§8ὅτι μὲν ἀληθῆ ἅπαντα εἶπον πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀκηκόατε.
裁判員諸官よ、私があなたがたに語ったことがすべて真実であることは、証言からお聞きになった通りです。
προσελθὼν δὲ συχνῷ χρόνῳ ὕστερον πρὸς τὸν πατέρα Κάλλιππος οὑτοσὶ ἐν ἄστει, ἤρετο αὐτὸν εἰ ἤδη ἐπιδεδημηκὼς εἴη ὁ Κηφισιάδης, ὅτῳ γεγραμμένον εἴη ἀποδοῦναι τὸ ἀργύριον τὸ ὑπὸ τοῦ Λύκωνος τοῦ Ἡρακλεώτου καταλειφθέν.
その後かなり経ってから、こちらのカッリッポスは市内で父のもとにやって来て、ヘラクレアのリュコンが残した金を支払うよう書かれていた人物であるケピシアデスが、すでに帰国しているかどうかを父に尋ねました。
ἀποκριναμένου δὲ τοῦ πατρὸς ὅτι οἴοιτο μέν, εἰ μέντοι βούλοιτο εἰς Πειραιᾶ καταβῆναι, τὴν ἀκρίβειαν εἴσοιτο,
οἶσθά τοι
ἔφη,
ὅ τι ἔστιν, ὦ Πασίων, ὅ σε ἐρωτῶ
;
父が、自分はそう思うが、もしピレウスに下って行くなら、正確なことがわかるだろう、と答えたところ、彼は「パシオン、私があなたに尋ねていることが何であるか、実のところ知っているかね」と言いました。
§9(καὶ μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα, οὐ ψεύσομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἃ τοῦ πατρὸς ἤκουον, διηγήσομαι ὑμῖν.
(そしてゼウス、アポロン、デメテルにかけて、裁判員諸官よ、私はあなたがたに偽りを述べるつもりはありません。 ただ父から聞いたことをあなたがたに説明いたしましょう。
)
ἔξεστί σοι
ἔφη
ἐμέ τε εὖ ποιῆσαι καὶ αὐτὸν μηδὲν βλαβῆναι.
)彼は言いました。 「あなたは私に親切にし、しかもあなた自身は何も損をしないことができます。
προξενῶν μὲν γὰρ τυγχάνω τῶν Ἡρακλεωτῶν, βούλοιο δʼ ἄν, ὡς οἶμαι ἐγώ, ἐμὲ μᾶλλον τὸ ἀργύριον λαβεῖν ἢ τὸν μέτοικον ἄνθρωπον καὶ ἐν Σκίρῳ κατοικοῦντα καὶ οὐδενὸς ἄξιον.
というのも、私はヘラクレア人のプロクセノスを務めておりますが、私が思うに、あなたとしても、スキロンに住んでいる、取るに足らないあの在留外人よりも、私にその金を受け取らせたいとお望みでしょう。
συμβέβηκεν δὲ τοιοῦτόν τι·
実は、このような事情があるのです。
ὁ Λύκων τυγχάνει ὢν καὶ ἄπαις καὶ κληρονόμον οὐδένα οἴκοι καταλιπών, ὡς ἐγὼ πυνθάνομαι.
私の得た情報によれば、リュコンは子供もなく、本国に相続人を誰も残さずに亡くなったのです。
§10πρὸς δὲ τούτῳ, ἐπειδὴ εἰς Ἄργος κατήχθη τετρωμένος, τῷ προξένῳ τῶν Ἡρακλεωτῶν τῷ Ἀργείῳ Στραμμένῳ τὰ χρήματα δέδωκεν ἃ κατήχθη μετʼ αὐτοῦ.
さらに、彼は傷を負ってアルゴスに連行された際、彼とともに連行された財産を、アルゴスのヘラクレア人プロクセノスであるストラッメノスに与えました。
οἷος οὖν εἰμι καὶ ἐγὼ τὰ ἐνθάδε αὐτὸς ἀξιοῦν λαμβάνειν·
ですから、私もここの金を自分で受け取るよう要求する資格があります。
ἡγοῦμαι γὰρ δίκαιος εἶναι ἔχειν.
それを手にする権利が私にはあると考えるからです。
σὺ οὖν, εἰ ἄρα μὴ ἀπείληφεν, λέγε ὅτι ἐγὼ ἀμφισβητῶ, ἂν ἄρα ἔλθῃ ὁ Κηφισιάδης.
そこで、もし彼がまだ受け取っていないのであれば、もしケピシアデスが来たら、私が異議を唱えていると彼に言ってください。
εἰ δʼ ἄρα ἀπείληφεν, λέγε ὅτι ἐγὼ μάρτυρας ἔχων ἠξίουν ἐμφανῆ καταστῆσαι τὰ χρήματα ἢ τὸν κεκομισμένον, καὶ εἴ τίς με βούλεται ἀφελέσθαι, πρόξενον ὄντα ἀφαιρεθῆναι.
しかし、もしすでに受け取ってしまっているなら、私が証人を連れて、その金か、あるいはそれを受け取った者を公の場に引き出すよう要求していたこと、そして、もし誰かが私から奪おうとするなら、プロクセノスである私から奪うことになるのだ、と言ってください。
§11ἐπειδὴ δὲ αὐτῷ εἴρητο,
ἐγώ
, ἔφη ὁ πατήρ,
ὦ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι.
」彼がこう言い終えると、父は言いました。 「カッリッポスよ、私はあなたに便宜を図りたいと思っている(そうでなければ正気ではないだろう)。 しかしそれは、私自身が悪人と思われず、この件で何の損失も被らないような方法でなければならない。
εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει·
したがって、私がアルケビアデスやアリストノウス、さらにはケピシアデス自身にそのことを話すのは一向に構わない。
ἐὰν μέντοι μὴ ʼθέλωσι ταῦτα ποιεῖν εἰπόντος ἐμοῦ, αὐτὸς ἤδη διαλέγου αὐτοῖς.
しかし、私が話しても彼らがそうすることを望まないならば、あとはあなた自身が彼らと話し合ってくれ。
ἀμέλει,
ἔφη οὗτος,
ὦ Πασίων, ἐὰν βούλῃ σύ, ἀναγκάσεις αὐτοὺς ταῦτα ποιῆσαι.
」すると彼は言いました。 「お気になさるな、パシオン。 もしあなたがお望みなら、彼らにそうさせることができるはずだ。
§12ἃ μὲν διελέχθη, ὦ ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτʼ ἔστιν, ἐξ ὧν κατὰ μικρὸν ἡ δίκη αὕτη πέπλασται·
」裁判員諸官よ、こちらが父と交わし、また父が、この男に懇願され彼に便宜を図るためにアルケビアデスやケピシアデスと交わした対話は、まさにこれらのことであり、これらに基づいて、この訴訟が徐々に捏造されたのです。
ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν.
これについて私は、私が父から聞いた通りであるという、最大の保証を彼に与える用意がありました。
§13οὗτος δὲ ὁ ἀξιῶν ὑφʼ ὑμῶν πιστεύεσθαι ὡς ἀληθῆ λέγων, τρία ἔτη διαλιπὼν ἐπειδὴ τὸ πρῶτον διαλεχθέντος τοῦ πατρὸς τῷ Ἀρχεβιάδῃ καὶ τοῖς ἄλλοις τοῖς Κηφισιάδου ἐπιτηδείοις οὐκ ἔφασαν Καλλίππῳ προσέχειν τὸν νοῦν οὐδὲ οἷς λέγει,
自分は真実を述べているとして、あなたがたに信用されることを要求しているこの男は、父が最初にアルケビアデスや他のケピシアデスの友人たちと話し合ったときに、彼らがカッリッポスにも彼の言うことにも耳を貸さないと言ってから、3年の年月を置いて、父がすでに体が弱り、やっとのことで市内に上って来る状態で、視力さえも衰えているのに気づくと、父に対して訴えを起こしました。
§14ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δίʼ οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, ὃ κατέλιπε Λύκων ὁ Ἡρακλεώτης παρʼ αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν.
それは、ゼウスに誓って、今のような金銭の返還請求ではなく、損害賠償であり、ヘラクレアのリュコンが父のもとに残した金を、自分の同意なしには支払わないと約束しておきながら、ケピシアデスに支払って自分に損害を与えた、と言い立てるものでした。
λαχὼν δὲ παρὰ μὲν τοῦ διαιτητοῦ ἀνείλετο τὸ γραμματεῖον, προὐκαλέσατο δʼ αὐτὸν ἐπιτρέψαι Λυσιθείδῃ, αὑτοῦ μὲν καὶ Ἰσοκράτους καὶ Ἀφαρέως ἑταίρῳ, γνωρίμῳ δὲ τοῦ πατρός.
そして訴えを起こしたものの、仲裁人のもとから訴状を取り下げ、父に対し、彼自身やイソクラテス、アファレウスの友人で、父の知人でもあるリュシテイデスに委ねるよう提案しました。
§15ἐπιτρέψαντος δὲ τοῦ πατρός, ὃν μὲν χρόνον ἔζη ὁ πατήρ, ὅμως καίπερ οἰκείως ἔχων τούτοις ὁ Λυσιθείδης οὐκ ἐτόλμα οὐδὲν εἰς ἡμᾶς ἐξαμαρτάνειν.
父がそれを承諾したところ、父が生きている間は、リュシテイデスは彼らと親しい間柄であったにもかかわらず、私たちに対して不当な決定を下すようなことはあえてしませんでした。
καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς ὁ μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, ὁ δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς ὁ Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετʼ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι, αὐτοῦ γε ἑαυτῷ μὴ ʼθέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός.
それにもかかわらず、こちらの男の身内の者たちにはきわめて破廉恥な人々がいて、カッリッポスが父に宣誓の機会を与えたが、父はリュシテイデスの前で宣誓することを拒んだ、とあえて証言し、あなたがたを説得できると思い込んでいます。 しかし、カッリッポスの親戚であり、その仲裁を預かっていたリュシテイデスが、父自身が自分自身にとっての裁判官になることを拒んだというのに、父に不利な裁定を直ちに下すのを思いとどまったなどということが、どうしてあり得たでしょうか。