§21ἃ δὴ λέγει πρὸς ταῦτα ἀκούσατε.
请听他对这些指控所作的申辩。
φησὶ γὰρ τὴν ναῦν πλέουσαν ἐξ Αἰγύπτου ῥαγῆναι, καὶ διὰ ταῦτα ἀναγκασθῆναι καὶ προσσχεῖν εἰς τὴν Ῥόδον κἀκεῖ ἐξελέσθαι τὸν σῖτον.
他声称船只从埃及航行时受损漏水,因此他被迫在罗得岛靠港并在那里起卸粮食。
καὶ τούτου τεκμήριον λέγει, ὡς ἄρα ἐκ τῆς Ῥόδου μισθώσαιτο πλοῖα καὶ δεῦρο ἀποστείλειε τῶν χρημάτων ἔνια.
为了证明这一点,他说自己从罗得岛租用了其他船只,并将部分货物运往此处。
ἓν μὲν τοῦτό ἐστιν αὐτῷ μέρος τῆς ἀπολογίας, δεύτερον δʼ ἐκεῖνο· §22φησὶ γὰρ ἑτέρους τινὰς δανειστὰς συγκεχωρηκέναι αὑτῷ τοὺς τόκους τοὺς εἰς Ῥόδον· δεινὸν οὖν, εἰ ἡμεῖς μὴ συγχωρήσομεν ταὐτὰ ἐκείνοις.
这是他辩护的第一部分,第二部分则是:他声称其他一些债权人已经同意接受他支付到罗得岛为止的利息;因此,如果我们不做出与那些人相同的让步,那就太不公道了。
τρίτον πρὸς τούτοις τὴν συγγραφὴν κελεύειν φησὶν αὑτὸν σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, τὴν δὲ ναῦν οὐ σεσῷσθαι εἰς τὸν Πειραιᾶ.
此外,第三点,他声称契约规定在船只安全保全的情况下他才偿还资金,而船只并没有安全返回比雷埃夫斯。
πρὸς ἕκαστον δὴ τούτων, ὦ ἄνδρες δικασταί, ἀκούσατε ἃ λέγομεν δίκαια.
诸位法官,针对这些论点中的每一项,请听我们提出的正当申辩。
§23πρῶτον μὲν τὸ ῥαγῆναι τὴν ναῦν ὅταν λέγῃ, οἶμαι πᾶσιν ὑμῖν φανερὸν εἶναι ὅτι ψεύδεται.
首先,当他声称船只受损漏水时,我想你们大家都很清楚他在撒谎。
εἰ γὰρ τοῦτο συνέβη παθεῖν τῇ νηί, οὔτʼ ἂν εἰς τὴν Ῥόδον ἐσώθη οὔτʼ ἂν ὕστερον πλόϊμος ἦν.
因为如果船只真的遭遇了这种事故,它既不可能安全抵达罗得岛,事后也不可能再适合航行。
νῦν δὲ φαίνεται εἰς τὴν Ῥόδον σωθεῖσα καὶ πάλιν ἐκεῖθεν ἀποσταλεῖσα εἰς Αἴγυπτον καὶ ἔτι καὶ νῦν πλέουσα πανταχόσε, πλὴν οὐκ εἰς Ἀθήνας.
然而事实是,该船显然安全抵达了罗得岛,并从那里再次被派往埃及,甚至直到现在还在到处航行——唯独不来雅典。
καίτοι πῶς οὐκ ἄτοπον, ὅταν μὲν εἰς τὸ Ἀθηναίων ἐμπόριον δεήσῃ κατάγειν τὴν ναῦν, ῥαγῆναι φάσκειν, ὅταν δὲ εἰς τὴν Ῥόδον τὸν σῖτον ἐξελέσθαι, τηνικαῦτα δὲ πλόϊμον οὖσαν φαίνεσθαι τὴν αὐτὴν ναῦν;
然而,这难道不荒谬吗? 当需要将船只开进雅典商港时,就声称它受损漏水;而当要在罗得岛起卸粮食时,这同一艘船却又显得可以正常航行了?
§24διὰ τί οὖν, φησίν, ἐμισθωσάμην ἕτερα πλοῖα καὶ μετεξειλόμην τὸν γόμον καὶ δεῦρʼ ἀπέστειλα;
“那么,”他会说,“我为什么要租用其他船只,转移并运送这些货物到这里呢?
ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ τῶν ἁπάντων ἀγωγίμων οὔθʼ οὗτος ἦν κύριος οὔθʼ ὁ κοινωνὸς αὐτοῦ, ἀλλʼ οἱ ἐπιβάται τὰ ἑαυτῶν χρήματα ἀπέστελλον οἶμαι δεῦρο ἐν ἑτέροις πλοίοις ἐξ ἀνάγκης, ἐπειδὴ προκατέλυσαν οὗτοι τὸν πλοῦν· ὧν μέντοι αὐτοὶ ἦσαν κύριοι, οὐδὲ ταῦτα ἀπέστελλον πάντα δεῦρο, ἀλλʼ ἐκλεγόμενοι τίνων αἱ τιμαὶ ἐπετέταντο.
”因为,雅典人啊,无论他还是他的合伙人都不是全部货物的所有者,而船客们由于这些人提前终止了航程,想必是出于无奈,才用其他船只将自己的财产运往此处;然而对于他们自己拥有所有权的货物,他们并没有全部运到这里,而只是挑选了那些价格高涨的货物。
§25ἐπεὶ τί δήποτε μισθούμενοι ἕτερα πλοῖα, ὥς φατε, οὐχ ἅπαντα τὸν γόμον τῆς νεὼς μετενέθεσθε, ἀλλὰ τὸν σῖτον αὐτοῦ ἐν τῇ Ῥόδῳ κατελίπετε;
否则,既然如你们所说租用了其他船只,为什么不把船上的全部货物都转移,反而把粮食留在罗得岛呢?
ὅτι, ὦ ἄνδρες δικασταί, τοῦτον μὲν συνέφερεν αὐτοῖς ἐκεῖσε πωλεῖν (τὰς γὰρ τιμὰς τὰς ἐνθάδε ἀνεικέναι ἤκουον)· τὰ δʼ ἄλλʼ ἀγώγιμα ὡς ὑμᾶς ἀπέστελλον, ἀφʼ ὧν κερδανεῖν ἤλπιζον.
诸位法官,因为在罗得岛变卖粮食对他们有利(因为他们听说这里的粮价已经下跌了);而他们将其他货物运给你们,是因为他们指望从中获利。
ὥστε τὴν μίσθωσιν τῶν πλοίων ὅταν λέγῃς, οὐ τοῦ ῥαγῆναι τὴν ναῦν τεκμήριον λέγεις, ἀλλὰ τοῦ συμφέροντος ὑμῖν.
因此,当你谈到租用船只时,你所说的并不是船只受损的证据,而是你们自身利益的证据。
§26περὶ μὲν οὖν τούτων ἱκανά μοι τὰ εἰρημένα· περὶ δὲ τῶν δανειστῶν, οὕς φασι συγκεχωρηκέναι λαβεῖν παρʼ αὑτῶν τοὺς εἰς Ῥόδον τόκους, ἔστι μὲν οὐδὲν πρὸς ἡμᾶς τοῦτο.
关于这些事情,我所说的已经足够了;至于他们声称已经同意接受到罗得岛为止利息的那些债权人,这与我们毫无关系。
εἰ γάρ τις ὑμῖν ἀφῆκέν τι τῶν αὑτοῦ, οὐδὲν ἀδικεῖται οὔθʼ ὁ δοὺς οὔθʼ ὁ πείσας· ἀλλʼ ἡμεῖς οὔτʼ ἀφείκαμέν σοι οὐδὲν οὔτε συγκεχωρήκαμεν τῷ πλῷ τῷ εἰς Ῥόδον, οὐδʼ ἐστὶν ἡμῖν οὐδὲν κυριώτερον τῆς συγγραφῆς.
因为如果有人向你们放弃了他自己的部分财产,那么无论是给予者还是说服者都没有受到侵害;但我们既没有向你放弃任何权利,也没有同意前往罗得岛的航行,对我们而言,没有任何东西比契约更具有约束力。
§27αὕτη δὲ τί λέγει καὶ ποῖ προστάττει τὸν πλοῦν ποιεῖσθαι;
而这份契约本身是如何规定,又命令往何处航行呢?
Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ἀθήνας· εἰ δὲ μή, ἀποτίνειν κελεύει διπλάσια τὰ χρήματα.
从雅典到埃及,再从埃及到雅典;否则,它就命令支付双倍的资金。
ταῦτα εἰ μὲν πεποίηκας, οὐδὲν ἀδικεῖς, εἰ δὲ μὴ πεποίηκας μηδὲ κατακεκόμικας τὴν ναῦν Ἀθήναζε, προσήκει σε ζημιοῦσθαι τῷ ἐπιτιμίῳ τῷ ἐκ τῆς συγγραφῆς·
如果你履行了这些规定,你便没有违法;但如果你既没有履行,也没有把船开进雅典商港,你就应当按照契约规定的罚则受到处罚。
τοῦτο γὰρ τὸ δίκαιον οὐκ ἄλλος οὐδείς, ἀλλʼ αὐτὸς σὺ σαυτῷ ὥρισας.
因为这一正当的惩罚并不是别人,而是你自己为你自己设定的。
δεῖξον οὖν τοῖς δικασταῖς δυοῖν θάτερον, ἢ τὴν συγγραφήν, ὡς οὐκ ἔστιν ἡμῖν κυρία, ἢ ὡς οὐ δίκαιος εἶ πάντα κατὰ ταύτην πράττειν.
因此,请向法官们证明以下两者之一:要么契约对我们没有约束力,要么你没有义务完全按照契约行事。