§19ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλʼ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμʼ ἄν.
それゆえ、私はこれらをはじめとする多くのひどい損害を彼らから被っているのですから、賠償を得るどころか、さらに科料を科されないだけでも満足とせねばならないでしょう。
εἰ μὲν γὰρ ἦν, ὦ ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχʼ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀνʼ ἕτερʼ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι·
というのも、裁判官の皆さん、もし下流に水を受け入れる水路がさらに存在していたならば、私が水を受け入れないことは、あるいは不正であったかもしれません。 ちょうど、他のいくつかの土地に沿って、誰もが認める水路が存在しているように。
καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δʼ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως·
そして、これらの水路では、最上流の者がまず水を受け入れ(それはちょうど家々からの雨水を受け入れるようなものです)、彼らからさらに別の者が同様に引き継ぐのです。
ταύτῃ δʼ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρʼ ἐμοῦ παραλαμβάνει.
しかし、この場所においては、誰も私に水を流し込みませんし、私から引き受ける者もいません。
§20πῶς ἂν οὖν εἴη τοῦτο χαράδρα;
では、どうしてこれが水路であり得ましょうか。
τὸ δʼ εἰσπεσὸν ὕδωρ ἔβλαψεν οἶμαι πολλάκις ἤδη πολλοὺς μὴ φυλαξαμένους, ἔβλαψε δὲ καὶ νῦν τουτονί.
流れ込んだ水というものは、思うに、これまでにも用心しなかった多くの人々にしばしば損害を与えてきたのであり、今回もこの男に損害を与えたのです。
ὃ καὶ πάντων ἐστὶν δεινότατον, εἰ Καλλικλῆς μὲν εἰς τὸ χωρίον εἰσπεσόντος τοῦ ὕδατος ἁμαξιαίους λίθους προσκομίσας ἀποικοδομεῖ, τοῦ δὲ πατρός, ὅτι τοῦτο παθόντος τοῦ χωρίου περιῳκοδόμησεν, ὡς ἀδικοῦντος ἐμοὶ βλάβης εἴληχε δίκην.
そして何よりもひどいのは、カッリクレス自身は、自分の土地に水が流れ込んだ際、大きな石を運び込んで塞いでいるというのに、私の父が、土地が同じ被害を被ったがために囲い込んだことについては、不正を行った者として、私に対して損害賠償の訴訟を起こしていることです。
καίτοι εἰ ὅσοι κακῶς πεπόνθασιν ὑπὸ τῶν ὑδάτων τῶν ταύτῃ ῥεόντων ἐμοὶ λήξονται δίκας, οὐδὲ πολλαπλάσια γενόμενα τὰ ὄντʼ ἐξαρκέσειεν ἄν μοι.
しかし、もしこの付近を流れる水によって被害を被った人々全員が私に対して訴訟を起こすならば、私の全財産が何倍になったとしても、支払いきることはできないでしょう。
§21τοσοῦτον τοίνυν διαφέρουσιν οὗτοι τῶν ἄλλων, ὥστε πεπονθότες μὲν οὐδέν, ὡς αὐτίχʼ ὑμῖν ἐγὼ σαφῶς ἐπιδείξω, πολλῶν δὲ πολλὰ καὶ μεγάλα βεβλαμμένων, μόνοι δικάζεσθαι τετολμήκασιν οὗτοί μοι.
彼らは他の人々とはこれほどまでに異なっています。 彼ら自身は何の被害も受けていないというのに(このことはすぐ後で明白に示します)、多くの人々が多くの、そして甚大な被害を被っている中で、この者たちだけが私を訴えるという暴挙に出ているのです。
καίτοι πᾶσι μᾶλλον ἐνεχώρει τοῦτο πράττειν.
しかし、他のすべての人々の方にこそ、そうする理由があったのです。
οὗτοι μὲν γάρ, εἰ καί τι πεπόνθασιν, αὐτοὶ διʼ αὑτοὺς βεβλαμμένοι συκοφαντοῦσιν· ἐκεῖνοι δέ, εἰ καὶ μηδὲν ἄλλο, τοιαύτην γʼ οὐδεμίαν αἰτίαν ἔχουσιν.
というのも、この者たちは、仮に何らかの被害を受けたとしても、自分自身のせいで被った損害であるのに誣告しているのに対し、他の人々は、他ならぬ、そのような非難を受けるいわれなど全くないからです。
ἀλλʼ ἵνα μὴ πάνθʼ ἅμα συνταράξας λέγω, λαβέ μοι τὰς τῶν γειτόνων μαρτυρίας.
しかし、すべてのことを一度に話して混乱させないよう、隣人たちの証言書を私のために取ってください。
ΜΑΡΤΥΡΙΑΙ.
証言。
§22οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν μηδὲν ἐγκαλεῖν μοι τοσαῦτα βεβλαμμένους, μηδʼ ἄλλον μηδένα τῶν ἠτυχηκότων, ἀλλὰ τὴν τύχην στέργειν, τουτονὶ δὲ συκοφαντεῖν;
それゆえ、裁判官の皆さん、これほどの被害を被った彼らが私を何ら非難せず、不運に見舞われた他の誰も不平を言わずに運命を受け入れているというのに、この男だけが誣告を行っているというのは、あまりにも理不尽ではないでしょうか。
ὃν ὅτι μὲν αὐτὸς ἐξημάρτηκεν πρῶτον μὲν τὴν ὁδὸν στενοτέραν ποιήσας, ἐξαγαγὼν ἔξω τὴν αἱμασιάν, ἵνα τὰ δένδρα τῆς ὁδοῦ ποιήσειεν εἴσω, ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδόν, ἐξ ὧν ὑψηλοτέραν τὴν αὐτὴν καὶ στενοτέραν πεποιῆσθαι συμβέβηκεν, ἐκ τῶν μαρτυριῶν αὐτίκʼ εἴσεσθε σαφέστερον,
この男自身が、第一に、道路の木々を自分の敷地内に入れるために石垣を外に引き出して道路を狭くし、第二に、瓦礫を道路に投げ捨て、その結果として道路がより高く狭くなってしまったことは、すぐに証言によってよりはっきりとお分かりいただけるでしょう。
§23ὅτι δʼ οὐδὲν ἀπολωλεκὼς οὐδὲ καταβεβλαμμένος ἄξιον λόγου τηλικαύτην μοι δίκην εἴληχεν, τοῦθʼ ὑμᾶς ἤδη πειράσομαι διδάσκειν.
また、この男が語るに値するほどの損失も被害も全く被っていないにもかかわらず、私に対してこれほどの巨額の訴訟を起こしたことについて、今から皆様に説明を試みましょう。
τῆς γὰρ μητρὸς τῆς ἐμῆς χρωμένης τῇ τούτων μητρὶ πρὶν τούτους ἐπιχειρῆσαι με συκοφαντεῖν, καὶ πρὸς ἀλλήλας ἀφικνουμένων, οἷον εἰκὸς ἅμα μὲν ἀμφοτέρων οἰκουσῶν ἐν ἀγρῷ καὶ γειτνιωσῶν, §24ἅμα δὲ τῶν ἀνδρῶν χρωμένων ἀλλήλοις ἕως ἔζων, ἐλθούσης δὲ τῆς ἐμῆς μητρὸς ὡς τὴν τούτων καὶ ἀποδυραμένης ἐκείνης τὰ συμβάντα καὶ δεικνυούσης, οὕτως ἐπυθόμεθα πάνθʼ ἡμεῖς, ὦ ἄνδρες δικασταί·
というのも、彼らが私を誣告し始める前、私の母は彼らの母と親しく付き合っており、互いの家を行き来していました。 二人とも田舎に暮らしており、隣同士であったため、それは自然なことでしたし、また、夫たちも生きている間は互いに親しく交際していたからでした。 そして、私の母が彼らの母の家を訪れた際、あちらが起こった災難を嘆き、それを見せてくれたため、このようにして私たちはすべての事情を知ったのです、裁判官の皆さん。
καὶ λέγω μὲν ἅπερ ἤκουσα τῆς μητρός, οὕτω μοι πόλλʼ ἀγαθὰ γένοιτο, εἰ δὲ ψεύδομαι, τἀναντία τούτων·
そして、私は母から聞いた通りを述べているのであり、これが真実であれば私に多くの幸いがありますように。 もし嘘をついているなら、その正反対のことが起こりますように。
ἦ μὴν ὁρᾶν καὶ τῆς τούτων μητρὸς ἀκούειν ἔφη, κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὑτήν, μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δʼ ὡς ἡμιμέδιμνον·
母は、確かに自分の目で見て、またあちらの母親から聞いたと申しておりました。 すなわち、水に濡れた大麦は、母自身がそれを乾かしているのを見たのですが、3メディムノス(約150リットル)にも満たず、粉は半メディムノスほどであったと。
ἐλαίου δʼ ἀποκλιθῆναι μὲν κεράμιον φάσκειν, οὐ μέντοι παθεῖν γʼ οὐδέν.
またオリーブ油については、壺(ケラミオン)が傾いたとあちらは言っていたものの、中身には何の被害もなかったとのことです。
§25τοσαῦτʼ, ὦ ἄνδρες δικασταί, τὰ συμβάντʼ ἦν τούτοις, ἀνθʼ ὧν ἐγὼ χιλίων δραχμῶν δίκην ἀτίμητον φεύγω.
裁判官の皆さん、彼らに起こった出来事はこの程度のものであったのに、それと引き換えに、私は千ドラクマの賠償額未定の訴訟を起こされているのです。
οὐ γὰρ δὴ τειχίον γʼ εἰ παλαιὸν ἐπῳκοδόμησεν, ἐμοὶ καὶ τοῦτο λογιστέον ἐστίν, ὃ μήτʼ ἔπεσεν μήτʼ ἄλλο δεινὸν μηδὲν ἔπαθεν.
というのも、もしあちらが古い小壁の上に(新たな壁を)築き上げたとしても、それが崩れたわけでも、他に何らひどい被害を受けたわけでもない以上、私にその費用まで勘定に入れられる筋合いはないからです。
ὥστʼ εἰ συνεχώρουν αὐτοῖς ἁπάντων αἴτιος εἶναι τῶν συμβεβηκότων, τά γε βρεχθέντα ταῦτʼ ἦν.
したがって、もし私が彼らに対して、起こったことすべての責任が自分にあると認めたとしても、水に濡れたのはせいぜいこれらだけだったのです。
§26ὁπότε δὲ μήτʼ ἐξ ἀρχῆς ὁ πατὴρ ἠδίκει τὸ χωρίον περιοικοδομῶν, μήθʼ οὗτοι πώποτʼ ἐνεκάλεσαν τοσούτου χρόνου διελθόντος, οἵ τʼ ἄλλοι πολλὰ καὶ δεινὰ πεπονθότες μηδὲν μᾶλλον ἐγκαλοῦσιν ἐμοί, πάντες θʼ ὑμεῖς τὸ ἐκ τῶν οἰκιῶν καὶ τὸ ἐκ τῶν χωρίων ὕδωρ εἰς τὴν ὁδὸν ἐξάγειν εἰώθατε, ἀλλʼ οὐ μὰ Δίʼ εἴσω τὸ ἐκ τῆς ὁδοῦ δέχεσθαι, τί δεῖ πλείω λέγειν;
そして、そもそも父が土地を囲い込んだことにおいて最初から不正を行っておらず、これほどの年月が経過した間、彼らも一度として抗議しなかったのですから、また、他の人々は多くのひどい被害を被ったにもかかわらず、私を非難することが全くないのですから、そして、あなた方全員が、家や土地からの水を道路に排出することを常としており、誓って、道路からの水を敷地内に受け入れるなどということはしないのですから、これ以上多くを語る必要があるでしょうか。
οὐδὲ γὰρ ἐκ τούτων ἄδηλον ὅτι φανερῶς συκοφαντοῦμαι, οὔτʼ ἀδικῶν οὐδὲν οὔτε βεβλαμμένων ἅ φασιν.
というのも、これらのことから、私が何一つ不正を行っておらず、彼らが主張するような損害も彼らが被っていないにもかかわらず、私が明白に誣告されていることは、疑いようがないからです。