← デモステネス

第五十五弁論 カリクレスへの抗弁

§11-18

物証による私有地の証明と原告の要求の不条理

スピーカーは、係争中の土地がかつて前の所有者によって放置され大雨で荒れていたため、父がそれを保護するために石垣を築いた経緯を説明し、樹木や古い墓の存在という確固たる物証を提示して、その土地が水路ではなく私有地であることを論証する。また、道路の水を私有地に引き込み再び戻すという相手の要求がいかに不条理であるかを指摘する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ὦ ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν· ἀμεληθὲν δʼ1 οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλʼ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρίʼ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει. διὸ δὴ ταῦθʼ ὁ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.

そして、裁判官の皆さん、まさにこの土地において、大雨が降った際に水が流れ込むという事態が起こりました。しかし、私の父がまだそれを所有しておらず、むしろその土地全体を嫌い、都会の生活を好んだある人物によって放置されていたため、二度、三度と水が流れ込んで土地を荒らし、ますます水路の跡を作っていったのです。それゆえ、事情を知る人々から私が聞いているところによれば、父はこの状況を見て、同時に隣人たちが家畜を放牧し、その土地を通り抜けていたため、この石垣を周囲に築いたのです。

§12

καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, παρέξομαι μὲν καὶ μάρτυρας ὑμῖν τοὺς εἰδότας, πολὺ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτύρων ἰσχυρότερα τεκμήρια. Καλλικλῆς μὲν γάρ φησιν τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν·2 ἐγὼ δʼ ἀποδείξω χωρίον ὂν τοῦτο, ἀλλʼ οὐ χαράδραν.

そして、私がこれらを真実として述べていることの証明として、私は皆様に事情を知る証人たちを提示するだけでなく、アテナイの諸君、証人たちよりもはるかに強力な物証を提示いたしましょう。というのも、カッリクレスは、私が水路を囲い込むことによって彼に損害を与えていると主張していますが、私はこれが私有地であり、水路ではないことを証明するからです。

§13

εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν·3 νυνὶ δʼ οὔτε τοῦτʼ ἀμφισβητοῦσιν, ἔστιν τʼ ἐν τῷ χωρίῳ δένδρα πεφυτευμένα, ἄμπελοι καὶ συκαῖ. καίτοι τίς ἂν ἐν χαράδρᾳ ταῦτα φυτεύειν ἀξιώσειεν; οὐδείς γε. τίς δὲ πάλιν τοὺς αὑτοῦ προγόνους θάπτειν;

もしこれが私たちの私有地であることが認められていなかったなら、もし私たちが公共の財産の何らかの場所に建築を行っていたなら、私たちは確かに不正を行っていたでしょう。しかし現在、彼らはこの点について争っていませんし、その土地には植えられた木々、すなわち葡萄や無花果があります。しかし、誰が水路にこれらを植えようと思うでしょうか。誰もそうはしないでしょう。また、誰がそこに自身の先祖を葬ろうとするでしょうか。

§14

οὐδὲ τοῦτʼ οἶμαι. ταῦτα τοίνυν ἀμφότερʼ, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον ἢ τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημένʼ ἐστίν. καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ὦ ἄνδρες Ἀθηναῖοι, γένοιτο; τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει. καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε. ΜΑΡΤΥΡΙΑΙ. ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτυριῶν. ἆρʼ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν, καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματʼ ἔχειν τινὰ καὶ τἄλλʼ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν, καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός, οὐκ ἀμφισβητούντων δʼ οὔτε τούτων οὔτʼ ἄλλου τῶν γειτόνων οὐδενός;

そのようなこともまた、誰も考えないでしょう。裁判官の皆さん、これら両方のことがこの土地で生じているのです。というのも、木々は父が石垣を周囲に築くよりも前に植えられており、墓も古く、私たちが土地を手に入れる前に作られたものだからです。しかし、これらがある以上、アテナイの諸君、これ以上に強力などのような議論があり得ようか。事実そのものが明白に相手を論破しているのです。さあ、私のために、すべての証言書をここに取って読み上げてください。 〔証言〕アテナイの諸君、証言を聞いていただいた。これらはあなた方に、そこが木々の生い茂る土地であり、いくつかの墓があり、他の土地と同様の特徴を備えていること、そしてさらに、彼らの父がまだ生きていた時に土地が囲い込まれ、彼らも他の隣人の誰も異議を唱えなかったということを、はっきりと証言していると思われないだろうか。

§16

ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι. καὶ σκέψασθε πρῶτον μέν, εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρʼ ὁδὸν χαράδραν οὖσαν. οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι· τοῦ γὰρ ἕνεκʼ ἄν, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις;

裁判官の皆さん、カッリクレスが述べた他の事柄についても聞く価値があります。そしてまず、あなた方のうち誰かが、道路の脇に水路が存在するのをこれまでに見たり聞いたりしたことがあるかを考えてみてください。なぜなら、国全体を見てもそのようなものは一つもないと思うからです。というのも、公共の道路を通って流れていくはずの水のために、なぜ誰かが私有地を通る水路など作るというのでしょうか。

§17

ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον ἢ τὴν οἰκίαν δέξαιτʼ ἂν; ἀλλʼ οὐκ αὐτὸ τοὐναντίον, κἂν βιάσηταί ποτε, ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν; οὗτος τοίνυν ἀξιοῖ μʼ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον, ὅταν τὸ τούτου παραλλάξῃ χωρίον, πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν. οὐκοῦν πάλιν ὁ μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ· τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν.

次に、誓って、田舎であれ都会であれ、あなた方のうち誰が、道路を流れる水を自分の土地や家に受け入れるでしょうか。それどころか、全く逆に、水が押し寄せてきたら、私たちは皆それを遮断し、防壁を築くのが常ではないでしょうか。それなのに、この男は、私が道路から水を受け入れて自分の土地に通し、それが彼の土地を通り過ぎた後で、再び道路へ排出することを要求しているのです。そうなれば、彼の次に土地を耕している隣人が再び私を訴えることになります。なぜなら、この男に適用される正当な理屈は、当然彼ら全員にも主張する権利があるからです。

§18

ἀλλὰ μὴν εἴ γʼ εἰς τὴν ὁδὸν ὀκνήσω τὸ ὕδωρ ἐξάγειν, ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν.4 ὅπου γὰρ δίκας ἀτιμήτους φεύγω διότι τὸ ἐκ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ τούτου χωρίον διέπεσεν, τί πείσομαι πρὸς Διὸς ὑπὸ τῶν ἐκ τοῦ χωρίου τοὐμοῦ τοῦ ὕδατος εἰσπεσόντος βλαπτομένων; ὅπου δὲ μήτʼ εἰς τὴν ὁδὸν μήτʼ εἰς τὰ χωρίʼ ἀφιέναι μοι τὸ ὕδωρ ἐξέσται δεξαμένῳ, τί λοιπόν, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν; οὐ γὰρ ἐκπιεῖν γε δήπου με Καλλικλῆς αὐτὸ προσαναγκάσει.

しかし、もし私が道路に水を排出することを躊躇うなら、よほどの自信を持って隣人の土地に水を流し込むことができるでしょうか。というのも、道路を流れる水がこの男の土地に流れ込んだという理由だけで、私が賠償額未定の訴訟を起こされているというのに、誓って、私の土地から流れ込んだ水によって損害を被った人々から、私はどのような目に遭わされることになるでしょうか。水を受け入れた上で、道路にも隣の土地にも排出することが許されないとすれば、裁判官の皆さん、神々に誓って、残された道は何があるでしょうか。カッリクレスが私にその水を飲み干すことを強制するわけでもあるまいし。

構文注4 件
  1. 11ἀμεληθὲν δʼ

    中性単数分詞 ἀμεληθέν(ἀμελέω の受動形)が主格あるいは対格独立として機能し、「(その土地が)放置されたため」という理由や状況を非人称的に記述している。これに続く属格独立(τοῦ πατρὸς ἔχοντος...)と並行して、以前の所有状態と管理放棄の状況を説明している。

  2. 12τὴν χαράδραν ἀποικοδομήσαντα βλάπτειν ἔμʼ αὑτόν

    対格不定詞構文(A.c.I.)。不定詞 βλάπτειν の意味上の主語は対格の ἔμʼ (ἐμέ)(直前の分詞 ἀποικοδομήσαντα もこれに一致する対格)であり、目的語は再帰代名詞対格 αὑτόν(=Callicles自身)である。したがって、「私が水路を塞ぐことによって、彼(カッリクレス)自身に損害を与えている」という意味になる。

  3. 13εἰ μὲν οὖν μὴ συνεχωρεῖθʼ ἡμέτερον ἴδιον εἶναι, τάχʼ ἂν τοῦτʼ ἠδικοῦμεν, εἴ τι τῶν δημοσίων ᾠκοδομοῦμεν

    現在または過去の事実に反する仮定を表す反実仮想の条件文(直説法過去(未完了過去)+ἄν)。帰結節の ἠδικοῦμεν ἄν(私たちは不正を行っていただろう)に対して、条件節として「もしこれが私有地であると認められていなかったなら(εἰ... μὴ συνεχωρεῖτο)」、および「もし私たちが公共のものを建てていたなら(εἰ... ᾠκοδομοῦμεν)」の2つが配置されている。

  4. 18ἦ που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν

    潜在的希求法(希求法+ἄν)に ἦ που が組み合わさったもので、強い皮肉交じりの反語を構成している。「私が(隣人の土地に)水を放出するようなことがあってよいだろうか、いや、よほど不敵な人間でもない限りそんなことはできない」という、不可能性を強調する表現である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg055.humanitext-grc2:11-18