§11καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ὦ ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν·
そして、裁判官の皆さん、まさにこの土地において、大雨が降った際に水が流れ込むという事態が起こりました。
ἀμεληθὲν δʼ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλʼ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρίʼ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει.
しかし、私の父がまだそれを所有しておらず、むしろその土地全体を嫌い、都会の生活を好んだある人物によって放置されていたため、二度、三度と水が流れ込んで土地を荒らし、ますます水路の跡を作っていったのです。
διὸ δὴ ταῦθʼ ὁ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.
それゆえ、事情を知る人々から私が聞いているところによれば、父はこの状況を見て、同時に隣人たちが家畜を放牧し、その土地を通り抜けていたため、この石垣を周囲に築いたのです。
§12καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια.
そして、私がこれらを真実として述べていることの証明として、私は皆様に事情を知る証人たちを提示するだけでなく、アテナイの諸君、証人たちよりもはるかに強力な物証を提示いたしましょう。
Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν· ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν.
というのも、カッリクレスは、私が水路を囲い込むことによって自分自身に損害を与えていると主張していますが、私はこれが私有地であり、水路ではないことを証明するからです。
§13εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν·
もしこれが私たちの私有地であることが認められていなかったなら、もし私たちが公共の財産の何らかの場所に建築を行っていたなら、私たちは確かに不正を行っていたでしょう。
νυνὶ δʼ οὔτε τοῦτʼ ἀμφισβητοῦσιν, ἔστιν τʼ ἐν τῷ χωρίῳ δένδρα πεφυτευμένα, ἄμπελοι καὶ συκαῖ.
しかし現在、彼らはこの点について争っていませんし、その土地には植えられた木々、すなわち葡萄や無花果があります。
καίτοι τίς ἂν ἐν χαράδρᾳ ταῦτα φυτεύειν ἀξιώσειεν;
しかし、誰が水路にこれらを植えようと思うでしょうか。
οὐδείς γε.
誰もそうはしないでしょう。
τίς δὲ πάλιν τοὺς αὑτοῦ προγόνους θάπτειν;
また、誰がそこに自身の先祖を葬ろうとするでしょうか。
§14οὐδὲ τοῦτʼ οἶμαι.
そのようなこともまた、誰も考えないでしょう。
ταῦτα τοίνυν ἀμφότερʼ, ὦ ἄνδρες δικασταί, συμβέβηκεν·
裁判官の皆さん、これら両方のことがこの土地で生じているのです。
καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον ἢ τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημένʼ ἐστίν.
というのも、木々は父が石垣を周囲に築くよりも前に植えられており、墓も古く、私たちが土地を手に入れる前に作られたものだからです。
καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ὦ ἄνδρες Ἀθηναῖοι, γένοιτο;
しかし、これらがある以上、アテナイの諸君、これ以上に強力などのような議論があり得ようか。
τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει.
事実そのものが明白に相手を論破しているのです。
καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε.
さあ、私のために、すべての証言書をここに取って読み上げてください。
ΜΑΡΤΥΡΙΑΙ. §15ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτυριῶν.
ΜΑΡΤΥΡΙΑΙ. アテナイの諸君、証言を聞いていただいた。
ἆρʼ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν, καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματʼ ἔχειν τινὰ καὶ τἄλλʼ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν, καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός, οὐκ ἀμφισβητούντων δʼ οὔτε τούτων οὔτʼ ἄλλου τῶν γειτόνων οὐδενός;
これらはあなた方に、そこが木々の生い茂る土地であり、いくつかの墓があり、他の土地と同様の特徴を備えていること、そしてさらに、彼らの父がまだ生きていた時に土地が囲い込まれ、彼らも他の隣人の誰も異議を唱えなかったということを、はっきりと証言していると思われないだろうか。
§16ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι.
裁判官の皆さん、カッリクレスが述べた他の事柄についても聞く価値があります。
καὶ σκέψασθε πρῶτον μέν, εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρʼ ὁδὸν χαράδραν οὖσαν.
そしてまず、あなた方のうち誰かが、道路の脇に水路が存在するのをこれまでに見たり聞いたりしたことがあるかを考えてみてください。
οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι·
なぜなら、国全体を見てもそのようなものは一つもないと思うからです。
τοῦ γὰρ ἕνεκʼ ἄν, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις;
というのも、公共の道路を通って流れていくはずの水のために、なぜ誰かが私有地を通る水路など作るというのでしょうか。
§17ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον ἢ τὴν οἰκίαν δέξαιτʼ ἂν;
次に、誓って、田舎であれ都会であれ、あなた方のうち誰が、道路を流れる水を自分の土地や家に受け入れるでしょうか。
ἀλλʼ οὐκ αὐτὸ τοὐναντίον, κἂν βιάσηταί ποτε, ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν;
それどころか、全く逆に、水が押し寄せてきたら、私たちは皆それを遮断し、防壁を築くのが常ではないでしょうか。
οὗτος τοίνυν ἀξιοῖ μʼ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον, ὅταν τὸ τούτου παραλλάξῃ χωρίον, πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν.
それなのに、この男は、私が道路から水を受け入れて自分の土地に通し、それが彼の土地を通り過ぎた後で、再び道路へ排出することを要求しているのです。
οὐκοῦν πάλιν ὁ μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ·
そうなれば、彼の次に土地を耕している隣人が再び私を訴えることになります。
τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν.
なぜなら、この男に適用される正当な理屈は、当然彼ら全員にも主張する権利があるからです。
§18ἀλλὰ μὴν εἴ γʼ εἰς τὴν ὁδὸν ὀκνήσω τὸ ὕδωρ ἐξάγειν, ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν.
しかし、もし私が道路に水を排出することを躊躇うなら、よほどの自信を持って隣人の土地に水を流し込むことができるでしょうか。
ὅπου γὰρ δίκας ἀτιμήτους φεύγω διότι τὸ ἐκ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ τούτου χωρίον διέπεσεν, τί πείσομαι πρὸς Διὸς ὑπὸ τῶν ἐκ τοῦ χωρίου τοὐμοῦ τοῦ ὕδατος εἰσπεσόντος βλαπτομένων;
というのも、道路を流れる水がこの男の土地に流れ込んだという理由だけで、私が賠償額未定の訴訟を起こされているというのに、誓って、私の土地から流れ込んだ水によって損害を被った人々から、私はどのような目に遭わされることになるでしょうか。
ὅπου δὲ μήτʼ εἰς τὴν ὁδὸν μήτʼ εἰς τὰ χωρίʼ ἀφιέναι μοι τὸ ὕδωρ ἐξέσται δεξαμένῳ, τί λοιπόν, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν;
水を受け入れた上で、道路にも隣の土地にも排出することが許されないとすれば、裁判官の皆さん、神々に誓って、残された道は何があるでしょうか。
οὐ γὰρ ἐκπιεῖν γε δήπου με Καλλικλῆς αὐτὸ προσαναγκάσει.
カッリクレスが私にその水を飲み干すことを強制するわけでもあるまいし。