρονήσαντες μὲν τῆς συγγραφῆς, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐπιτιμίων, ἃ συνεγράψαντο αὐτοὶ οὗτοι καθʼ αὑτῶν, ἐάν τι παραβαίνωσιν, καταφρονήσαντες δὲ τῶν νόμων τῶν ὑμετέρων, οἳ κελεύουσι τοὺς ναυκλήρους καὶ τοὺς ἐπιβάτας πλεῖν εἰς ὅ τι ἂν συνθῶνται ἐμπόριον, εἰ δὲ μή, ταῖς μεγίσταις ζημίαις εἶναι ἐνόχους.
結局のところ、この男の共同経営者であるパルメニスコスは、この男から送られた手紙を受け取り、こちらの実勢価格を知ると、ロドスで穀物を陸揚げしてそこで売却してしまいました。 裁判員諸官、自分たちが違反した場合には自らに科すと合意していた契約書および違約金を無視し、さらには、船主や乗船者に対し、合意した市場へ航海することを命じ、さもなければ最大の罰金を科すとするあなた方の法律をも無視したのです。
§11καὶ ἡμεῖς ἐπειδὴ τάχιστα ἐπυθόμεθα τὸ γεγονός, ἐκπεπληγμένοι τῷ πράγματι προσῇμεν τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλης ἐπιβουλῆς, ἀγανακτοῦντες, οἷον εἰκός, καὶ ἐγκαλοῦντες ὅτι διαρρήδην ἡμῶν διορισαμένων ἐν ταῖς συνθήκαις ὅπως ἡ ναῦς μηδαμόσε καταπλεύσεται ἀλλʼ ἢ εἰς Ἀθήνας, καὶ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάντων τὸ ἀργύριον, ἡμᾶς μὲν ἐν ὑποψίᾳ καταλέλοιπεν τοῖς βουλομένοις αἰτιᾶσθαι καὶ λέγειν, ὡς ἄρα καὶ ἡμεῖς κεκοινωνήκαμεν τῆς σιτηγίας τῆς εἰς τὴν Ῥόδον, αὐτοὶ δὲ οὐδὲν μᾶλλον τὴν ναῦν ἥκουσι κατακομίζοντες εἰς τὸ ὑμέτερον ἐμπόριον εἰς ὃ συνεγράψαντο.
そして私たちは、事の顛末を耳にするやいなや、この事態に愕然とし、この陰謀全体の首謀者であるこの男のところへ行き、当然のごとく憤慨し、次のように責め立てました。 すなわち、私たちが契約書の中で、船はアテナイ以外のいかなる場所にも入港しないことを明記し、この合意に基づいて資金を貸し付けたというのに、彼が私たちを、まるで私たちもロドスへの穀物輸送に加担していたかのように言いたがる者たちの疑いの目に晒したままにし、自分たちの方は、契約したあなた方の市場に船を連れて戻る気はさらさらないではないか、と。
§12ἐπειδὴ δὲ οὐδὲν ἐπεραίνομεν ὑπὲρ τῆς συγγραφῆς καὶ τῶν δικαίων διαλεγόμενοι, ἀλλὰ τό γε δάνειον καὶ τοὺς τόκους ἠξιοῦμεν ἀπολαβεῖν τοὺς ἐξ ἀρχῆς ὁμολογηθέντας.
しかし、私たちが契約書や正当な権利について話し合っても拉致があかないので、せめて当初合意された元本と利息だけでも回収することを求めました。
οὗτος δὲ οὕτως ὑβριστικῶς ἐχρήσατο ἡμῖν, ὥστε τοὺς μὲν τόκους τοὺς ἐν τῇ συγγραφῇ γεγραμμένους οὐκ ἔφη δώσειν·
するとこの男は、私たちに対して極めて傲慢な態度を取り、契約書に書かれた利息は支払わないと言い放ったのです。
εἰ δὲ βούλεσθε,
ἔφη,
κομίζεσθαι τὸ πρὸς μέρος τοῦ πλοῦ τοῦ πεπλευσμένου, δώσω ὑμῖν
φησὶν
τοὺς εἰς Ῥόδον τόκους· πλείους δʼ οὐκ ἂν δοίην
, αὐτὸς ἑαυτῷ νομοθετῶν καὶ οὐχὶ τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις πειθόμενος.
「もし望むなら」と彼は言いました。 「航海された割合に応じて回収すればよい、ロドスまでの利息なら払ってやろう。 それ以上は払うつもりはない」と。 彼は自ら勝手にルールを定め、契約書に基づく正当な義務には従わなかったのです。
§13ὡς δʼ ἡμεῖς οὐκ ἂν ἔφαμεν συγχωρῆσαι οὐδὲν τούτων, λογιζόμενοι ὅτι, ὁπότε τοῦτο πράξομεν, ὁμολογοῦμεν καὶ αὐτοὶ εἰς Ῥόδον σεσιτηγηκέναι, ἔτι μᾶλλον ἐπέτεινεν οὗτος καὶ μάρτυρας πολλοὺς παραλαβὼν προσῄει, φάσκων ἕτοιμος εἶναι ἀποδιδόναι τὸ δάνειον καὶ τοὺς τόκους τοὺς εἰς Ῥόδον, οὐδὲν μᾶλλον, ὦ ἄνδρες δικασταί, ἀποδοῦναι διανοούμενος, ἀλλʼ ἡμᾶς ὑπολαμβάνων οὐκ ἂν ἐθελῆσαι λαβεῖν τὸ ἀργύριον διὰ τὰς ὑπούσας αἰτίας.
私たちは、これらの一切に合意することはできないと言いました。 なぜなら、もしそうすれば、私たち自身もロドスへの穀物輸送に加担していたことを認めることになると考えたからです。 するとこの男はますます強気になり、多くの証人を連れて近づいてきて、元本とロドスまでの利息を支払う用意があると主張しました。 裁判員諸官、それは支払うつもりがあったからではなく、背後にある理由から、私たちがその金を受け取ろうとしないだろうと見越してのことでした。
ἐδήλωσε δὲ αὐτὸ τὸ ἔργον.
そして、その後の彼の行動自体がそれを証明したのです。