§8οἱ μὲν γὰρ αὐτῶν ἀπέστελλον ἐκ τῆς Αἰγύπτου τὰ χρήματα, οἱ δʼ ἐπέπλεον ταῖς ἐμπορίαις, οἱ δʼ ἐνθάδε μένοντες διετίθεντο τὰ ἀποστελλόμενα· εἶτα πρὸς τὰς καθεστηκυίας τιμὰς ἔπεμπον γράμματα οἱ ἐπιδημοῦντες τοῖς ἀποδημοῦσιν, ἵνα ἐὰν μὲν παρʼ ὑμῖν τίμιος ᾖ ὁ σῖτος, δεῦρο αὐτὸν κομίσωσιν, ἐὰν δʼ εὐωνότερος γένηται, εἰς ἄλλο τι καταπλεύσωσιν ἐμπόριον.
因为他们中的一些人从埃及派遣资金,另一些人随货船航行,还有一些人留在这里分销运来的货物;随后,在本地居住的人根据现行价格给在外地的人写信,以便如果你们那里的粮食价格高昂,他们就把粮食运到这里,而如果价格变得便宜,他们就驶入其他商港。
ὅθεν περ οὐχ ἥκιστα, ὦ ἄνδρες δικασταί, συνετιμήθη τὰ περὶ τὸν σῖτον ἐκ τῶν τοιούτων ἐπιστολῶν καὶ συνεργιῶν.
诸位法官,正因为如此,通过此类信件和共谋,粮食的价格才被大大抬高。
§9ὅτε μὲν οὖν ἐνθένδε ἀπέστελλον οὗτοι τὴν ναῦν, ἐπιεικῶς ἔντιμον κατέλιπον τὸν σῖτον· διὸ καὶ ὑπέμειναν ἐν τῇ συγγραφῇ γράψασθαι εἰς Ἀθήνας πλεῖν, εἰς δʼ ἄλλο μηδὲν ἐμπόριον.
当时他们从这里派船出去时,粮食价格还相当高;因此他们也同意在契约中写明驶往雅典,而不驶往其他任何商港。
μετὰ δὲ ταῦτα, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ὁ Σικελικὸς κατάπλους ἐγένετο καὶ αἱ τιμαὶ τοῦ σίτου ἐπʼ ἔλαττον ἐβάδιζον καὶ ἡ ναῦς ἡ τούτων ἀνῆκτο εἰς Αἴγυπτον, εὐθέως οὗτος ἀποστέλλει τινὰ εἰς τὴν Ῥόδον ἀπαγγελοῦντα τῷ Παρμενίσκῳ τῷ κοινωνῷ τὰ ἐνθένδε καθεστηκότα, ἀκριβῶς εἰδὼς ὅτι ἀναγκαῖον εἴη τῇ νηὶ προσσχεῖν εἰς Ῥόδον.
但在那之后,诸位法官,当西西里的船只抵达、粮食价格开始走低,且他们的船只已启航前往埃及后,这个人立刻派人前往罗得岛,向其合伙人帕尔梅尼斯科斯报告这里的现状,因为他确切地知道船只必须在罗得岛靠岸。
§10πέρας δʼ οὖν, λαβὼν γὰρ ὁ Παρμενίσκος ὁ τουτουὶ κοινωνὸς τὰ γράμματα τὰ παρὰ τούτου ἀποσταλέντα, καὶ πυθόμενος τὰς τιμὰς τὰς ἐνθάδε καθεστηκυίας, ἐξαιρεῖται τὸν σῖτον ἐν τῇ Ῥόδῳ κἀκεῖ ἀποδίδοται, καταφρονήσαντες μὲν τῆς συγγραφῆς, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐπιτιμίων, ἃ συνεγράψαντο αὐτοὶ οὗτοι καθʼ αὑτῶν, ἐάν τι παραβαίνωσιν, καταφρονήσαντες δὲ τῶν νόμων τῶν ὑμετέρων, οἳ κελεύουσι τοὺς ναυκλήρους καὶ τοὺς ἐπιβάτας πλεῖν εἰς ὅ τι ἂν συνθῶνται ἐμπόριον, εἰ δὲ μή, ταῖς μεγίσταις ζημίαις εἶναι ἐνόχους.
结果,这边的帕尔梅尼斯科斯——这个人的合伙人——收到了此人寄来的信,并获悉了这里的现行价格,便在罗得岛卸下粮食并在当地变卖。 诸位法官,他们藐视了契约以及他们自己写下的、一旦违约便针对自身科处的罚金,同时也藐视了你们的法律,该法律规定船主和乘船者必须驶往他们所协定的商港,否则将面临最严厉的惩罚。
§11καὶ ἡμεῖς ἐπειδὴ τάχιστα ἐπυθόμεθα τὸ γεγονός, ἐκπεπληγμένοι τῷ πράγματι προσῇμεν τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλης ἐπιβουλῆς, ἀγανακτοῦντες, οἷον εἰκός, καὶ ἐγκαλοῦντες ὅτι διαρρήδην ἡμῶν διορισαμένων ἐν ταῖς συνθήκαις ὅπως ἡ ναῦς μηδαμόσε καταπλεύσεται ἀλλʼ ἢ εἰς Ἀθήνας, καὶ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάντων τὸ ἀργύριον, ἡμᾶς μὲν ἐν ὑποψίᾳ καταλέλοιπεν τοῖς βουλομένοις αἰτιᾶσθαι καὶ λέγειν, ὡς ἄρα καὶ ἡμεῖς κεκοινωνήκαμεν τῆς σιτηγίας τῆς εἰς τὴν Ῥόδον, αὐτοὶ δὲ οὐδὲν μᾶλλον τὴν ναῦν ἥκουσι κατακομίζοντες εἰς τὸ ὑμέτερον ἐμπόριον εἰς ὃ συνεγράψαντο.
我们一听说所发生的事,便对这起事件感到震惊,找到这整场阴谋的策划者,并理所当然地感到气愤,指责他说:我们在契约中明确规定船只除雅典外不得驶往任何其他地方,并且是在这一协议的基础上借出资金的,他却让我们在那些想要指控我们的人面前蒙受嫌疑,说我们也参与了往罗得岛运送粮食的勾当,而他们自己却根本没有把船开回他们承诺要驶往的你们的商港。
§12ἐπειδὴ δὲ οὐδὲν ἐπεραίνομεν ὑπὲρ τῆς συγγραφῆς καὶ τῶν δικαίων διαλεγόμενοι, ἀλλὰ τό γε δάνειον καὶ τοὺς τόκους ἠξιοῦμεν ἀπολαβεῖν τοὺς ἐξ ἀρχῆς ὁμολογηθέντας.
当我们就契约和正当权益进行交涉却一无所获时,我们便要求至少收回最初协定的本金和利息。
οὗτος δὲ οὕτως ὑβριστικῶς ἐχρήσατο ἡμῖν, ὥστε τοὺς μὲν τόκους τοὺς ἐν τῇ συγγραφῇ γεγραμμένους οὐκ ἔφη δώσειν·
然而,他却以极其傲慢的态度对待我们,宣称绝不支付契约中写明的利息。
εἰ δὲ βούλεσθε,
ἔφη,
κομίζεσθαι τὸ πρὸς μέρος τοῦ πλοῦ τοῦ πεπλευσμένου, δώσω ὑμῖν
φησὶν
τοὺς εἰς Ῥόδον τόκους·
“但是,如果你们愿意,”他说,“按照已完成航程的比例收回,我就会给你们,”他说,“到罗得岛为止的利息;再多我可不给。
πλείους δʼ οὐκ ἂν δοίην
, αὐτὸς ἑαυτῷ νομοθετῶν καὶ οὐχὶ τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις πειθόμενος.
”他这是在为自己立法,而不服从契约所规定的正当权益。
§13ὡς δʼ ἡμεῖς οὐκ ἂν ἔφαμεν συγχωρῆσαι οὐδὲν τούτων, λογιζόμενοι ὅτι, ὁπότε τοῦτο πράξομεν, ὁμολογοῦμεν καὶ αὐτοὶ εἰς Ῥόδον σεσιτηγηκέναι, ἔτι μᾶλλον ἐπέτεινεν οὗτος καὶ μάρτυρας πολλοὺς παραλαβὼν προσῄει, φάσκων ἕτοιμος εἶναι ἀποδιδόναι τὸ δάνειον καὶ τοὺς τόκους τοὺς εἰς Ῥόδον, οὐδὲν μᾶλλον, ὦ ἄνδρες δικασταί, ἀποδοῦναι διανοούμενος, ἀλλʼ ἡμᾶς ὑπολαμβάνων οὐκ ἂν ἐθελῆσαι λαβεῖν τὸ ἀργύριον διὰ τὰς ὑπούσας αἰτίας.
当我们说绝对无法同意这些条件时,因为我们考虑到,一旦我们这样做,就等于承认了我们自己也向罗得岛运送了粮食,这个人便变本加厉,带了许多证人走上前来,声称自己准备好了偿还本金和到罗得岛为止的利息。 诸位法官,他这并不是真的打算偿还,而是料定我们由于上述潜在原因而不会愿意接受这笔钱。
ἐδήλωσε δὲ αὐτὸ τὸ ἔργον.
他实际的行为本身就证明了这一点。