§14ἐπειδὴ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑμετέρων πολιτῶν τινὲς παραγενόμενοι ἀπὸ ταὐτομάτου συνεβούλευον ἡμῖν τὸ μὲν διδόμενον λαμβάνειν, περὶ δὲ τῶν ἀντιλεγομένων κρίνεσθαι, τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν τέως ἂν κριθῶμεν, ἡμεῖς μὲν ταῦτα συνεχωροῦμεν, οὐκ ἀγνοοῦντες, ὦ ἄνδρες δικασταί, τὸ ἐκ τῆς συγγραφῆς δίκαιον, ἀλλʼ ἡγούμενοι δεῖν ἐλαττοῦσθαί τι καὶ συγχωρεῖν ὥστε μὴ δοκεῖν φιλόδικοι εἶναι, οὗτος δʼ ὡς ἑώρα ἡμᾶς ὁμόσε πορευομένους,
ἀναιρεῖσθε
φησὶ
τοίνυν τὴν συγγραφήν.
なぜなら、アテナイの皆さん、あなた方の市民の何人かが偶然通りかかって、提示されている額は受け取り、異議のある分については裁判で争うこと、ただし裁判で決着がつくまではロドスまでの利息を合意したことにはしないよう、私たちに勧告したからです。 私たちはこれを受け入れました。 裁判員諸官、私たちは契約に基づく正当な権利を知らなかったのではなく、好訴家と思われるのを避けるために、ある程度は譲歩して合意すべきだと考えたからです。 しかし、この男は私たちが妥協点に歩み寄ろうとするのを見ると、「それなら、契約書を破棄せよ」と言ったのです。
§15ἡμεῖς ἀναιρώμεθα;
私たちが契約書を破棄するですって?
οὐδέν γε μᾶλλον ἢ ὁτιοῦν·
とんでもない。
ἀλλὰ κατὰ μὲν τἀργύριον ὃ ἂν ἀποδῷς, ὁμολογήσομεν ἐναντίον τοῦ τραπεζίτου ἄκυρον ποιεῖν τὴν συγγραφήν, τὸ μέντοι σύνολον οὐκ ἂν ἀνελοίμεθα, ἕως ἂν περὶ τῶν ἀντιλεγομένων κριθῶμεν.
むしろ、あなたが返済する資金の分については、銀行家の面前で契約書を無効にすることに同意しましょう。 しかし、異議のある分について裁判の決着がつくまでは、契約書全体を破棄するつもりはありません。
τί γὰρ ἔχοντες δίκαιον ἢ τί τὸ ἰσχυρὸν ἀντιδικήσομεν, ἐάν τε πρὸς διαιτητὴν ἐάν τε εἰς δικαστήριον δέῃ βαδίζειν, ἀνελόμενοι τὴν συγγραφήν, ἐν ᾗ τὴν ὑπὲρ τῶν δικαίων βοήθειαν ἔχομεν
;
なぜなら、自分たちの権利を支える拠り所となる契約書を破棄してしまったら、仲裁人のもとへ行くにせよ、裁判所へ行くにせよ、私たちは一体どのような法的根拠や強力な後ろ盾を持って対抗できるというのでしょうか。
§16ταῦτα δὲ ἡμῶν λεγόντων, ὦ ἄνδρες δικασταί, καὶ ἀξιούντων Διονυσόδωρον τουτονὶ τὴν μὲν συγγραφὴν μὴ κινεῖν μηδὲ ἄκυρον ποιεῖν τὴν ὁμολογουμένην καὶ ὑπʼ αὐτῶν τούτων κυρίαν εἶναι, τῶν δὲ χρημάτων ὅσα μὲν αὐτὸς ὁμολογεῖ, ἀποδοῦναι ἡμῖν, περὶ δὲ τῶν ἀντιλεγομένων ἑτοίμων ὄντων κριθῆναι, εἴτε βούλοιντο ἐφʼ ἑνὸς εἴτε κἀν πλείοσι τῶν ἐκ τοῦ ἐμπορίου, οὐκ ἔφη προσέχειν Διονυσόδωρος τούτων οὐδενί, ἀλλʼ ὅτι τὴν συγγραφὴν ὅλως οὐκ ἀνῃρούμεθα ἀπολαμβάνοντες ἃ οὗτος ἐπέταττεν, ἔχει δεύτερον ἔτος τὰ ἡμέτερα καὶ χρῆται τοῖς χρήμασιν·
裁判員諸官、私たちがこのように主張し、このディオニュソドロスに対し、契約書には手をつけず、彼ら自身も有効であると認めている合意を無効にしないことを求め、彼が自ら認めるだけの資金は私たちに返還し、異議のある分については、彼らが望むなら市場の取引関係者のうち一人あるいは複数の前で決着をつける用意があるとしたにもかかわらず、ディオニュソドロスはこれらの提案に一切耳を貸そうとしませんでした。 それどころか、彼が命令する条件で資金を受け取る際に私たちが契約書全体を破棄しなかったという理由で、彼は私たちの資金を握ったまま二年目に入り、その資金を使っているのです。
§17καὶ ὃ πάντων ἐστὶ δεινότατον, ὦ ἄνδρες δικασταί, ὅτι αὐτὸς μὲν οὗτος παρʼ ἑτέρων εἰσπράττει ναυτικοὺς τόκους ἀπὸ τῶν ἡμετέρων χρημάτων, οὐκ Ἀθήνησι δανείσας οὐδʼ εἰς Ἀθήνας, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, ἡμῖν δὲ τοῖς δανείσασιν εἰς τὸ ὑμέτερον ἐμπόριον οὐκ οἴεται δεῖν τῶν δικαίων οὐδὲν ποιεῖν.
そして、すべてのうちで最も破廉恥なことは、裁判員諸官、この男自身は、アテナイで貸し付けたのでもアテナイに向けて貸し付けたのでもなく、ロドスやエジプトへ向けて貸し付けることで、私たちの資金を用いて他者から海上利息を徴収している一方で、あなた方の市場に向けて貸し付けた私たちに対しては、正当な義務を何ひとつ果たそうとしないことです。
ὅτι δʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὴν πρόκλησιν ἣν ὑπὲρ τούτων προὐκαλεσάμεθʼ αὐτόν.
私が真実を述べていることを示すために、これらの件に関して私たちが彼に突きつけた対決要求書を読ませましょう。
ΠΡΟΚΛΗΣΙΣ. §18ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, προκαλεσαμένων ἡμῶν Διονυσόδωρον τουτονὶ πολλάκις, καὶ ἐπὶ πολλὰς ἡμέρας ἐκτιθέντων τὴν πρόκλησιν, εὐήθεις ἔφη παντελῶς ἡμᾶς εἶναι, εἰ ὑπολαμβάνομεν αὐτὸν οὕτως ἀλογίστως ἔχειν ὥστʼ ἐπὶ διαιτητὴν βαδίζειν, προδήλου ὄντος ὅτι καταγνώσεται αὐτοῦ ἀποτεῖσαι τὰ χρήματα, ἐξὸν αὐτῷ ἐπὶ τὸ δικαστήριον ἥκειν φέροντα τὸ ἀργύριον, εἶτʼ ἐὰν μὲν δύνηται ὑμᾶς παρακρούσασθαι, ἀπιέναι τἀλλότρια ἔχοντα, εἰ δὲ μή, τηνικαῦτα καταθεῖναι τὰ χρήματα, ὡς ἂν ἄνθρωπος οὐ τῷ δικαίῳ πιστεύων, ἀλλὰ διάπειραν ὑμῶν λαμβάνειν βουλόμενος.
対決要求書さて、裁判員諸官、私たちがこのディオニュソドロスに何度も対決を要求し、何日にもわたってその要求書を提示したというのに、彼は次のように言いました。 すなわち、彼が仲裁人のところへ行くほど分別を欠いていると私たちが思っているなら、私たちは全くのお人好しである、と。 なぜなら、仲裁人に任せれば、彼に資金の返済を命じる判決が下ることは火を見るより明らかであるのに対し、自分でお金を持って裁判所に現れ、もしあなた方を騙すことができれば他人の金を握ったまま立ち去り、そうでなければその時に資金を支払えばよいのだから、というわけです。 彼はまさに、正義を信じるのではなく、あなた方を試してやろうと企んでいる者なのです。
§19τὰ μὲν τοίνυν πεπραγμένα Διονυσοδώρῳ ἀκηκόατε, ὦ ἄνδρες δικασταί·
さて、ディオニュソドロスが仕でかした行いは、裁判員諸官、いまお聞きになった通りです。
οἴομαι δʼ ὑμᾶς θαυμάζειν ἀκούοντας πάλαι τὴν τόλμαν αὐτοῦ, καὶ τῷ ποτε πιστεύων εἰσελήλυθεν δευρί.
皆さんは、彼の図々しさを先ほどから聞いて驚いておられることでしょうし、彼が一体何を頼みにしてここに入ってきたのか不審に思われていることでしょう。
πῶς γὰρ οὐ τολμηρόν, εἴ τις ἄνθρωπος δανεισάμενος χρήματα ἐκ τοῦ ἐμπορίου τοῦ Ἀθηναίων, §20καὶ συγγραφὴν διαρρήδην γραψάμενος ἐφʼ ᾧ τε καταπλεῖν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον, εἰ δὲ μή, ἀποτίνειν διπλάσια τὰ χρήματα, μήτε τὴν ναῦν κατακεκόμικεν εἰς τὸν Πειραιᾶ μήτε τὰ χρήματα ἀποδίδωσι τοῖς δανείσασιν, τόν τε σῖτον ἐξελόμενος ἐν Ῥόδῳ ἀπέδοτο, καὶ ταῦτα διαπεπραγμένος μηδὲν ἧττον τολμᾷ βλέπειν εἰς τὰ ὑμέτερα πρόσωπα;
なぜなら、アテナイ人の市場から資金を借りておきながら、船をあなた方の市場に入港させること、もしそうでなければ資金を二倍にして支払うことを明記した契約書を交わしたというのに、船をペイライエウスに入港させることもせず、資金を貸し手に返還することもしない。 その上、穀物をロドスで陸揚げして売却してしまい、このような不法を働いておきながら、平然とあなた方の前に姿を現すことができるなど、これほどずうずうしいことが他にあるでしょうか。