Humanitext Reader

デモステネス · 第五十六弁論 ディオニュソドロス弾劾 §1-7

海上貸付の契約と被告の債務不履行

1 / 7 箇所 · ギリシア語

要旨

アテナイの法廷において、原告は被告ディオニュソドロスに対する海上貸付をめぐる訴訟を提起する。原告は契約の経緯を説明し、被告がアテナイに入港せず別の航路をとって資金を返済しなかった違法行為を告発する。

§1κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ἄνδρες δικασταί.
私はこの貸付の共同出資者です、裁判員諸官。
συμβαίνει δʼ ἡμῖν τοῖς τὴν κατὰ θάλατταν ἐργασίαν προῃρημένοις καὶ τὰ ἡμέτερʼ αὐτῶν ἐγχειρίζουσιν ἑτέροις ἐκεῖνο μὲν σαφῶς εἰδέναι, ὅτι ὁ δανειζόμενος ἐν παντὶ προέχει ἡμῶν.
ところで、海上での交易事業を選択し、自分たちの財産を他人に委ねる私たちにとって、次のことははっきりと分かっています。 すなわち、金を借りる者はあらゆる点で私たちに対して優位に立っているということです。
λαβὼν γὰρ ἀργύριον φανερὸν καὶ ὁμολογούμενον, ἐν γραμματειδίῳ δυοῖν χαλκοῖν ἐωνημένῳ καὶ βυβλιδίῳ μικρῷ πάνυ τὴν ὁμολογίαν καταλέλοιπε τοῦ ποιήσειν τὰ δίκαια.
というのは、彼は現実に存在する、誰もが認める現金を受け取っておきながら、わずか2カルコスで購入した書板と極めて小さなパピルス片の上に、公正な義務を果たすという合意を書き残しただけだからです。
ἡμεῖς δʼ οὐ φαμὲν δώσειν, ἀλλʼ εὐθὺς τῷ δανειζομένῳ δίδομεν τὸ ἀργύριον.
他方、私たちは「払うつもりだ」と言うのではなく、直ちにその現金を借り手に与えるのです。
§2τῷ οὖν ποτὲ πιστεύοντες καὶ τί λαβόντες τὸ βέβαιον, προϊέμεθα;
では、私たちは一体何を信頼し、いかなる確証を得て、財産を手放すのでしょうか。
ὑμῖν, ὦ ἄνδρες δικασταί, καὶ τοῖς νόμοις τοῖς ὑμετέροις, οἳ κελεύουσιν, ὅσα ἄν τις ἑκὼν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, κύρια εἶναι.
それはあなた方であり、裁判員諸官、そしてあなた方の法律です。 その法律は、他人に自発的に合意したことはいかなることも有効であると規定しています。
ἀλλά μοι δοκεῖ οὔτε τῶν νόμων οὔτε συγγραφῆς οὐδεμιᾶς ὄφελος εἶναι οὐδέν, ἂν ὁ λαμβάνων τὰ χρήματα μὴ πάνυ δίκαιος ᾖ τὸν τρόπον, καὶ δυοῖν θάτερον, ἢ ὑμᾶς δεδιὼς ἢ τὸν συμβαλόντα αἰσχυνόμενος.
しかし私には、金を受け取る者が極めて公正な性格でなく、かつ二つのうちいずれか一方、すなわちあなた方を恐れるか、あるいは取引相手に恥じるかのいずれかでないならば、法律もいかなる契約書も全く役に立たないように思われます。
§3ὧν οὐδέτερον πρόσεστι Διονυσοδώρῳ τουτῳί, ἀλλʼ εἰς τοσοῦτον ἥκει τόλμης, ὥστε δανεισάμενος παρʼ ἡμῶν ἐπὶ τῇ νηὶ τρισχιλίας δραχμὰς ἐφʼ ᾧ τε τὴν ναῦν καταπλεῖν Ἀθήναζε, καὶ δέον ἡμᾶς ἐν τῇ πέρυσιν ὥρᾳ κεκομίσθαι τὰ χρήματα, τὴν μὲν ναῦν εἰς Ῥόδον κατεκόμισε καὶ τὸν γόμον ἐκεῖσε ἐξελόμενος ἀπέδοτο παρὰ τὴν συγγραφὴν καὶ τοὺς νόμους τοὺς ὑμετέρους, ἐκ δὲ τῆς Ῥόδου πάλιν ἀπέστειλε τὴν ναῦν εἰς Αἴγυπτον κἀκεῖθεν εἰς Ῥόδον, ἡμῖν δὲ τοῖς Ἀθήνησι δανείσασιν οὐδέπω καὶ νῦν οὔτε τὰ χρήματα ἀποδίδωσιν οὔτε τὸ ἐνέχυρον καθίστησιν εἰς τὸ ἐμφανές,
ここにいるディオニュソドロスにはそのどちらも備わっておらず、それどころか、船をアテナイに入港させるという条件で、船を担保に私たちから3000ドラクマを借りておきながら、そして私たちが去年のシーズンにその資金を回収すべきであったにもかかわらず、彼は船をロドス島に入港させ、そこで積荷を降ろして、契約およびあなた方の法律に違反して売却してしまったほど、破廉恥な行為に及んだのです。 そしてロドスから再び船をエジプトへ、そこからさらにロドスへと送り出し、アテナイで貸し付けた私たちに対しては、今になっても資金を返済せず、担保を目の前に提示しようともしません。
§4ἀλλὰ δεύτερον ἔτος τουτὶ καρπούμενος τὰ ἡμέτερα, καὶ ἔχων τό τε δάνειον καὶ τὴν ἐργασίαν καὶ τὴν ναῦν τὴν ὑποκειμένην ἡμῖν, οὐδὲν ἧττον εἰσελήλυθεν πρὸς ὑμᾶς, δῆλον ὡς ζημιώσων ἡμᾶς τῇ ἐπωβελίᾳ καὶ καταθησόμενος εἰς τὸ οἴκημα πρὸς τῷ ἀποστερεῖν τὰ χρήματα.
それどころか、もう二年目も私たちの財産を搾取し、借入金もその運用益も、私たちに担保として差し出された船をも手中に収めながら、それでもなお、明らかに私たちに1オボロス刑の損害を与え、資金を騙し取ることに加えて、私たちを監獄に投獄するつもりで、あなた方の前に出廷してきたのです。
ὑμῶν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμοίως ἁπάντων δεόμεθα καὶ ἱκετεύομεν βοηθῆσαι ἡμῖν, ἂν δοκῶμεν ἀδικεῖσθαι.
それゆえ、アテナイの諸官、私たちはあなた方全員に等しく、もし私たちが不正を被っていると思われるなら、私たちを救ってくださるよう懇願し、請い願います。
τὴν δὲ ἀρχὴν τοῦ συμβολαίου διεξελθεῖν ὑμῖν πρῶτον βούλομαι·
まず契約の始まりからあなた方に詳しく説明したいと思います。
οὕτως γὰρ καὶ ὑμεῖς ῥᾷστα παρακολουθήσετε.
そうすれば、あなた方も最も容易に理解できるでしょうから。
§5Διονυσόδωρος γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὁ κοινωνὸς αὐτοῦ Παρμενίσκος προσελθόντες ἡμῖν πέρυσιν τοῦ μεταγειτνιῶνος μηνὸς ἔλεγον ὅτι βούλονται δανείσασθαι ἐπὶ τῇ νηί, ἐφʼ ᾧ τε πλεῦσαι εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ῥόδον ἢ εἰς Ἀθήνας, διομολογησάμενοι τοὺς τόκους τοὺς εἰς ἑκάτερον τῶν ἐμπορίων τούτων.
すなわち、ここにいるディオニュソドロス、アテナイの諸官、そして彼のパートナーであるパルメニスコスは、去年のメタゲイトニオン月に私たちのところへやって来て、船を担保に借金をしたいと言いました。 その条件は、エジプトへ航海し、エジプトからロドス島またはアテナイへと航海するというもので、これら二つの市場のそれぞれに対する金利を合意しました。
§6ἀποκριναμένων δʼ ἡμῶν, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἂν δανείσαιμεν εἰς ἕτερον ἐμπόριον οὐδὲν ἀλλʼ ἢ εἰς Ἀθήνας, οὕτω προσομολογοῦσι πλεύσεσθαι δεῦρο, καὶ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανείζονται παρʼ ἡμῶν ἐπὶ τῇ νηὶ τρισχιλίας δραχμὰς ἀμφοτερόπλουν, καὶ συγγραφὴν ἐγράψαντο ὑπὲρ τούτων.
私たちが、裁判員諸官、アテナイ以外の市場への貸付は一切行わず、アテナイへ帰港する場合にのみ貸し付けると答えたところ、彼らはそのようにこちらへ航海することを約束し、この合意に基づいて、船を担保に往復航海用の資金として私たちから3000ドラクマを借り、これらについての契約書を作成しました。
ἐν μὲν οὖν ταῖς συνθήκαις δανειστὴς ἐγράφη Πάμφιλος οὑτοσί· ἐγὼ δʼ ἔξωθεν μετεῖχον αὐτῷ τοῦ δανείσματος.
契約書には、貸し手としてここにいるパンフィロスが記載され、私は外部から彼とこの貸し付けを共同で行いました。
καὶ πρῶτον ὑμῖν ἀναγνώσεται αὐτὴν τὴν συγγραφήν.
まず彼があなた方に契約書そのものを朗読します。
ΣΥΓΓΡΑΦΗ. §7κατὰ ταύτην τὴν συγγραφήν, ὦ ἄνδρες δικασταί, λαβόντες παρʼ ἡμῶν τὰ χρήματα Διονυσόδωρός τε οὑτοσὶ καὶ ὁ κοινωνὸς αὐτοῦ Παρμενίσκος ἀπέστελλον τὴν ναῦν εἰς τὴν Αἴγυπτον ἐνθένδε.
ΣΥΓΓΡΑΦΗ. この契約に従って、裁判員諸官、ここにいるディオニュソドロスと彼のパートナーであるパルメニスコスは、私たちから資金を受け取って、ここからエジプトへ船を送り出しました。
καὶ ὁ μὲν Παρμενίσκος ἐπέπλει ἐπὶ τῆς νεώς, οὑτοσὶ δὲ αὐτοῦ κατέμενεν.
そしてパルメニスコスは船に乗船し、こちら(ディオニュソドロス)は当地に留まりました。
ἦσαν γάρ, ὦ ἄνδρες δικασταί, ἵνα μηδὲ τοῦτο ἀγνοῆτε, ὑπηρέται καὶ συνεργοὶ πάντες οὗτοι Κλεομένους τοῦ ἐν τῇ Αἰγύπτῳ ἄρξαντος, ὃς ἐξ οὗ τὴν ἀρχὴν παρέλαβεν οὐκ ὀλίγα κακὰ ἠργάσατο τὴν πόλιν τὴν ὑμετέραν, μᾶλλον δὲ καὶ τοὺς ἄλλους Ἕλληνας, παλιγκαπηλεύων καὶ συνιστὰς τὰς τιμὰς τοῦ σίτου καὶ αὐτὸς καὶ οὗτοι μετʼ αὐτοῦ.
なぜなら、裁判員諸官、このことも知っておいていただきたいのですが、彼らは全員、エジプトを支配していたクレオメネスの部下であり、協力者だったからです。 このクレオメネスは権力を掌握して以来、あなた方の都市に、いやむしろ他のギリシア人に対しても、穀物を買い占めて転売し、価格をつり上げることによって、少なからぬ害悪をもたらした人物であり、彼自身も、そして彼らも彼とともにその悪行に加担していたのです。

語釈・文法注

  1. §1συμβαίνει δʼ ἡμῖν ... εἰδέναι — 非人称動詞 συμβαίνει の主語として不定詞 εἰδέναι が置かれ、「〜ということが私たちに起こる」を意味する。ἡμῖν およびそれに一致する分詞(προῃρημένοις, ἐγχειρίζουσιν)は与格で、不定詞の意味上の主語としての働きを兼ねている。
  2. §3ἐφʼ ᾧ τε — 前置詞句 ἐφʼ ᾧ (て) に不定詞(καταπλεῖν)が続くことで、「〜という条件で」「〜することにして」という合意や条件を表す慣用表現を形成している。
  3. §3δέον — 非人称動詞 δεῖ の中性単数対格分詞であり、絶対対格(accusative absolute)として機能している。譲歩、あるいは当然の義務を表し、「〜すべきであったのに」「〜するのが当然であったのに」と訳される。意味上の主語(対格)は ἡμᾶς である。

この箇所を引用する

デモステネス, 第五十六弁論 ディオニュソドロス弾劾 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg056.humanitext-grc2:1-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。