§1οὐκ ἦν ἄρʼ, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον οὐδὲν ἢ γείτονος πονηροῦ καὶ πλεονέκτου τυχεῖν, ὅπερ ἐμοὶ νυνὶ συμβέβηκεν.
アテナイの諸君、結局のところ、邪悪で強欲な隣人を持つことほど困難なことはないのだ。 まさにそれが今、私に起こっていることである。
ἐπιθυμήσας γὰρ τῶν χωρίων μου Καλλικλῆς οὕτω διατέθηκέν με συκοφαντῶν, ὥστε πρῶτον μὲν τὸν ἀνεψιὸν τὸν ἑαυτοῦ κατεσκεύασεν ἀμφισβητεῖν μοι τῶν χωρίων,
というのも、カッリクレスは私の土地を欲しがり、私を中傷することによって、私をこのような状態に陥れた。 まず第一に、彼は自分のいとこを仕向けて、私と土地の所有権を争わせたのだ。
§2ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου τῆς τούτων σκευωρίας πάλιν δύο δίκας ἐρήμους μου κατεδιῃτήσατο, τὴν μὲν αὐτὸς χιλίων δραχμῶν, τὴν δὲ τὸν ἀδελφὸν τουτονὶ πείσας Καλλικράτην.
しかし、彼の企みが明白に暴かれ、私が彼らの陰謀に打ち勝つと、彼は再び、私が不在の間に二つの欠席調停判決を私に対して下させた。 一つは彼自身による千ドラクマの訴えであり、もう一つはこの彼の兄弟カッリクラテスを説得して起こさせたものである。
δέομαι δὴ πάντων ὑμῶν ἀκοῦσαί μου καὶ προσέχειν τὸν νοῦν, οὐχ ὡς αὐτὸς δυνησόμενος εἰπεῖν, ἀλλʼ ἵνʼ ὑμεῖς ἐξ αὐτῶν τῶν πραγμάτων καταμάθητε, ὅτι φανερῶς συκοφαντοῦμαι.
そこで、私はあなた方全員に、私の話を聞き、注意を向けてくださるよう懇願する。 それは、私自身が雄弁に語ることができるからではなく、あなた方が事実そのものから、私が明白に中傷されていることを理解していただくためである。
§3ἓν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον.
アテナイの諸君、まず第一に彼らのすべての主張に対して、私には次のような正当な根拠がある。
τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν ὁ πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι, ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος, ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων, ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν.
というのも、この土地を私の父が囲い込んだのは、私が生まれる少し前のことであり、彼らの父であるカッリッピデスがまだ生存し隣人であった時のことである。 彼は確かに、彼らよりもその状況を正確に知っていた。 また、カッリクレス自身もすでに成人しており、アテナイに居住していた。
§4ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτʼ ἐγκαλῶν οὐδεὶς πώποτʼ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθʼ ὕδατα πολλάκις ἐγένετο), οὐδʼ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλʼ οὐδʼ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν ἢ πεντεκαίδεκʼ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου.
そしてこれらすべての年月の間、だれ一人として抗議しに来ることも、不満を言うこともなかった(もっとも、当時も雨が何度も降ったことは明らかであるが)。 また、もし私の父が私たちの土地を囲い込むことによって誰かを害していたのだとしたら、最初から妨害することもなかった。 それどころか、禁止することも抗議の宣言をすることもしなかった。 父はその後十五年以上も生き長らえ、彼らの父カッリッピデスもそれと同じくらいの期間生きていたというのに。
§5καίτοι, ὦ Καλλίκλεις, ἐξῆν δήπου τόθʼ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα
Τεισία, τί ταῦτα ποιεῖς;
しかし、カッリクレスよ、水路が塞がれつつあるのを見た時、あなた方はすぐにそこへ行って憤慨し、私の父に「テイシアス、何をしているのだ?
ἀποικοδομεῖς τὴν χαράδραν;
水路を塞ぎ囲い込んでいるのか?
εἶτʼ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον
, ἵνʼ εἰ μὲν ἐβούλετο παύσασθαι, μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους, εἰ δʼ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον, μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι.
そうすれば、水が私たちの土地に流れ込んでしまうではないか」と言うことができたはずだ。 そうすれば、もし父がやめることを望んだなら、私たちの間に何のトラブルも生じなかったであろうし、もし父がそれを無視してこのような事態が起こったとしても、あなたは当時その場にいた人々を証人として用いることができたはずだ。
§6καὶ νὴ Διʼ ἐπιδεῖξαί γέ σʼ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλʼ ἔργῳ τὸν πατέρʼ ἀδικοῦντʼ ἀπέφαινες.
また、誓って、あなたはそこが水路であることをすべての人に示すべきであった。 そうすれば、今のように言葉だけでなく、事実をもって私の父が不正を行っていることを示すことができたはずだ。
τούτων τοίνυν οὐδὲν πώποτʼ οὐδεὶς ποιεῖν ἠξίωσεν.
しかし、このようなことは、これまで誰も行おうとはしなかった。
οὐ γὰρ ἂν οὔτʼ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν, κατεδιῃτήσασθε, οὔτε πλέον ἂν ἦν ὑμῖν συκοφαντοῦσιν οὐδέν,
もしそうであったなら、あなた方は、今私に対してしたように、不在裁判で私を敗訴させることもできなかったであろうし、あなた方が中傷することによって得られるものも何一つなかったであろう。
§7ἀλλʼ ἀπέφαινεν ἂν ἐκεῖνος εἰδὼς ἀκριβῶς ὅπως εἶχεν ἕκαστα τούτων, καὶ τοὺς ῥᾳδίως τούτους μαρτυροῦντας ἐξήλεγχεν.
むしろ、父はこれらの事情をそれぞれ正確に知っていたので、状況を明らかにしたであろうし、軽々しく証言する彼らを論破したであろう。
ἀνθρώπου δʼ οἶμαι τηλικούτου καὶ ἀπείρου πραγμάτων ἅπαντες καταπεφρονήκατέ μου.
しかし、私が若く、世事に疎い人間であると思って、あなた方は皆、私を軽んじているのだと思う。
ἀλλʼ ἐγὼ πρὸς ἅπαντας τούτους, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς αὐτῶν πράξεις ἰσχυροτάτας μαρτυρίας παρέχομαι.
しかし、アテナイの諸君、私はこれらすべての人々に対して、彼ら自身の行動を最も強力な証拠として提示する。
διὰ τί γὰρ οὐδεὶς οὔτʼ ἐπεμαρτύρατʼ οὔτʼ ἐνεκάλεσεν, ἀλλʼ οὐδʼ ἐμέμψατο πώποτε, ἀλλʼ ἐξήρκει ταῦτʼ αὐτοῖς ἠδικημένοις περιορᾶν;
というのも、なぜ誰も抗議の証言をせず、訴えもせず、不満さえ一度も言わずに、不当な扱いを受けながらもこれを黙認することで満足していたのか。
§8ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτʼ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν·
それゆえ、私は、彼らの破廉恥さに対してはこれだけでも十分であると考える。
ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθʼ ὁ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντʼ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν.
しかし、アテナイの諸君、他の事柄についても、私の父が土地を囲い込むことによって何の不正も行っておらず、彼らが私たちに対して全面的に偽りを述べていることを知っていただくために、さらに明確に説明することを試みよう。
τὸ μὲν γὰρ χωρίον ὁμολογεῖται καὶ παρʼ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι·
なぜなら、その土地が私たちの私有地であることは、彼ら自身によっても認められているからである。
§9τούτου δʼ ὑπάρχοντος, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτʼ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι.
アテナイの諸君、これが前提としてある以上、あなた方はその土地を実際に見れば、私が中傷されていることを最もよく理解されるであろう。
διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις.
それゆえ、私は事情を知っている公平な人々に調停を委ねることを望んだのだ。
ἀλλʼ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν·
しかし、彼らはそうしなかった。 彼らが今まさに中傷の言葉を述べようとしているにもかかわらず。
δῆλον δʼ ὑμῖν καὶ τοῦτʼ αὐτίκʼ ἔσται πᾶσιν.
このこともまた、すぐにあなた方全員に明らかになるであろう。
ἀλλὰ προσέχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν.
しかし、アテナイの諸君、ゼウスをはじめとする神々に誓って、注意深く耳を傾けていただきたい。
§10τοῦ γὰρ χωρίου τοῦ τʼ ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν, ὄρους δὲ περιέχοντος κύκλῳ τοῖς χωρίοις τὸ καταρρέον ὕδωρ τῇ μὲν εἰς τὴν ὁδόν, τῇ δʼ εἰς τὰ χωρία συμβαίνει φέρεσθαι.
というのも、私の土地と彼らの土地の間には道路がある。 そして、山がそれらの土地をぐるりと囲んでいるため、流れ落ちる水は、一方では道路に、他方では土地の中に流れ込むことになる。
καὶ δὴ καὶ τούτου τὸ εἰσπῖπτον εἰς τὴν ὁδόν, ᾗ μὲν ἂν εὐοδῇ, φέρεται κάτω κατὰ τὴν ὁδόν, ᾗ δʼ ἂν ἐνστῇ τι, τηνικαῦτα τοῦτʼ εἰς τὰ χωρίʼ ὑπεραίρειν ἀναγκαῖον ἤδη.
そして、この道路に流れ込む水のうち、進みやすい場所では道路に沿って下へと流れていくが、何か障害物がある場所では、その時その水が土地の方へと溢れ出ることがどうしても避けられなくなるのだ。