§29εἰ δʼ ἄρʼ ἠγνόησε ταῦτα, καὶ τοῦτο τὸ δίκαιον ἔχων, ὡς νῦν φήσει, οὐ παρεσκευάσατʼ ὑπὲρ τηλικούτου κινδύνου, ἐπειδή γʼ ἀνεστηκὼς ἤδη προσεκαλεσάμην αὐτόν, ἐν τῇ πρώτῃ συνόδῳ πρὸς τῷ διαιτητῇ παραδιδοὺς ἐφαίνετʼ ἄν·
しかし、もし万一彼がこれらのことを知らず、今や彼が主張するであろうように、この正当な権利を持ちながらも、これほど大きな危機に対して準備をしていなかったのだとしても、私が病床から起き上がってすでに彼を告訴したときには、仲裁人の前での最初の会合において、彼は奴隷を引き渡している姿を見せたはずです。
ὧν οὐδὲν πέπρακται τούτῳ.
しかし、彼によってそれらのことは何一つ行われませんでした。
ὅτι δʼ ἀληθῆ λέγω καὶ διακρούσεως ἕνεχʼ ἡ πρόκλησις ἦν, λέγε ταύτην τὴν μαρτυρίαν·
私が真実を言っていること、そして要求が引き延ばしのためであったことを示すために、この証言を読んでください。
ἔσται γὰρ ἐκ ταύτης φανερόν.
それによって明らかになるでしょうから。
ΜΑΡΤΥΡΙΑ. §30περὶ μὲν τοίνυν τῆς βασάνου ταῦτα μέμνησθε, τὴν ὥραν ἡνίκα προὐκαλεῖτο, ὧν ἕνεκʼ ἐκκρούων ταῦτʼ ἐποίει, τοὺς χρόνους τοὺς πρώτους, ἐν οἷς οὐδαμοῦ τοῦτο βουληθεὶς τὸ δίκαιον αὑτῷ γενέσθαι φαίνεται, οὐδὲ προκαλεσάμενος, οὐδʼ ἀξιώσας.
ΜΑΡΤΥΡΙΑ. それゆえ、拷問の要求については、彼が要求を突きつけた時間帯や、何のために引き延ばそうとしてこのようなことをしたのか、そして、この権利が自分のものとなることを望んでいる様子がどこにも見られず、要求もせず、求めもしなかった初期の時期のことを覚えておいてください。
ἐπειδὴ τοίνυν ταὐτὰ πάντʼ ἠλέγχεθʼ ἅπερ καὶ νῦν, πρὸς τῷ διαιτητῇ, καὶ φανερῶς ἐδείκνυτο πᾶσιν ὢν ἔνοχος τοῖς ἐγκεκλημένοις, §31ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρας ἀνθρώπους οὓς οὐδʼ ὑμᾶς ἀγνοήσειν οἴομαι, ἐὰν ἀκούσητε,
Διότιμος Διοτίμου Ἰκαριεύς, Ἀρχεβιάδης Δημοτέλους Ἁλαιεύς, Χαιρήτιος Χαιριμένους Πιθεὺς μαρτυροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνος, καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοις Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνος,
さて、仲裁人の前で、今と同じことがすべて立証され、彼が告発されたすべての罪において有罪であることが全員に明白に示されたとき、彼は虚偽の証言を提出し、その名前を聞けば皆さんも知らないはずがないと思うような男たちを証人として登録しました。 「イカリオン区のディオティモスの子ディオティモス、ハライ区のデモテレスの子アルケビアデス、ピトス区のカイリメネスの子カイレティオスは、コノンと一緒に晩餐から帰る途中、広場でアリストンとコノンの息子が争っているところに遭遇した、と証言する。
§32καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα
, ὡς ὑμᾶς εὐθέως πιστεύσοντας, τὸ δʼ ἀληθὲς οὐ λογιουμένους, ὅτι πρῶτον μὲν οὐδέποτʼ ἂν οὔθʼ ὁ Λυσίστρατος οὔθʼ ὁ Πασέας οὔθʼ ὁ Νικήρατος οὔθʼ ὁ Διόδωρος, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλʼ ὅσʼ ἔπασχον ὑβριζόμενον, ἀγνῶτες ὄντες κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθʼ ἑώρων πεπονθότα·
」「そして、コノンはアリストンを殴らなかった」と。 これは、皆さんがすぐに信じ込んでしまい、次のような真実に思い至らないだろうと思ってのことです。 すなわち第一に、リュシストラトスも、パセアスも、ニケラトスも、ディオドロスも――彼らは私がコノンに殴られ、上着を剥ぎ取られ、その他私が侮辱されながら被ったすべてのことを見た、と明快に証言してくれましたが――彼らは見ず知らずの者であり、偶然その場に居合わせただけなのに、もし私がこれらを被るのを見ていなかったとしたら、偽証をしようなどとは決して思わなかったはずだ、ということです。
ἔπειτʼ αὐτὸς ἐγὼ οὐδέποτʼ ἄν, μὴ παθὼν ὑπὸ τούτου ταῦτα, ἀφεὶς τοὺς καὶ παρʼ αὐτῶν τούτων ὁμολογουμένους τύπτειν ἐμὲ πρὸς τὸν οὐδʼ ἁψάμενον πρῶτον εἰσιέναι προειλόμην.
第二に、私自身、この男からこれらの暴行を受けていなかったとしたら、彼ら自身によっても私を殴ったと認められている者たちを放っておいて、私に触れもしなかった男を相手に最初に告訴に踏み切るようなことは、決して選ばなかったはずだ、ということです。
§33τί γὰρ ἄν;
なぜそんなことをするでしょうか。
ἀλλʼ ὑφʼ οὗ γε πρώτου ἐπλήγην καὶ μάλισθʼ ὑβρίσθην, τούτῳ καὶ δικάζομαι καὶ μισῶ καὶ ἐπεξέρχομαι.
そうではなく、まさに自分を最初に殴り、最もひどく侮辱した者、その者に対してこそ、私は裁判を起こし、憎み、追及しているのです。
καὶ τὰ μὲν παρʼ ἐμοῦ πάνθʼ οὕτως ἐστὶν ἀληθῆ καὶ φαίνεται·
このように、私の側の主張はすべて真実であり、そのように見えます。
τούτῳ δὲ μὴ παρασχομένῳ τούτους μάρτυρας ἦν δήπου λόγος οὐδείς, ἀλλʼ ἑαλωκέναι παραχρῆμʼ ὑπῆρχε σιωπῇ.
しかし、この男にとっては、もしこれらの証人たちを提供しなかったならば、当然いかなる弁明も成り立たず、沈黙のうちに直ちに敗訴することが決まっていたはずです。
συμπόται δʼ ὄντες τούτου καὶ πολλῶν τοιούτων ἔργων κοινωνοὶ εἰκότως τὰ ψευδῆ μεμαρτυρήκασιν.
それゆえ、この男の飲み仲間であり、多くの同様の悪事の共犯者である彼らが、当然のこととして虚偽の証言をしたのです。
εἰ δʼ ἔσται τὸ πρᾶγμα τοιοῦτον, ἐὰν ἅπαξ ἀπαναισχυντήσωσίν τινες καὶ τὰ ψευδῆ φανερῶς τολμήσωσι μαρτυρεῖν, οὐδὲν δὲ τῆς ἀληθείας ὄφελος, πάνδεινον ἔσται πρᾶγμα.
しかし、もし事態がこのようになり、人々がひとたび恥を捨て、公然と偽証することに及び、真実が何の手助けにもならなくなるとしたら、それはこの上なく恐れすべき事態になるでしょう。
§34ἀλλὰ νὴ Δίʼ οὐκ εἰσὶ τοιοῦτοι.
しかし、ゼウスに誓って言うが、「彼らはそのような人物ではない」と。
ἀλλʼ ἴσασιν ὑμῶν, ὡς ἐγὼ νομίζω, πολλοὶ καὶ τὸν Διότιμον καὶ τὸν Ἀρχεβιάδην καὶ τὸν Χαιρήτιον τὸν ἐπιπόλιον τουτονί, οἳ μεθʼ ἡμέραν μὲν ἐσκυθρωπάκασιν καὶ λακωνίζειν φασὶ καὶ τρίβωνας ἔχουσιν καὶ ἁπλᾶς ὑποδέδενται, ἐπειδὰν δὲ συλλεγῶσιν καὶ μετʼ ἀλλήλων γένωνται, κακῶν καὶ αἰσχρῶν οὐδὲν ἐλλείπουσι.
しかし私の思うに、皆さんの多くが、ディオティモスやアルケビアデス、そして白髪交じりのこちらのカイレティオスをよく知っているはずです。 彼らは、昼間は気難しい顔をして、スパルタ風に暮らしていると自称し、粗末な外套をまとい、薄底のサンダルを履いていますが、ひとたび集まり、仲間同士になると、いかなる悪事や不名誉な行いも惜しまないのです。
§35καὶ ταῦτα τὰ λαμπρὰ καὶ νεανικά ἐστιν αὐτῶν
οὐ γὰρ ἡμεῖς μαρτυρήσομεν ἀλλήλοις;
そして、これが彼らの言う「見事で若々しい」行為なのです。 「お互いのために証言し合おうではないか。
οὐ γὰρ ταῦθʼ ἑταίρων ἐστὶ καὶ φίλων;
これこそが仲間や友人のすることではないか。
τί δὲ καὶ δεινόν ἐστιν ὧν παρέξεται κατὰ σοῦ;
それに、相手が君に対して提出してくる証拠の何がそれほど恐ろしいというのだ。
τυπτόμενόν φασί τινες ὁρᾶν;
殴られるのを見たと言う者がいるって?
ἡμεῖς δὲ μηδʼ ἧφθαι τὸ παράπαν μαρτυρήσομεν.
我々は、かすりもしなかったと証言しよう。
ἐκδεδύσθαι θοἰμάτιον;
上着を剥ぎ取られたって?
τοῦτʼ ἐκείνους προτέρους πεποιηκέναι ἡμεῖς μαρτυρήσομεν.
相手の側が先にそれをやったのだと我々は証言しよう。
τὸ χεῖλος ἐρράφθαι;
唇が縫われたって?
τὴν κεφαλὴν δέ γʼ ἡμεῖς ἢ ἕτερόν τι κατεαγέναι φήσομεν.
我々は、頭かどこか他の場所が割られたのだと言おう。
§36ἀλλὰ καὶ μάρτυρας ἰατροὺς παρέχομαι.
」「しかし、私は医師たちを証人として提出する。
τοῦτʼ οὐκ ἔστιν, ὦ ἄνδρες δικασταί, παρὰ τούτοις·
」裁判員諸君、彼らの側にはそのような証言はありません。
ὅσα γὰρ μὴ διʼ αὑτῶν, οὐδενὸς μάρτυρος καθʼ ἡμῶν εὐπορήσουσιν.
なぜなら、自分たち自身を通じるもの以外には、私たちに不利になるような証人を一人も得ることができないからです。
ἡ δʼ ἀπʼ αὐτῶν ἑτοιμότης οὐδʼ ἂν εἰπεῖν μὰ τοὺς θεοὺς δυναίμην ὅση καὶ οἵα πρὸς τὸ ποιεῖν ὁτιοῦν ὑπάρχει.
神々に誓って申し上げますが、どんなことでもやってのけようとする、彼ら自身の即応態勢がどれほど大きく、どのようなものであるかは、言葉では表現し尽くせません。
ἵνα δʼ εἰδῆθʼ οἷα καὶ διαπραττόμενοι περιέρχονται, λέγʼ αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας, σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.
彼らがどのような悪事を働きながらほっつき歩いているかを知っていただくために、これらの証言を彼らのために読んでください。 そして水時計の水を止めてください。
ΜΑΡΤΥΡΙΑΙ. §37τοίχους τοίνυν διορύττοντες καὶ παίοντες τοὺς ἀπαντῶντας, ἆρʼ ἂν ὑμῖν ὀκνῆσαι δοκοῦσιν ἐν γραμματειδίῳ τὰ ψευδῆ μαρτυρεῖν ἀλλήλοις οἱ κεκοινωνηκότες τοσαύτης καὶ τοιαύτης φιλαπεχθημοσύνης καὶ πονηρίας καὶ ἀναιδείας καὶ ὕβρεως;
ΜΑΡΤΥΡΙΑΙ. それゆえ、壁を掘り抜いて家に押し入り、出会う人々を殴るような者たちが、これほどまでに、またこのような敵意、邪悪さ、恥知らずさ、...そして乱暴狼藉を共有している彼らのような者たちが、小さな木札に互いのために偽証を書き連ねることを躊躇すると思われるでしょうか。
πάντα γὰρ ταῦτʼ ἔμοιγʼ ἐν τοῖς ὑπὸ τούτων πραττομένοις ἐνεῖναι δοκεῖ.
というのも、私には、これらすべてが彼らの行う行為の中に含まれていると思われるからです。
καίτοι καὶ τούτων ἕτερʼ ἐστὶν πεπραγμένα τούτοις δεινότερα, ἀλλʼ ἡμεῖς οὐχ οἷοί τε γενοίμεθʼ ἂν πάντας ἐξευρεῖν τοὺς ἠδικημένους.
もっとも、彼らによってこれらよりもさらに恐ろしい他の行為がなされていますが、私たちは被害を受けたすべての人々を見つけ出すことはできません。