§14πρῶτον μὲν οὖν ἐπιβουλεύει μοι μετὰ τῶν ἀντιδίκων, καὶ πίστιν αὐτοῖς δίδωσιν·
まず第一に、彼は私の対抗当事者たちと共謀して私を陥れようとし、彼らに忠誠を誓いました。
ἔπειτʼ ἀγώνων μοι συνεστηκότων πρὸς αὐτούς, τούς τε λόγους ἐκφέρει μου εἰδώς, καὶ ἐγγράφει τῷ δημοσίῳ ἀπρόσκλητον ἐξ ἐμφανῶν καταστάσεως ἐπιβολὴν ἑξακοσίας καὶ δέκα δραχμάς, διὰ Λυκίδου τοῦ μυλωθροῦ ποιησάμενος τὴν δίκην.
次に、私と彼らとの間で訴訟が提起されていたとき、彼は私の内情を知っていながらそれを漏らし、粉屋のリュキダスを通じて訴訟を起こさせることで、提出命令に基づく不服従を理由として、私に対する召喚なしの科料六百十ドラクマを公の帳簿に国庫の債務として登録しました。
κλητῆρα δὲ κατʼ ἐμοῦ τόν τε ἀδελφὸν τὸν αὑτοῦ τὸν Ἀρεθούσιον τοῦτον ἐπιγράφεται, οὗπέρ ἐστιν τὰ ἀνδράποδα ταῦτα, καὶ ἄλλον τινά·
そして、私に対する召喚の証人として、現在登録されているこれらの奴隷の所有者である彼の兄弟アレトウシオスと、もう一人の人物の名前を登録したのです。
καὶ παρεσκευάζοντο, εἰ ἀνακρινοίμην κατὰ τῶν οἰκείων τῶν ἀδικούντων με τὰς δίκας ἃς εἰλήχειν αὐτοῖς, ἐνδεικνύναι με ὡς ὀφείλοντα τῷ δημοσίῳ καὶ ἐμβάλλειν εἰς τὸ δεσμωτήριον.
そして彼らは、私を害した彼らの親族に対する訴訟の予備審問を行う際、私を国庫の債務者として告発し、刑務所に投獄しようと待ち構えていました。
§15ἔτι δὲ πρὸς τούτοις ὁ ἀπρόσκλητόν μου ἑξακοσίων καὶ δέκα δραχμῶν δίκην καταδικασάμενος καὶ ψευδεῖς κλητῆρας ἐπιγραψάμενος, εἰσελθὼν εἰς τὴν οἰκίαν βίᾳ τὰ σκεύη πάντα ἐξεφόρησεν, πλέον ἢ εἴκοσι μνῶν ἄξια, καὶ οὐδʼ ὁτιοῦν κατέλιπεν.
さらにこれに加えて、私を召喚することなく六百十ドラクマの訴訟で有罪判決を獲得し、虚偽の召喚証人を登録したその男は、私の家に不法に侵入し、二十ミナ以上の価値がある家財道具をすべて持ち去り、何一つ残しませんでした。
ὅτε δὲ τιμωρεῖσθαι ᾤμην δεῖν, καὶ ἐκτείσας τῷ δημοσίῳ τὸ ὄφλημα, ἐπειδὴ ἐπυθόμην τὴν ἐπιβουλήν, ἐβάδιζον ἐπὶ τὸν κλητῆρα τὸν ὁμολογοῦντα κεκλητευκέναι, τὸν Ἀρεθούσιον, τῆς ψευδοκλητείας κατὰ τὸν νόμον, ἐλθὼν εἰς τὸ χωρίον τῆς νυκτός, ὅσα ἐνῆν φυτὰ ἀκροδρύων γενναῖα ἐμβεβλημένα καὶ τὰς ἀναδενδράδας ἐξέκοψε, καὶ φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν, οὕτως δεινῶς ὡς οὐδʼ ἂν οἱ πολέμιοι διαθεῖεν.
私が彼らに報復すべきだと考え、また彼らの陰謀を知ったために国庫への債務を支払ってから、法律に従って、召喚を行ったと自認している召喚証人アレトウシオスを虚偽召喚の罪で告発しようと手続きを進めていたとき、彼は夜間に私の土地に侵入し、植えられていた上質な果樹や棚作りのブドウの木をすべて切り倒し、周囲を取り囲むオリーブの苗木をへし折りました。 その惨状は、敵兵であってもこれほどひどいことはしないと思えるほどでした。
§16πρὸς δὲ τούτοις μεθʼ ἡμέραν παιδάριον ἀστὸν εἰσπέμψαντες διὰ τὸ γείτονες εἶναι καὶ ὅμορον τὸ χωρίον, ἐκέλευον τὴν ῥοδωνιὰν βλαστάνουσαν ἐκτίλλειν, ἵνα, εἰ καταλαβὼν αὐτὸν ἐγὼ δήσαιμι ἢ κατάξαιμι ὡς δοῦλον ὄντα, γραφήν με γράψαιντο ὕβρεως.
さらに、彼らの土地が隣接していて境界を接していることを利用し、昼間に市民の身分を持つ幼い子供を私の土地に送り込み、芽吹いているバラの植え込みを抜くように命じました。 それは、もし私がその子供を捕まえて、奴隷だと思って縛るか連行するかすれば、私を侮辱罪で告発できるようにするためでした。
ὡς δὲ τούτου διήμαρτον, καὶ ἐγὼ μάρτυρας μὲν ὧν ἔπασχον ἐποιούμην, αὐτὸς δὲ οὐδὲν ἐξημάρτανον εἰς αὐτούς, ἐνταῦθα ἤδη μοι ἐπιβουλεύουσι τὴν μεγίστην ἐπιβουλήν·
しかし彼らがこの計画に失敗し、私が受けている被害の証人を立てる一方で、私自身は彼らに対して何ら不法行為を犯さなかったため、そこで彼らは私に対して最大の陰謀を企てました。
§17ἀνακεκριμένου γὰρ ἤδη μου κατʼ αὐτοῦ τὴν τῆς ψευδοκλητείας γραφὴν καὶ μέλλοντος εἰσιέναι εἰς τὸ δικαστήριον, τηρήσας με ἀνιόντα ἐκ Πειραιῶς ὀψὲ περὶ τὰς λιθοτομίας παίει τε πὺξ καὶ ἁρπάζει μέσον καὶ ἐώθει με εἰς τὰς λιθοτομίας, εἰ μή τινες προσιόντες, βοῶντός μου ἀκούσαντες, παρεγένοντο καὶ ἐβοήθησαν.
すなわち、私が彼に対する虚偽召喚の公訴の予備審問をすでに終え、法廷に入ろうとしていたとき、彼は私が夜遅くにペイライエウスから上ってくるのを採石場付近で待ち伏せし、拳で私を殴り、胴体を抱え込んで採石場の中に突き落とそうとしました。 もし、通りがかった人々が私の叫び声を聞いて駆けつけ、助けてくれなかったら、命を落としていたかもしれません。
ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον εἰσελθὼν εἰς τὸ δικαστήριον πρὸς ἡμέραν διαμεμετρημένην, καὶ ἐξελέγξας αὐτὸν τὰ ψευδῆ κεκλητευκότα καὶ τὰ ἄλλα ὅσα εἴρηκα ἠδικηκότα, εἷλον.
それから数日後、私は制限時間の割り当てられた法廷に入り、彼が虚偽の召喚を行ったこと、および私が述べた他のすべての不法行為を犯したことを立証し、勝訴しました。
§18καὶ ἐν τῇ τιμήσει βουλομένων τῶν δικαστῶν θανάτου τιμῆσαι αὐτῷ, ἐδεήθην ἐγὼ τῶν δικαστῶν μηδὲν διʼ ἐμοῦ τοιοῦτον πρᾶξαι, ἀλλὰ συνεχώρησα ὅσουπερ αὐτοὶ ἐτιμῶντο, ταλάντου, οὐχ ἵνα μὴ ἀποθάνῃ ὁ Ἀρεθούσιος (ἄξια γὰρ αὐτῷ θανάτου εἴργαστο εἰς ἐμέ), ἀλλʼ ἵνα ἐγὼ Πασίωνος ὢν καὶ κατὰ ψήφισμα πολίτης μηδένα Ἀθηναίων ἀπεκτονὼς εἴην.
そして、量刑の際、裁判員たちが彼を死刑に処そうとしたとき、私は裁判員たちに対し、私を理由としてそのような判決を下さないよう懇願し、彼らが自ら評価した一タラントスの罰金刑に同意しました。 それはアレトウシオスを死なせたくなかったからではなく(彼は私に対して死に値する行為をしたのですから)、パシオンの息子であり民会決議によって市民となった私自身が、アテナイ市民を一人も殺したことがない状態のままでいたかったからです。
ὡς δʼ ἀληθῆ εἴρηκα πρὸς ὑμᾶς, τούτων ὑμῖν πάντων τοὺς μάρτυρας παρέξομαι.
私が皆さんに真実を述べたことについて、これらすべてに関する証人たちを喚問いたします。
ΜΑΡΤΥΡΕΣ. §19ἃ μὲν τοίνυν ἀδικούμενος, ὦ ἄνδρες δικασταί, ὑπʼ αὐτῶν τὴν ἀπογραφὴν ἐποιησάμην, δεδήλωκα ὑμῖν·
[証人たち]裁判員の皆さん、このように彼らから不当な扱いを受けたために、私が没収財産目録を作成した理由については、すでに皆さんに説明いたしました。
ὡς δʼ ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα ταῦτα καὶ ὄντα ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἀπέγραψα, ἐπιδείξω ὑμῖν.
次に、これらの奴隷がアレトウシオスの所有物であり、彼の財産に属するものであるからこそ、私がこれを目録に登録したということを、皆さんに証明してみせましょう。
τὸν μὲν γὰρ Κέρδωνα ἐκ μικροῦ παιδαρίου ἐξεθρέψατο·
彼はケルドンを幼い子供の時から育てました。
καὶ ὡς ἦν Ἀρεθουσίου, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.
そして、ケルドンがアレトウシオスの所有物であったことを知っている証人たちを、皆さんの前に喚問いたします。
ΜΑΡΤΥΡΕΣ. §20παρʼ οἷς τοίνυν ἠργάσατο πώποτε, ὡς τοὺς μισθοὺς Ἀρεθούσιος ἐκομίζετο ὑπὲρ αὐτοῦ, καὶ δίκας ἐλάμβανε καὶ ἐδίδου, ὁπότε κακόν τι ἐργάσαιτο, ὡς δεσπότης ὤν, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.
[証人たち]さらに、ケルドンがかつて働いたことのある雇い主たちを喚問し、アレトウシオスが彼の主人として彼の賃金を受け取っていたこと、また、ケルドンが何か悪事を働いた際には、所有者として損害賠償を受け取ったり支払ったりしていたことを知っている証人たちを、皆さんの前に提示いたします。
ΜΑΡΤΥΡΕΣ.
τὸν δὲ Μάνην, δανείσας ἀργύριον Ἀρχεπόλιδι τῷ Πειραιεῖ, ἐπειδὴ οὐχ οἷός τʼ ἦν αὐτῷ ἀποδοῦναι ὁ Ἀρχέπολις οὔτε τὸν τόκον οὔτε τὸ ἀρχαῖον ἅπαν, ἐναπετίμησεν αὐτῷ.
[証人たち]また、奴隷マネスについては、アレトウシオスがペイライエウスのアルケポリスに金を貸した際、アルケポリスが利子も元本もすべて返済することができなくなったため、その代物弁済として、アルケポリスが彼にマネスを譲渡したのです。
καὶ ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
私が真実を述べていることについて、これらに関する証人たちを喚問いたします。
ΜΑΡΤΥΡΕΣ.
[証人たち]