§21ἃ δὴ λέγει πρὸς ταῦτα ἀκούσατε.
彼がこれらに対して述べる弁明をお聞きください。
φησὶ γὰρ τὴν ναῦν πλέουσαν ἐξ Αἰγύπτου ῥαγῆναι, καὶ διὰ ταῦτα ἀναγκασθῆναι καὶ προσσχεῖν εἰς τὴν Ῥόδον κἀκεῖ ἐξελέσθαι τὸν σῖτον.
彼は、エジプトから航行中の船が破損し、そのためにロドスに寄港してそこで穀物を陸揚げせざるを得なかった、と主張しているのです。
καὶ τούτου τεκμήριον λέγει, ὡς ἄρα ἐκ τῆς Ῥόδου μισθώσαιτο πλοῖα καὶ δεῦρο ἀποστείλειε τῶν χρημάτων ἔνια.
そしてこれの証拠として、彼はロドスから別の船を雇い、荷物の一部をこちらに送った、と言っています。
ἓν μὲν τοῦτό ἐστιν αὐτῷ μέρος τῆς ἀπολογίας, δεύτερον δʼ ἐκεῖνο·
これが彼の弁明の第一の部分であり、第二はこれです。
§22φησὶ γὰρ ἑτέρους τινὰς δανειστὰς συγκεχωρηκέναι αὑτῷ τοὺς τόκους τοὺς εἰς Ῥόδον·
彼は、他の何人かの貸し手が、ロドスまでの利息を受け取ることで彼と合意したと主張しています。
δεινὸν οὖν, εἰ ἡμεῖς μὴ συγχωρήσομεν ταὐτὰ ἐκείνοις.
だから、私たちが彼らと同じ合意をしないのは不当だというわけです。
τρίτον πρὸς τούτοις τὴν συγγραφὴν κελεύειν φησὶν αὑτὸν σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, τὴν δὲ ναῦν οὐ σεσῷσθαι εἰς τὸν Πειραιᾶ.
これらに加え第三に、契約書は船が安全に帰還した場合に彼が資金を返還することを命じているが、船はペイライエウスに安全に帰還しなかった、と彼は主張しています。
πρὸς ἕκαστον δὴ τούτων, ὦ ἄνδρες δικασταί, ἀκούσατε ἃ λέγομεν δίκαια.
裁判員諸官、これらの一つひとつに対して、私たちが主張する正当な議論をお聞きください。
§23πρῶτον μὲν τὸ ῥαγῆναι τὴν ναῦν ὅταν λέγῃ, οἶμαι πᾶσιν ὑμῖν φανερὸν εἶναι ὅτι ψεύδεται.
まず、船が破損したと彼が言うとき、彼が嘘をついていることはあなた方全員に明らかであると思います。
εἰ γὰρ τοῦτο συνέβη παθεῖν τῇ νηί, οὔτʼ ἂν εἰς τὴν Ῥόδον ἐσώθη οὔτʼ ἂν ὕστερον πλόϊμος ἦν.
もし船にそのような事態が生じていたなら、ロドスまで安全に届くこともなかったでしょうし、その後航海可能であることもなかったでしょう。
νῦν δὲ φαίνεται εἰς τὴν Ῥόδον σωθεῖσα καὶ πάλιν ἐκεῖθεν ἀποσταλεῖσα εἰς Αἴγυπτον καὶ ἔτι καὶ νῦν πλέουσα πανταχόσε, πλὴν οὐκ εἰς Ἀθήνας.
ところが実際には、船はロドスに無事到着し、そこから再びエジプトへと送り出され、今なおアテナイ以外のあらゆる場所へと航行していることが明らかになっています。
καίτοι πῶς οὐκ ἄτοπον, ὅταν μὲν εἰς τὸ Ἀθηναίων ἐμπόριον δεήσῃ κατάγειν τὴν ναῦν, ῥαγῆναι φάσκειν, ὅταν δὲ εἰς τὴν Ῥόδον τὸν σῖτον ἐξελέσθαι, τηνικαῦτα δὲ πλόϊμον οὖσαν φαίνεσθαι τὴν αὐτὴν ναῦν;
しかし、アテナイ人の市場に船を入港させなければならないときには破損したと主張する一方で、穀物をロドスで陸揚げするときには、その同じ船が航行可能であるように見えるというのは、どうして奇妙でないことがあり得ましょうか。
§24διὰ τί οὖν, φησίν, ἐμισθωσάμην ἕτερα πλοῖα καὶ μετεξειλόμην τὸν γόμον καὶ δεῦρʼ ἀπέστειλα;
「では、なぜ私は他の船を雇い、貨物を積み替えて、こちらに送ったのか」と彼は言うでしょう。
ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ τῶν ἁπάντων ἀγωγίμων οὔθʼ οὗτος ἦν κύριος οὔθʼ ὁ κοινωνὸς αὐτοῦ, ἀλλʼ οἱ ἐπιβάται τὰ ἑαυτῶν χρήματα ἀπέστελλον οἶμαι δεῦρο ἐν ἑτέροις πλοίοις ἐξ ἀνάγκης, ἐπειδὴ προκατέλυσαν οὗτοι τὸν πλοῦν·
アテナイの皆さん、それは、すべての積載貨物について彼も彼の共同経営者も管理権を持っていたわけではなく、船客たちが、この者たちが航路を途中で打ち切ってしまったために、やむを得ず自分たちの荷物を他の船に乗せてこちらに送ったからにすぎません。
ὧν μέντοι αὐτοὶ ἦσαν κύριοι, οὐδὲ ταῦτα ἀπέστελλον πάντα δεῦρο, ἀλλʼ ἐκλεγόμενοι τίνων αἱ τιμαὶ ἐπετέταντο.
しかし、彼ら自身が管理権を持っていた貨物については、それらをすべてこちらに送ったわけではなく、価格が高騰していたものをえり好んで送ったのです。
§25ἐπεὶ τί δήποτε μισθούμενοι ἕτερα πλοῖα, ὥς φατε, οὐχ ἅπαντα τὸν γόμον τῆς νεὼς μετενέθεσθε, ἀλλὰ τὸν σῖτον αὐτοῦ ἐν τῇ Ῥόδῳ κατελίπετε;
そうでなければ、あなた方が言うように他の船を雇ったというのに、なぜ船の積載貨物をすべて積み替えず、穀物をそのままロドスに残したのですか。
ὅτι, ὦ ἄνδρες δικασταί, τοῦτον μὲν συνέφερεν αὐτοῖς ἐκεῖσε πωλεῖν (τὰς γὰρ τιμὰς τὰς ἐνθάδε ἀνεικέναι ἤκουον)·
裁判員諸官、穀物についてはそこで売却するのが彼らにとって都合がよかったからです(こちらの価格が下落したと聞いていたからです)。
τὰ δʼ ἄλλʼ ἀγώγιμα ὡς ὑμᾶς ἀπέστελλον, ἀφʼ ὧν κερδανεῖν ἤλπιζον.
そして、利益が得られると見込んだ他の貨物をあなた方のもとに送ったのです。
ὥστε τὴν μίσθωσιν τῶν πλοίων ὅταν λέγῃς, οὐ τοῦ ῥαγῆναι τὴν ναῦν τεκμήριον λέγεις, ἀλλὰ τοῦ συμφέροντος ὑμῖν.
したがって、あなたが船の雇用について言うとき、それは船が破損したことの証拠を述べているのではなく、あなた方の都合の証拠を述べているのです。
§26περὶ μὲν οὖν τούτων ἱκανά μοι τὰ εἰρημένα·
さて、これらについては私から十分に述べました。
περὶ δὲ τῶν δανειστῶν, οὕς φασι συγκεχωρηκέναι λαβεῖν παρʼ αὑτῶν τοὺς εἰς Ῥόδον τόκους, ἔστι μὲν οὐδὲν πρὸς ἡμᾶς τοῦτο.
また、彼らからロドスまでの利息を受け取ることに同意したと彼らが主張するあの貸し手たちについてですが、このことは私たちには何の関係もありません。
εἰ γάρ τις ὑμῖν ἀφῆκέν τι τῶν αὑτοῦ, οὐδὲν ἀδικεῖται οὔθʼ ὁ δοὺς οὔθʼ ὁ πείσας·
なぜなら、もし誰かが自分の権利の一部をあなた方に放棄したとしても、与えた側も、納得させた側も、不当な扱いを受けてはいないからです。
ἀλλʼ ἡμεῖς οὔτʼ ἀφείκαμέν σοι οὐδὲν οὔτε συγκεχωρήκαμεν τῷ πλῷ τῷ εἰς Ῥόδον, οὐδʼ ἐστὶν ἡμῖν οὐδὲν κυριώτερον τῆς συγγραφῆς.
しかし私たちは、あなたに何も放棄していませんし、ロドスへの航路に同意したわけでもありません。
§27αὕτη δὲ τί λέγει καὶ ποῖ προστάττει τὸν πλοῦν ποιεῖσθαι;
また、私たちにとって契約書以上に効力を持つものは何もないのです。
Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ἀθήνας·
そして、この契約書は何と述べ、どこへ航海を行うよう命令しているでしょうか。
εἰ δὲ μή, ἀποτίνειν κελεύει διπλάσια τὰ χρήματα.
アテナイからエジプトへ、そしてエジプトからアテナイへです。
ταῦτα εἰ μὲν πεποίηκας, οὐδὲν ἀδικεῖς, εἰ δὲ μὴ πεποίηκας μηδὲ κατακεκόμικας τὴν ναῦν Ἀθήναζε, προσήκει σε ζημιοῦσθαι τῷ ἐπιτιμίῳ τῷ ἐκ τῆς συγγραφῆς·
もしそうでなければ、資金を二倍にして支払うよう命じています。 これらを実行したのなら、あなたは何も不法を働いていません。 しかし、実行もせず、船をアテナイに入港させてもいないなら、契約書に基づく違約金を科されるのが当然です。
τοῦτο γὰρ τὸ δίκαιον οὐκ ἄλλος οὐδείς, ἀλλʼ αὐτὸς σὺ σαυτῷ ὥρισας.
なぜなら、この正当な義務は、他の誰でもなく、あなた自身が自分に対して定めたものだからです。
δεῖξον οὖν τοῖς δικασταῖς δυοῖν θάτερον, ἢ τὴν συγγραφήν, ὡς οὐκ ἔστιν ἡμῖν κυρία, ἢ ὡς οὐ δίκαιος εἶ πάντα κατὰ ταύτην πράττειν.
それゆえ、裁判員たちに次の二つのうちいずれかを示しなさい。 すなわち、契約書が私たちにとって有効ではないこと、あるいは、契約書に従ってすべてを行う義務があなたにないこと、のいずれかです。