§14πρῶτον μὲν οὖν ἐπιβουλεύει μοι μετὰ τῶν ἀντιδίκων, καὶ πίστιν αὐτοῖς δίδωσιν· ἔπειτʼ ἀγώνων μοι συνεστηκότων πρὸς αὐτούς, τούς τε λόγους ἐκφέρει μου εἰδώς, καὶ ἐγγράφει τῷ δημοσίῳ ἀπρόσκλητον ἐξ ἐμφανῶν καταστάσεως ἐπιβολὴν ἑξακοσίας καὶ δέκα δραχμάς, διὰ Λυκίδου τοῦ μυλωθροῦ ποιησάμενος τὴν δίκην.
首先,他与我的诉讼对手勾结图谋加害于我,并向他们效忠;接着,在我和他们进行诉讼期间,他明知我的辩词却将其泄露,并且通过磨坊主吕基达斯提起诉讼,以未申报财产为由,在未予传唤的情况下,将对我课处的一笔六百一十德拉克马的罚金登记在公共债务账簿上。
κλητῆρα δὲ κατʼ ἐμοῦ τόν τε ἀδελφὸν τὸν αὑτοῦ τὸν Ἀρεθούσιον τοῦτον ἐπιγράφεται, οὗπέρ ἐστιν τὰ ἀνδράποδα ταῦτα, καὶ ἄλλον τινά· καὶ παρεσκευάζοντο, εἰ ἀνακρινοίμην κατὰ τῶν οἰκείων τῶν ἀδικούντων με τὰς δίκας ἃς εἰλήχειν αὐτοῖς, ἐνδεικνύναι με ὡς ὀφείλοντα τῷ δημοσίῳ καὶ ἐμβάλλειν εἰς τὸ δεσμωτήριον.
他还登记了他的兄弟阿雷图西奥斯(即这些奴隶的所有者)和另外一个人,作为对我进行传唤的见证人;他们还准备好,如果我为了起诉伤害我的他们的亲戚而参加预审,就以国库债务人的身份指控我,并将我关进监狱。
§15ἔτι δὲ πρὸς τούτοις ὁ ἀπρόσκλητόν μου ἑξακοσίων καὶ δέκα δραχμῶν δίκην καταδικασάμενος καὶ ψευδεῖς κλητῆρας ἐπιγραψάμενος, εἰσελθὼν εἰς τὴν οἰκίαν βίᾳ τὰ σκεύη πάντα ἐξεφόρησεν, πλέον ἢ εἴκοσι μνῶν ἄξια, καὶ οὐδʼ ὁτιοῦν κατέλιπεν.
此外,那个在没有传唤的情况下获得对我课处六百一十德拉克马判决、并登记了虚假传唤见证人的人,强行闯入我的住宅,搬走了价值二十多弥那的所有器物,什么也没有留下。
ὅτε δὲ τιμωρεῖσθαι ᾤμην δεῖν, καὶ ἐκτείσας τῷ δημοσίῳ τὸ ὄφλημα, ἐπειδὴ ἐπυθόμην τὴν ἐπιβουλήν, ἐβάδιζον ἐπὶ τὸν κλητῆρα τὸν ὁμολογοῦντα κεκλητευκέναι, τὸν Ἀρεθούσιον, τῆς ψευδοκλητείας κατὰ τὸν νόμον, ἐλθὼν εἰς τὸ χωρίον τῆς νυκτός, ὅσα ἐνῆν φυτὰ ἀκροδρύων γενναῖα ἐμβεβλημένα καὶ τὰς ἀναδενδράδας ἐξέκοψε, καὶ φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν, οὕτως δεινῶς ὡς οὐδʼ ἂν οἱ πολέμιοι διαθεῖεν.
当我认为应当予以惩罚,并在得知他们的阴谋后向国库偿还了债务、开始依法对承认进行过传唤的见证人阿雷图西奥斯提起虚假传唤诉讼时,他在夜间闯入我的田地,砍光了那里种植的所有优良果树和攀缘藤,折断了成行种植的橄榄幼苗,其手段之残忍,连敌人也不至于如此。
§16πρὸς δὲ τούτοις μεθʼ ἡμέραν παιδάριον ἀστὸν εἰσπέμψαντες διὰ τὸ γείτονες εἶναι καὶ ὅμορον τὸ χωρίον, ἐκέλευον τὴν ῥοδωνιὰν βλαστάνουσαν ἐκτίλλειν, ἵνα, εἰ καταλαβὼν αὐτὸν ἐγὼ δήσαιμι ἢ κατάξαιμι ὡς δοῦλον ὄντα, γραφήν με γράψαιντο ὕβρεως.
此外,由于是邻居且土地相连,他们在白天派进一个市民身份的孩子,命他拔掉正在发芽的玫瑰花丛,以便如果我抓住他,误以为他是奴隶而将其捆绑或殴打,他们就可以对我提起侮辱罪公诉。
ὡς δὲ τούτου διήμαρτον, καὶ ἐγὼ μάρτυρας μὲν ὧν ἔπασχον ἐποιούμην, αὐτὸς δὲ οὐδὲν ἐξημάρτανον εἰς αὐτούς, ἐνταῦθα ἤδη μοι ἐπιβουλεύουσι τὴν μεγίστην ἐπιβουλήν· §17ἀνακεκριμένου γὰρ ἤδη μου κατʼ αὐτοῦ τὴν τῆς ψευδοκλητείας γραφὴν καὶ μέλλοντος εἰσιέναι εἰς τὸ δικαστήριον, τηρήσας με ἀνιόντα ἐκ Πειραιῶς ὀψὲ περὶ τὰς λιθοτομίας παίει τε πὺξ καὶ ἁρπάζει μέσον καὶ ἐώθει με εἰς τὰς λιθοτομίας, εἰ μή τινες προσιόντες, βοῶντός μου ἀκούσαντες, παρεγένοντο καὶ ἐβοήθησαν.
但当这一企图失败,而我只是为自己所受的伤害保留证人,自身对他们未犯下任何不法行为时,他们便开始对我策划最大的阴谋:也就是说,在我已经完成了对他提起虚假传唤公诉的预审,正准备进入法庭时,他趁着我傍晚从培拉亚斯上行,在采石场附近设伏,用拳头打我,搂住我的腰,要把我推下采石场;要不是有一些走过的人听到我的呼救,赶来并救了我,后果不堪设想。
ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον εἰσελθὼν εἰς τὸ δικαστήριον πρὸς ἡμέραν διαμεμετρημένην, καὶ ἐξελέγξας αὐτὸν τὰ ψευδῆ κεκλητευκότα καὶ τὰ ἄλλα ὅσα εἴρηκα ἠδικηκότα, εἷλον.
几天后,我进入了限定时间的法庭,证实了他进行虚假传唤以及犯下我所说的所有其他不法行为,并赢得了诉讼。
§18καὶ ἐν τῇ τιμήσει βουλομένων τῶν δικαστῶν θανάτου τιμῆσαι αὐτῷ, ἐδεήθην ἐγὼ τῶν δικαστῶν μηδὲν διʼ ἐμοῦ τοιοῦτον πρᾶξαι, ἀλλὰ συνεχώρησα ὅσουπερ αὐτοὶ ἐτιμῶντο, ταλάντου, οὐχ ἵνα μὴ ἀποθάνῃ ὁ Ἀρεθούσιος (ἄξια γὰρ αὐτῷ θανάτου εἴργαστο εἰς ἐμέ), ἀλλʼ ἵνα ἐγὼ Πασίωνος ὢν καὶ κατὰ ψήφισμα πολίτης μηδένα Ἀθηναίων ἀπεκτονὼς εἴην.
在量刑时,尽管裁判官们想判处他死刑,我却哀求裁判官们不要因我的缘故做出这种判决,而是同意了他们自己评估的一塔兰特的罚金刑;这并非是为了让阿雷图西奥斯免于一死(因为他对我的所作所为死有余辜),而是因为作为帕西翁之子、通过公民大会决议获得公民身份的我,不想导致任何雅典人死亡。
ὡς δʼ ἀληθῆ εἴρηκα πρὸς ὑμᾶς, τούτων ὑμῖν πάντων τοὺς μάρτυρας παρέξομαι.
为了证明我对你们说的是真话,我将向你们提供所有这些事实的证人。
ΜΑΡΤΥΡΕΣ. §19ἃ μὲν τοίνυν ἀδικούμενος, ὦ ἄνδρες δικασταί, ὑπʼ αὐτῶν τὴν ἀπογραφὴν ἐποιησάμην, δεδήλωκα ὑμῖν· ὡς δʼ ἔστιν Ἀρεθουσίου τὰ ἀνδράποδα ταῦτα καὶ ὄντα ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἀπέγραψα, ἐπιδείξω ὑμῖν.
[证人]裁判官们,因为受到他们这样的侵害,我才对(他们的财产)进行了没收财产登记,这一点我已经向你们说清楚了;接下来,我将向你们证明,这些奴隶属于阿雷图西奥斯,且正因为它们属于他的财产,我才将其登记。
τὸν μὲν γὰρ Κέρδωνα ἐκ μικροῦ παιδαρίου ἐξεθρέψατο· καὶ ὡς ἦν Ἀρεθουσίου, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.
因为他从小抚养了克尔冬;为了证明他属于阿雷图西奥斯,我将向你们提供知晓这些情况的证人。
ΜΑΡΤΥΡΕΣ. §20παρʼ οἷς τοίνυν ἠργάσατο πώποτε, ὡς τοὺς μισθοὺς Ἀρεθούσιος ἐκομίζετο ὑπὲρ αὐτοῦ, καὶ δίκας ἐλάμβανε καὶ ἐδίδου, ὁπότε κακόν τι ἐργάσαιτο, ὡς δεσπότης ὤν, τούτων ὑμῖν τοὺς εἰδότας μάρτυρας παρέξομαι.
[证人]此外,我将向你们提供知情证人,证实克尔冬曾在哪些人那里干过活,而阿雷图西奥斯作为主人,代其收取工钱,并且在克尔冬犯下任何错事时,作为主人索取或支付赔偿。
ΜΑΡΤΥΡΕΣ.
τὸν δὲ Μάνην, δανείσας ἀργύριον Ἀρχεπόλιδι τῷ Πειραιεῖ, ἐπειδὴ οὐχ οἷός τʼ ἦν αὐτῷ ἀποδοῦναι ὁ Ἀρχέπολις οὔτε τὸν τόκον οὔτε τὸ ἀρχαῖον ἅπαν, ἐναπετίμησεν αὐτῷ.
[证人]至于马内斯,阿雷图西奥斯向培拉亚斯的阿耳刻波利斯放债,当阿耳刻波利斯无力偿还利息和全部本金时,便将马内斯折价抵债给了他。
καὶ ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
为了证明我所说的是真话,我将向你们提供这些事实的证人。
ΜΑΡΤΥΡΕΣ.
[证人]