- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg056.humanitext-grc2:21-27
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ディオニュソドロスが主張する三つの弁明(船の破損、他の債権者との合意、船が帰港しなかったこと)に対し、原告がその矛盾や欺瞞を一つずつ論駁する。
ἃ δὴ λέγει πρὸς ταῦτα ἀκούσατε. φησὶ γὰρ τὴν ναῦν πλέουσαν ἐξ Αἰγύπτου ῥαγῆναι, καὶ διὰ ταῦτα ἀναγκασθῆναι καὶ προσσχεῖν εἰς τὴν Ῥόδον κἀκεῖ ἐξελέσθαι τὸν σῖτον. καὶ τούτου τεκμήριον λέγει, ὡς ἄρα ἐκ τῆς Ῥόδου μισθώσαιτο πλοῖα καὶ δεῦρο ἀποστείλειε τῶν χρημάτων ἔνια.1 ἓν μὲν τοῦτό ἐστιν αὐτῷ μέρος τῆς ἀπολογίας, δεύτερον δʼ ἐκεῖνο·
彼がこれらに対して述べる弁明をお聞きください。彼は、エジプトから航行中の船が破損し、そのためにロドスに寄港してそこで穀物を陸揚げせざるを得なかった、と主張しているのです。そしてこれの証拠として、彼はロドスから別の船を雇い、荷物の一部をこちらに送った、と言っています。これが彼の弁明の第一の部分であり、第二はこれです。
φησὶ γὰρ ἑτέρους τινὰς δανειστὰς συγκεχωρηκέναι αὑτῷ τοὺς τόκους τοὺς εἰς Ῥόδον· δεινὸν οὖν, εἰ ἡμεῖς μὴ συγχωρήσομεν ταὐτὰ ἐκείνοις. τρίτον πρὸς τούτοις τὴν συγγραφὴν κελεύειν φησὶν αὑτὸν σωθείσης τῆς νεὼς2 ἀποδοῦναι τὰ χρήματα, τὴν δὲ ναῦν οὐ σεσῷσθαι εἰς τὸν Πειραιᾶ. πρὸς ἕκαστον δὴ τούτων, ὦ ἄνδρες δικασταί, ἀκούσατε ἃ λέγομεν δίκαια.
彼は、他の何人かの貸し手が、ロドスまでの利息を受け取ることで彼と合意したと主張しています。だから、私たちが彼らと同じ合意をしないのは不当だというわけです。これらに加え第三に、契約書は船が安全に帰還した場合に彼が資金を返還することを命じているが、船はペイライエウスに安全に帰還しなかった、と彼は主張しています。裁判員諸官、これらの一つひとつに対して、私たちが主張する正当な議論をお聞きください。
πρῶτον μὲν τὸ ῥαγῆναι τὴν ναῦν ὅταν λέγῃ, οἶμαι πᾶσιν ὑμῖν φανερὸν εἶναι ὅτι ψεύδεται. εἰ γὰρ τοῦτο συνέβη παθεῖν τῇ νηί, οὔτʼ ἂν εἰς τὴν Ῥόδον ἐσώθη οὔτʼ ἂν ὕστερον πλόϊμος ἦν. νῦν δὲ φαίνεται εἰς τὴν Ῥόδον σωθεῖσα καὶ πάλιν ἐκεῖθεν ἀποσταλεῖσα εἰς Αἴγυπτον καὶ ἔτι καὶ νῦν πλέουσα πανταχόσε, πλὴν οὐκ εἰς Ἀθήνας. καίτοι πῶς οὐκ ἄτοπον, ὅταν μὲν εἰς τὸ Ἀθηναίων ἐμπόριον δεήσῃ κατάγειν τὴν ναῦν, ῥαγῆναι φάσκειν, ὅταν δὲ εἰς τὴν Ῥόδον τὸν σῖτον ἐξελέσθαι, τηνικαῦτα δὲ πλόϊμον οὖσαν φαίνεσθαι τὴν αὐτὴν ναῦν;
まず、船が破損したと彼が言うとき、彼が嘘をついていることはあなた方全員に明らかであると思います。もし船にそのような事態が生じていたなら、ロドスまで安全に届くこともなかったでしょうし、その後航海可能であることもなかったでしょう。ところが実際には、船はロドスに無事到着し、そこから再びエジプトへと送り出され、今なおアテナイ以外のあらゆる場所へと航行していることが明らかになっています。しかし、アテナイ人の市場に船を入港させなければならないときには破損したと主張する一方で、穀物をロドスで陸揚げするときには、その同じ船が航行可能であるように見えるというのは、どうして奇妙でないことがあり得ましょうか。
διὰ τί οὖν, φησίν, ἐμισθωσάμην ἕτερα πλοῖα καὶ μετεξειλόμην τὸν γόμον καὶ δεῦρʼ ἀπέστειλα; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ τῶν ἁπάντων ἀγωγίμων οὔθʼ οὗτος ἦν κύριος οὔθʼ ὁ κοινωνὸς αὐτοῦ, ἀλλʼ οἱ ἐπιβάται τὰ ἑαυτῶν χρήματα ἀπέστελλον οἶμαι δεῦρο ἐν ἑτέροις πλοίοις ἐξ ἀνάγκης, ἐπειδὴ προκατέλυσαν οὗτοι τὸν πλοῦν·3 ὧν μέντοι αὐτοὶ ἦσαν κύριοι, οὐδὲ ταῦτα ἀπέστελλον πάντα δεῦρο, ἀλλʼ ἐκλεγόμενοι τίνων αἱ τιμαὶ ἐπετέταντο.
「では、なぜ私は他の船を雇い、貨物を積み替えて、こちらに送ったのか」と彼は言うでしょう。アテナイの皆さん、それは、すべての積載貨物について彼も彼の共同経営者も管理権を持っていたわけではなく、船客たちが、この者たちが航路を途中で打ち切ってしまったために、やむを得ず自分たちの荷物を他の船に乗せてこちらに送ったからにすぎません。しかし、彼ら自身が管理権を持っていた貨物については、それらをすべてこちらに送ったわけではなく、価格が高騰していたものをえり好んで送ったのです。
ἐπεὶ4 τί δήποτε μισθούμενοι ἕτερα πλοῖα, ὥς φατε, οὐχ ἅπαντα τὸν γόμον τῆς νεὼς μετενέθεσθε, ἀλλὰ τὸν σῖτον αὐτοῦ ἐν τῇ Ῥόδῳ κατελίπετε; ὅτι, ὦ ἄνδρες δικασταί, τοῦτον μὲν συνέφερεν αὐτοῖς ἐκεῖσε πωλεῖν (τὰς γὰρ τιμὰς τὰς ἐνθάδε ἀνεικέναι ἤκουον)· τὰ δʼ ἄλλʼ ἀγώγιμα ὡς ὑμᾶς ἀπέστελλον, ἀφʼ ὧν κερδανεῖν ἤλπιζον. ὥστε τὴν μίσθωσιν τῶν πλοίων ὅταν λέγῃς, οὐ τοῦ ῥαγῆναι τὴν ναῦν τεκμήριον λέγεις, ἀλλὰ τοῦ συμφέροντος ὑμῖν.
そうでなければ、あなた方が言うように他の船を雇ったというのに、なぜ船の積載貨物をすべて積み替えず、穀物をそのままロドスに残したのですか。裁判員諸官、穀物についてはそこで売却するのが彼らにとって都合がよかったからです(こちらの価格が下落したと聞いていたからです)。そして、利益が得られると見込んだ他の貨物をあなた方のもとに送ったのです。したがって、あなたが船の雇用について言うとき、それは船が破損したことの証拠を述べているのではなく、あなた方の都合の証拠を述べているのです。
περὶ μὲν οὖν τούτων ἱκανά μοι τὰ εἰρημένα· περὶ δὲ τῶν δανειστῶν, οὕς φασι συγκεχωρηκέναι λαβεῖν παρʼ αὑτῶν τοὺς εἰς Ῥόδον τόκους, ἔστι μὲν οὐδὲν πρὸς ἡμᾶς τοῦτο. εἰ γάρ τις ὑμῖν ἀφῆκέν τι τῶν αὑτοῦ, οὐδὲν ἀδικεῖται οὔθʼ ὁ δοὺς οὔθʼ ὁ πείσας· ἀλλʼ ἡμεῖς οὔτʼ ἀφείκαμέν σοι οὐδὲν οὔτε συγκεχωρήκαμεν τῷ πλῷ τῷ εἰς Ῥόδον, οὐδʼ ἐστὶν ἡμῖν οὐδὲν κυριώτερον τῆς συγγραφῆς.
さて、これらについては私から十分に述べました。また、彼らからロドスまでの利息を受け取ることに同意したと彼らが主張するあの貸し手たちについてですが、このことは私たちには何の関係もありません。なぜなら、もし誰かが自分の権利の一部をあなた方に放棄したとしても、与えた側も、納得させた側も、不当な扱いを受けてはいないからです。しかし私たちは、あなたに何も放棄していませんし、ロドスへの航路に同意したわけでもありません。また、私たちにとって契約書以上に効力を持つものは何もないのです。
αὕτη δὲ τί λέγει καὶ ποῖ προστάττει τὸν πλοῦν ποιεῖσθαι; Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου εἰς Ἀθήνας· εἰ δὲ μή, ἀποτίνειν κελεύει διπλάσια τὰ χρήματα. ταῦτα εἰ μὲν πεποίηκας, οὐδὲν ἀδικεῖς, εἰ δὲ μὴ πεποίηκας μηδὲ κατακεκόμικας τὴν ναῦν Ἀθήναζε, προσήκει σε ζημιοῦσθαι τῷ ἐπιτιμίῳ τῷ ἐκ τῆς συγγραφῆς· τοῦτο γὰρ τὸ δίκαιον οὐκ ἄλλος οὐδείς, ἀλλʼ αὐτὸς σὺ σαυτῷ ὥρισας. δεῖξον οὖν τοῖς δικασταῖς δυοῖν θάτερον, ἢ τὴν συγγραφήν, ὡς οὐκ ἔστιν ἡμῖν κυρία, ἢ ὡς οὐ δίκαιος εἶ πάντα κατὰ ταύτην πράττειν.5
そして、この契約書は何と述べ、どこへ航海を行うよう命令しているでしょうか。アテナイからエジプトへ、そしてエジプトからアテナイへです。もしそうでなければ、資金を二倍にして支払うよう命じています。これらを実行したのなら、あなたは何も不法を働いていません。しかし、実行もせず、船をアテナイに入港させてもいないなら、契約書に基づく違約金を科されるのが当然です。なぜなら、この正当な義務は、他の誰でもなく、あなた自身が自分に対して定めたものだからです。それゆえ、裁判員たちに次の二つのうちいずれかを示しなさい。すなわち、契約書が私たちにとって有効ではないこと、あるいは、契約書に従ってすべてを行う義務があなたにないこと、のいずれかです。
- 21τῶν χρημάτων ἔνια
ここでの χρήματα は一般的な「資金」ではなく、船に積まれていた「貨物、商品、財物」を指している。
- 22σωθείσης τῆς νεὼς
属格絶対。契約書内の条件句「船が(目的地へ)安全に到着したならば」を指す。契約書には「(ペイライエウスへ)安全に帰還した場合」とあり、被告側は船がペイライエウスに帰還しなかったことを理由に、返済義務はないと主張している。
- 24προκατέλυσαν οὗτοι τὸν πλοῦν
προκαταλύω は「予定の航路を途中で打ち切る、中途で終了させる」の意。被告らが本来の目的地であるアテナイまで行かずにロドスで航海を止めてしまったことを指す。
- 25ἐπεὶ
相手の主張の矛盾を突く反論を導入する「そうでなければ、なぜ〜か」という用法。前の発言「別の船を雇ってすべての貨物を積み替えた」という言い分を論破するための質問を導く。
- 27ὡς οὐ δίκαιος εἶ πάντα κατὰ ταύτην πράττειν
個人的人称構文(δίκαιός εἰμι +不定詞で「〜するのが当然である、義務がある」)。ここでは否定辞 οὐ が付いて「あなたがこれ(契約)に従ってすべてを行う義務はないこと」を意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
