§29εἰ δʼ ἄρʼ ἠγνόησε ταῦτα, καὶ τοῦτο τὸ δίκαιον ἔχων, ὡς νῦν φήσει, οὐ παρεσκευάσατʼ ὑπὲρ τηλικούτου κινδύνου, ἐπειδή γʼ ἀνεστηκὼς ἤδη προσεκαλεσάμην αὐτόν, ἐν τῇ πρώτῃ συνόδῳ πρὸς τῷ διαιτητῇ παραδιδοὺς ἐφαίνετʼ ἄν· ὧν οὐδὲν πέπρακται τούτῳ.
但是,如果他万一不知道这些,且拥有这一权利——正如他现在要声称的那样——却没有为如此大的危险做好准备,那么当我从病床上起来并已经对他提起诉讼时,在仲裁员面前的第一次会面上,他本应表现出交出奴隶的态度;然而,这些事情他一件也没有做。
ὅτι δʼ ἀληθῆ λέγω καὶ διακρούσεως ἕνεχʼ ἡ πρόκλησις ἦν, λέγε ταύτην τὴν μαρτυρίαν· ἔσται γὰρ ἐκ ταύτης φανερόν.
为了证明我说的是实话,且他的挑战是为了拖延时间,请宣读这份证词;因为从这份证词中,事情将变得一目然。
ΜΑΡΤΥΡΙΑ. §30περὶ μὲν τοίνυν τῆς βασάνου ταῦτα μέμνησθε, τὴν ὥραν ἡνίκα προὐκαλεῖτο, ὧν ἕνεκʼ ἐκκρούων ταῦτʼ ἐποίει, τοὺς χρόνους τοὺς πρώτους, ἐν οἷς οὐδαμοῦ τοῦτο βουληθεὶς τὸ δίκαιον αὑτῷ γενέσθαι φαίνεται, οὐδὲ προκαλεσάμενος, οὐδʼ ἀξιώσας.
ΜΑΡΤΥΡΙΑ. 因此,关于拷问,请记住这些事情:他提出挑战的时间,他为了拖延时间而做这些事的意图,以及最初的时期——在那个时期,他根本没有表现出希望自己拥有这一权利,既没有提出挑战,也没有要求。
ἐπειδὴ τοίνυν ταὐτὰ πάντʼ ἠλέγχεθʼ ἅπερ καὶ νῦν, πρὸς τῷ διαιτητῇ, καὶ φανερῶς ἐδείκνυτο πᾶσιν ὢν ἔνοχος τοῖς ἐγκεκλημένοις, §31ἐμβάλλεται μαρτυρίαν ψευδῆ καὶ ἐπιγράφεται μάρτυρας ἀνθρώπους οὓς οὐδʼ ὑμᾶς ἀγνοήσειν οἴομαι, ἐὰν ἀκούσητε,
Διότιμος Διοτίμου Ἰκαριεύς, Ἀρχεβιάδης Δημοτέλους Ἁλαιεύς, Χαιρήτιος Χαιριμένους Πιθεὺς μαρτυροῦσιν ἀπιέναι ἀπὸ δείπνου μετὰ Κόνωνος, καὶ προσελθεῖν ἐν ἀγορᾷ μαχομένοις Ἀρίστωνι καὶ τῷ υἱεῖ τῷ Κόνωνος, §32καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα
, ὡς ὑμᾶς εὐθέως πιστεύσοντας, τὸ δʼ ἀληθὲς οὐ λογιουμένους, ὅτι πρῶτον μὲν οὐδέποτʼ ἂν οὔθʼ ὁ Λυσίστρατος οὔθʼ ὁ Πασέας οὔθʼ ὁ Νικήρατος οὔθʼ ὁ Διόδωρος, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλʼ ὅσʼ ἔπασχον ὑβριζόμενον, ἀγνῶτες ὄντες κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθʼ ἑώρων πεπονθότα·
然而,当所有这些同样的事情在仲裁员面前被证实(正如现在一样),并且向所有人清楚地表明他触犯了所有指控时,他投入了一份虚假的证词,并登记了证人,我认为如果你们听到这些人的名字,你们也不会不知道: “伊卡里亚区的迪奥蒂莫斯之子迪奥蒂莫斯、哈莱区的德莫特莱斯之子阿尔凯比亚德斯、皮托斯区的凯里梅内斯之子凯雷蒂奥斯证明,他们与科农一起吃完晚餐回来,在市场上遇到了正在打架的阿里斯顿和科农的儿子,并且科农没有打阿里斯顿,” 这好像是认为你们会立刻相信他们,而不会考虑到真相:第一,无论是吕西斯特拉托斯、帕塞阿斯、尼凯拉托斯还是迪奥多罗斯——他们都明确证明看到我被科农殴打、被剥去衣服,并遭受了所有其他受侮辱的对待——他们与我素不相识,只是偶然路过,如果他们没有看到我遭受这些,绝不会愿意作伪证;第二,我自己如果没有遭受这个人的这些暴行,绝不会放过那些连他们自己都承认殴打了我的人,而选择首先起诉一个连碰都没碰过我的人。
ἔπειτʼ αὐτὸς ἐγὼ οὐδέποτʼ ἄν, μὴ παθὼν ὑπὸ τούτου ταῦτα, ἀφεὶς τοὺς καὶ παρʼ αὐτῶν τούτων ὁμολογουμένους τύπτειν ἐμὲ πρὸς τὸν οὐδʼ ἁψάμενον πρῶτον εἰσιέναι προειλόμην. §33τί γὰρ ἄν;
因为我为什么要这么做呢?
ἀλλʼ ὑφʼ οὗ γε πρώτου ἐπλήγην καὶ μάλισθʼ ὑβρίσθην, τούτῳ καὶ δικάζομαι καὶ μισῶ καὶ ἐπεξέρχομαι.
相反,我正是对那个首先打我、对我侮辱最深的人提起诉讼、憎恨并追究他。
καὶ τὰ μὲν παρʼ ἐμοῦ πάνθʼ οὕτως ἐστὶν ἀληθῆ καὶ φαίνεται· τούτῳ δὲ μὴ παρασχομένῳ τούτους μάρτυρας ἦν δήπου λόγος οὐδείς, ἀλλʼ ἑαλωκέναι παραχρῆμʼ ὑπῆρχε σιωπῇ.
而我这边的所有事情都是真实的,而且显得如此;但对于这个人来说,如果他不提供这些证人,自然就没有任何辩词,而只能在沉默中立刻败诉。
συμπόται δʼ ὄντες τούτου καὶ πολλῶν τοιούτων ἔργων κοινωνοὶ εἰκότως τὰ ψευδῆ μεμαρτυρήκασιν.
作为他的酒友和许多此类恶行的共犯,他们理所当然作了伪证。
εἰ δʼ ἔσται τὸ πρᾶγμα τοιοῦτον, ἐὰν ἅπαξ ἀπαναισχυντήσωσίν τινες καὶ τὰ ψευδῆ φανερῶς τολμήσωσι μαρτυρεῖν, οὐδὲν δὲ τῆς ἀληθείας ὄφελος, πάνδεινον ἔσται πρᾶγμα.
但是,如果事情变成这样,一旦有人厚颜无耻,胆敢公然作伪证,而真相却毫无用处,那将是非常可怕的事情。
§34ἀλλὰ νὴ Δίʼ οὐκ εἰσὶ τοιοῦτοι.
但是,凭宙斯起誓,他们绝非这样的人!
ἀλλʼ ἴσασιν ὑμῶν, ὡς ἐγὼ νομίζω, πολλοὶ καὶ τὸν Διότιμον καὶ τὸν Ἀρχεβιάδην καὶ τὸν Χαιρήτιον τὸν ἐπιπόλιον τουτονί, οἳ μεθʼ ἡμέραν μὲν ἐσκυθρωπάκασιν καὶ λακωνίζειν φασὶ καὶ τρίβωνας ἔχουσιν καὶ ἁπλᾶς ὑποδέδενται, ἐπειδὰν δὲ συλλεγῶσιν καὶ μετʼ ἀλλήλων γένωνται, κακῶν καὶ αἰσχρῶν οὐδὲν ἐλλείπουσι.
然而我认为,你们中的许多人都知道迪奥蒂莫斯、阿尔凯比亚德斯,以及这里这位头发花白的凯雷蒂奥斯。 他们白天面容阴郁,自称过着斯巴达式的生活,身穿粗布外套,脚穿单底凉鞋,但当他们聚在一起,彼此为伍时,却不放过任何邪恶和可耻的事情。
§35καὶ ταῦτα τὰ λαμπρὰ καὶ νεανικά ἐστιν αὐτῶν
οὐ γὰρ ἡμεῖς μαρτυρήσομεν ἀλλήλοις;
而这就是他们所谓“辉煌和年轻”的行为: “我们难道不应该互相作证吗?
οὐ γὰρ ταῦθʼ ἑταίρων ἐστὶ καὶ φίλων;
这难道不是同伴和朋友的本分吗?
τί δὲ καὶ δεινόν ἐστιν ὧν παρέξεται κατὰ σοῦ;
而且他拿来指控你的那些证据有什么可怕的?
τυπτόμενόν φασί τινες ὁρᾶν;
有人说看到你挨打了?
ἡμεῖς δὲ μηδʼ ἧφθαι τὸ παράπαν μαρτυρήσομεν.
我们就证明根本连碰都没碰过。
ἐκδεδύσθαι θοἰμάτιον;
衣服被剥掉了?
τοῦτʼ ἐκείνους προτέρους πεποιηκέναι ἡμεῖς μαρτυρήσομεν.
我们就证明是他们先动手这么做的。
τὸ χεῖλος ἐρράφθαι;
嘴唇被缝合了?
τὴν κεφαλὴν δέ γʼ ἡμεῖς ἢ ἕτερόν τι κατεαγέναι φήσομεν.
我们就说头或者其他什么地方破了。
§36ἀλλὰ καὶ μάρτυρας ἰατροὺς παρέχομαι.
” “但我还提供了医生作为证人。
τοῦτʼ οὐκ ἔστιν, ὦ ἄνδρες δικασταί, παρὰ τούτοις· ὅσα γὰρ μὴ διʼ αὑτῶν, οὐδενὸς μάρτυρος καθʼ ἡμῶν εὐπορήσουσιν.
” 诸位陪审员,在这些人那里可没有这种事;因为除了通过他们自己以外,他们绝找不到任何对我们不利的证人。
ἡ δʼ ἀπʼ αὐτῶν ἑτοιμότης οὐδʼ ἂν εἰπεῖν μὰ τοὺς θεοὺς δυναίμην ὅση καὶ οἵα πρὸς τὸ ποιεῖν ὁτιοῦν ὑπάρχει.
指天发誓,我甚至无法用言语形容他们为了做任何事情而具备的准备程度有多大、是怎样的。
ἵνα δʼ εἰδῆθʼ οἷα καὶ διαπραττόμενοι περιέρχονται, λέγʼ αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας, σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. ΜΑΡΤΥΡΙΑΙ.
但是,为了让你们知道他们到处干些什么勾当,请给他们宣读这些证言,并且请停水。
§37τοίχους τοίνυν διορύττοντες καὶ παίοντες τοὺς ἀπαντῶντας, ἆρʼ ἂν ὑμῖν ὀκνῆσαι δοκοῦσιν ἐν γραμματειδίῳ τὰ ψευδῆ μαρτυρεῖν ἀλλήλοις οἱ κεκοινωνηκότες τοσαύτης καὶ τοιαύτης φιλαπεχθημοσύνης καὶ πονηρίας καὶ ἀναιδείας καὶ ὕβρεως;
ΜΑΡΤΥΡΙΑΙ. 因此,这些挖墙入室、殴打过路人的人,既然共同参与了如此多、如此恶劣的敌意、邪恶、无耻和施暴,你们认为他们会在小木板上互相作伪证时有所犹豫吗?
πάντα γὰρ ταῦτʼ ἔμοιγʼ ἐν τοῖς ὑπὸ τούτων πραττομένοις ἐνεῖναι δοκεῖ.
因为在我看来,所有这些都包含在他们的所作所为之中。
καίτοι καὶ τούτων ἕτερʼ ἐστὶν πεπραγμένα τούτοις δεινότερα, ἀλλʼ ἡμεῖς οὐχ οἷοί τε γενοίμεθʼ ἂν πάντας ἐξευρεῖν τοὺς ἠδικημένους.
然而,他们还做了其他比这更可怕的事,只是我们无法找出所有受害的人。