Humanitext Reader

狄摩西尼 · 控诉卡利克勒斯 §11-18

私有土地的物证与原告主张的荒谬

第 2 段,共 4 段 · 希腊语

内容简介

诉讼人解释了争议土地因前业主荒废并在暴雨中受损、其父为了保护土地而修筑石墙的经过,并通过种植的树木和古老墓地等确凿物证证明该地为私有土地而非水道。他还指出原告要求他接纳道路积水再将其排出的主张是多么荒谬不合理。

§11καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ὦ ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν·
陪审员们,确实在这一块土地上,由于下了一场暴雨,发生了水流冲入的情况。
ἀμεληθὲν δʼ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλʼ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρίʼ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει.
因为这块地曾被荒废,当时我父亲尚未拥有它,而是一个完全讨厌这个地方、更习惯城市生活的人拥有它,水流两三次冲入后,不仅毁坏了土地,而且还冲刷出了一条通道。
διὸ δὴ ταῦθʼ ὁ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.
因此,正如我从知情人那里所听到的,我父亲目睹了这些情况,又因为邻居们同时在土地上放牧并通行,便筑起了这道石墙。
§12καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια.
为了证明我所说的是真话,我不仅将向你们出示知情人的证言,而且,雅典的公民们,还要出示比证人强得多的物证。
Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν· ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν.
因为卡利克勒斯声称我通过围起这条水路而害了他自己;而我将证明这里是私有土地,而不是什么水路。
§13εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν· νυνὶ δʼ οὔτε τοῦτʼ ἀμφισβητοῦσιν, ἔστιν τʼ ἐν τῷ χωρίῳ δένδρα πεφυτευμένα, ἄμπελοι καὶ συκαῖ.
因此,如果这里不被承认是我们的私有财产,而我们是在公共土地上进行建造,我们或许还算犯了过错;但现在,他们对此并无异议,而且这块土地上还种有树木,即葡萄树和无花果树。
καίτοι τίς ἂν ἐν χαράδρᾳ ταῦτα φυτεύειν ἀξιώσειεν;
然而,有谁会想在水路中种植这些植物呢?
οὐδείς γε.
确实没有。
τίς δὲ πάλιν τοὺς αὑτοῦ προγόνους θάπτειν;
又有谁会想把自己的祖先葬在水路里呢?
§14οὐδὲ τοῦτʼ οἶμαι.
我认为谁也不会这样做。
ταῦτα τοίνυν ἀμφότερʼ, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον ἢ τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημένʼ ἐστίν.
陪审员们,这两件事在这块地上都存在:因为这些树木是在我父亲围起石墙之前就种植的,而墓穴也很古老,是在我们获得这块土地之前就建好的。
καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ὦ ἄνδρες Ἀθηναῖοι, γένοιτο;
既然这些事实都摆在面前,雅典的公民们,还能有什么比这更强有力的论据呢?
τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει.
因为事实本身就已经明白地驳斥了他们。
καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε.
请为我拿来现在所有的证词,并宣读。
ΜΑΡΤΥΡΙΑΙ. §15ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτυριῶν.
【证词】雅典的公民们,请听这些证词。
ἆρʼ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν, καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματʼ ἔχειν τινὰ καὶ τἄλλʼ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν, καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός, οὐκ ἀμφισβητούντων δʼ οὔτε τούτων οὔτʼ ἄλλου τῶν γειτόνων οὐδενός;
难道你们不认为它们明确地证明了:这块土地长满树木、含有墓地,并具备其他土地所拥有的所有特征;同时也证明了:这块土地是在他们的父亲还活着的时候就围起来的,而当时无论是他们还是其他邻居都没有提出任何异议?
§16ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι.
陪审员们,卡利克勒斯所说的其他话也同样值得一听。
καὶ σκέψασθε πρῶτον μέν, εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρʼ ὁδὸν χαράδραν οὖσαν.
首先请大家想一想,你们中有谁曾见过或听说过道路旁有水路的?
οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι· τοῦ γὰρ ἕνεκʼ ἄν, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις;
因为我认为在整个国土上都没有一个;既然水流本来就会顺着公共道路流走,那又有什么必要在自己的私人土地上建造一条水路呢?
§17ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον ἢ τὴν οἰκίαν δέξαιτʼ ἂν;
其次,发誓,你们之中无论是住在乡间还是城里,谁会愿意把道路上流淌的水引入自己的土地或房屋呢?
ἀλλʼ οὐκ αὐτὸ τοὐναντίον, κἂν βιάσηταί ποτε, ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν;
相反,如果水流在什么时候冲进来,我们大家不都是习惯于堵住它并筑起围墙防范吗?
οὗτος τοίνυν ἀξιοῖ μʼ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον, ὅταν τὸ τούτου παραλλάξῃ χωρίον, πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν.
然而,这个家伙却要求我把道路上的水引入我自己的土地,等到它流经他的土地之后,再把它引回到道路上去。
οὐκοῦν πάλιν ὁ μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ·
这样一来,在他后面耕作的邻居岂不是又要来控告我?
τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν.
因为适用于他的正当理由,显然所有其他人也同样有权主张。
§18ἀλλὰ μὴν εἴ γʼ εἰς τὴν ὁδὸν ὀκνήσω τὸ ὕδωρ ἐξάγειν, ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν.
但是,如果我不敢把水引回道路,难道我能有极大的胆量把水排入邻居的土地中吗?
ὅπου γὰρ δίκας ἀτιμήτους φεύγω διότι τὸ ἐκ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ τούτου χωρίον διέπεσεν, τί πείσομαι πρὸς Διὸς ὑπὸ τῶν ἐκ τοῦ χωρίου τοὐμοῦ τοῦ ὕδατος εἰσπεσόντος βλαπτομένων;
因为,仅仅由于从道路上流出的水落入了这家伙的土地,我就要面临一桩未估定赔偿额的诉讼,那么,看在宙斯的份上,如果是从我自己的土地里冲出的水造成了损害,我又将遭受受害者怎样的对待呢?
ὅπου δὲ μήτʼ εἰς τὴν ὁδὸν μήτʼ εἰς τὰ χωρίʼ ἀφιέναι μοι τὸ ὕδωρ ἐξέσται δεξαμένῳ, τί λοιπόν, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν;
如果我接纳了水,却既不能排入道路,也不能排入其他土地,那么,陪审员们,看在诸神的份上,还剩下什么办法呢?
οὐ γὰρ ἐκπιεῖν γε δήπου με Καλλικλῆς αὐτὸ προσαναγκάσει.
卡利克勒斯总不能强迫我把它喝干吧。

词汇与语法注释

  1. §11ἀμεληθὲν δʼ — 中性单数分词 ἀμεληθέν(ἀμελέω 的被动式)在此作为主格或宾格绝对分词使用,非人称地表述“(土地)被荒废/被忽视”的状况。它与接下来的属格绝对结构(τοῦ πατρὸς ἔχοντος...)并列,用以解释该土地先前的所有权状态和疏于管理的情况。
  2. §12τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν — 这是一个带有对格主语的不定式结构(A.c.I.)。不定式 βλάπτειν 的逻辑主语是宾格的 ἔμʼ (ἐμέ)(前面的分词 ἀποικοδομήσαντα 与之保持格的一致),而其直接宾语是反身代词宾格 αὑτόν(指卡利克勒斯本人)。因此,这句话的意思是“我通过围起水道损害了他(卡利克勒斯)自己”。
  3. §13εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν — 这是一个表示与过去或现在事实相反的虚拟条件句,在主句中使用了直陈式过去未完成时搭配 ἄν(ἠδικοῦμεν ἄν)。该主句(“我们确实就犯了过错”)连接了两个条件从句:“如果这不被承认是我们的私产”(εἰ... μὴ συνεχωρεῖτο)和“如果我们是在公共土地上建造”(εἰ... ᾠκοδομοῦμεν)。
  4. §18ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν — 这是潜在希求法(希求时态分词 + ἄν)与 ἦ που 的结合,构成了一个带有强烈讽刺意味的反问句。它强调了行为的绝无可能:“难道我真会有极大的胆量去把水排入邻居的土地中吗?(不,我绝对不敢)”。

引用这一段

狄摩西尼, 控诉卡利克勒斯 §11-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg055.humanitext-grc2:11-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。