← デモステネス

第五十二弁論 カリッポスへの抗弁

§8-15

カリッポスの妨害工作とパシオンへの不当な訴訟

原告は、カッリッポスが自身の父パシオンに対してケピシアデスへの支払いを阻止しようと企てた経緯と、パシオンの衰弱を待ってから私的仲裁を利用した不当な訴訟を起こした経緯を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

ὅτι μὲν ἀληθῆ ἅπαντα εἶπον πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀκηκόατε. προσελθὼν δὲ συχνῷ χρόνῳ ὕστερον πρὸς τὸν πατέρα Κάλλιππος οὑτοσὶ ἐν ἄστει, ἤρετο αὐτὸν εἰ ἤδη ἐπιδεδημηκὼς εἴη ὁ Κηφισιάδης, ὅτῳ γεγραμμένον εἴη ἀποδοῦναι τὸ ἀργύριον τὸ ὑπὸ τοῦ Λύκωνος τοῦ Ἡρακλεώτου καταλειφθέν. ἀποκριναμένου δὲ τοῦ πατρὸς ὅτι οἴοιτο μέν, εἰ μέντοι βούλοιτο εἰς Πειραιᾶ καταβῆναι, τὴν ἀκρίβειαν εἴσοιτο, οἶσθά τοι ἔφη, ὅ τι ἔστιν, ὦ Πασίων, ὅ σε ἐρωτῶ;

裁判員諸官よ、私があなたがたに語ったことがすべて真実であることは、証言からお聞きになった通りです。その後かなり経ってから、こちらのカッリッポスは市内で父のもとにやって来て、ヘラクレアのリュコンが残した金を支払うよう書かれていた人物であるケピシアデスが、すでに帰国しているかどうかを父に尋ねました。父が、自分はそう思うが、もしピレウスに下って行くなら、正確なことがわかるだろう、と答えたところ、彼は「パシオン、私があなたに尋ねていることが何であるか、実のところ知っているかね」と言いました。

§9

(καὶ μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα, οὐ ψεύσομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἃ τοῦ πατρὸς ἤκουον, διηγήσομαι ὑμῖν.) ἔξεστί σοι ἔφη ἐμέ τε εὖ ποιῆσαι καὶ αὐτὸν μηδὲν βλαβῆναι. προξενῶν μὲν γὰρ τυγχάνω τῶν Ἡρακλεωτῶν, βούλοιο δʼ ἄν, ὡς οἶμαι ἐγώ, ἐμὲ μᾶλλον τὸ ἀργύριον λαβεῖν ἢ τὸν μέτοικον ἄνθρωπον καὶ ἐν Σκίρῳ κατοικοῦντα καὶ οὐδενὸς ἄξιον. συμβέβηκεν δὲ τοιοῦτόν τι· ὁ Λύκων τυγχάνει ὢν καὶ ἄπαις καὶ κληρονόμον οὐδένα οἴκοι καταλιπών, ὡς ἐγὼ πυνθάνομαι.

(そしてゼウス、アポロン、デメテルにかけて、裁判員諸官よ、私はあなたがたに偽りを述べるつもりはありません。ただ父から聞いたことをあなたがたに説明いたしましょう。)彼は言いました。「あなたは私に親切にし、しかもあなた自身は何も損をしないことができます。というのも、私はヘラクレア人のプロクセノスを務めておりますが、私が思うに、あなたとしても、スキロンに住んでいる、取るに足らないあの在留外人よりも、私にその金を受け取らせたいとお望みでしょう。実は、このような事情があるのです。私の得た情報によれば、リュコンは子供もなく、本国に相続人を誰も残さずに亡くなったのです。

§10

πρὸς δὲ τούτῳ, ἐπειδὴ εἰς Ἄργος κατήχθη τετρωμένος, τῷ προξένῳ τῶν Ἡρακλεωτῶν τῷ Ἀργείῳ Στραμμένῳ τὰ χρήματα δέδωκεν ἃ κατήχθη μετʼ αὐτοῦ. οἷος οὖν εἰμι καὶ ἐγὼ τὰ ἐνθάδε αὐτὸς ἀξιοῦν1 λαμβάνειν· ἡγοῦμαι γὰρ δίκαιος εἶναι ἔχειν. σὺ οὖν, εἰ ἄρα μὴ ἀπείληφεν, λέγε ὅτι ἐγὼ ἀμφισβητῶ, ἂν ἄρα ἔλθῃ ὁ Κηφισιάδης. εἰ δʼ ἄρα ἀπείληφεν, λέγε ὅτι ἐγὼ μάρτυρας ἔχων ἠξίουν ἐμφανῆ καταστῆσαι τὰ χρήματα ἢ τὸν κεκομισμένον, καὶ εἴ τίς με βούλεται ἀφελέσθαι, πρόξενον ὄντα ἀφαιρεθῆναι.

さらに、彼は傷を負ってアルゴスに連行された際、彼とともに連行された財産を、アルゴスのヘラクレア人プロクセノスであるストラッメノスに与えました。ですから、私もここの金を自分で受け取るよう要求する資格があります。それを手にする権利が私にはあると考えるからです。そこで、もし彼がまだ受け取っていないのであれば、もしケピシアデスが来たら、私が異議を唱えていると彼に言ってください。しかし、もしすでに受け取ってしまっているなら、私が証人を連れて、その金か、あるいはそれを受け取った者を公の場に引き出すよう要求していたこと、そして、もし誰かが私から奪おうとするなら、プロクセノスである私から奪うことになるのだ、と言ってください。」

§11

ἐπειδὴ δὲ αὐτῷ εἴρητο, ἐγώ, ἔφη ὁ πατήρ, ὦ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι. εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει· ἐὰν μέντοι μὴ ʼθέλωσι ταῦτα ποιεῖν εἰπόντος ἐμοῦ, αὐτὸς ἤδη διαλέγου αὐτοῖς. ἀμέλει, ἔφη οὗτος, ὦ Πασίων, ἐὰν βούλῃ σύ, ἀναγκάσεις αὐτοὺς ταῦτα ποιῆσαι.

彼がこう言い終えると、父は言いました。「カッリッポスよ、私はあなたに便宜を図りたいと思っている(そうでなければ正気ではないだろう)。しかしそれは、私自身が悪人と思われず、この件で何の損失も被らないような方法でなければならない。したがって、私がアルケビアデスやアリストノウス、さらにはケピシアデス自身にそのことを話すのは一向に構わない。しかし、私が話しても彼らがそうすることを望まないならば、あとはあなた自身が彼らと話し合ってくれ。」すると彼は言いました。「お気になさるな、パシオン。もしあなたがお望みなら、彼らにそうさせることができるはずだ。」

§12

ἃ μὲν διελέχθη, ὦ ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτʼ ἔστιν, ἐξ ὧν κατὰ μικρὸν ἡ δίκη αὕτη πέπλασται· ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν.2

裁判員諸官よ、こちらが父と交わし、また父が、この男に懇願され彼に便宜を図るためにアルケビアデスやケピシアデスと交わした対話は、まさにこれらのことであり、これらに基づいて、この訴訟が徐々に捏造されたのです。これについて私は、私が父から聞いた通りであるという、最大の保証を彼に与える用意がありました。

§13

οὗτος δὲ ὁ ἀξιῶν ὑφʼ ὑμῶν πιστεύεσθαι ὡς ἀληθῆ λέγων, τρία ἔτη διαλιπὼν ἐπειδὴ τὸ πρῶτον διαλεχθέντος τοῦ πατρὸς τῷ Ἀρχεβιάδῃ καὶ τοῖς ἄλλοις τοῖς Κηφισιάδου ἐπιτηδείοις οὐκ ἔφασαν Καλλίππῳ προσέχειν τὸν νοῦν οὐδὲ οἷς λέγει, ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δίʼ οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, ὃ κατέλιπε Λύκων ὁ Ἡρακλεώτης παρʼ αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν. λαχὼν δὲ παρὰ μὲν τοῦ διαιτητοῦ ἀνείλετο τὸ γραμματεῖον, προὐκαλέσατο δʼ αὐτὸν ἐπιτρέψαι Λυσιθείδῃ, αὑτοῦ μὲν καὶ Ἰσοκράτους καὶ Ἀφαρέως ἑταίρῳ, γνωρίμῳ δὲ τοῦ πατρός.

自分は真実を述べているとして、あなたがたに信用されることを要求しているこの男は、父が最初にアルケビアデスや他のケピシアデスの友人たちと話し合ったときに、彼らがカッリッポスにも彼の言うことにも耳を貸さないと言ってから、3年の年月を置いて、父がすでに体が弱り、やっとのことで市内に上って来る状態で、視力さえも衰えているのに気づくと、父に対して訴えを起こしました。それは、ゼウスに誓って、今のような金銭の返還請求ではなく、損害賠償であり、ヘラクレアのリュコンが父のもとに残した金を、自分の同意なしには支払わないと約束しておきながら、ケピシアデスに支払って自分に損害を与えた、と言い立てるものでした。そして訴えを起こしたものの、仲裁人のもとから訴状を取り下げ、父に対し、彼自身やイソクラテス、アファレウスの友人で、父の知人でもあるリュシテイデスに委ねるよう提案しました。

§15

ἐπιτρέψαντος δὲ τοῦ πατρός, ὃν μὲν χρόνον ἔζη ὁ πατήρ, ὅμως καίπερ οἰκείως ἔχων τούτοις ὁ Λυσιθείδης οὐκ ἐτόλμα οὐδὲν εἰς ἡμᾶς ἐξαμαρτάνειν. καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς ὁ μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, ὁ δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς ὁ Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετʼ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι,3 αὐτοῦ γε ἑαυτῷ μὴ ʼθέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός.

父がそれを承諾したところ、父が生きている間は、リュシテイデスは彼らと親しい間柄であったにもかかわらず、私たちに対して不当な決定を下すようなことはあえてしませんでした。それにもかかわらず、こちらの男の身内の者たちにはきわめて破廉恥な人々がいて、カッリッポスが父に宣誓の機会を与えたが、父はリュシテイデスの前で宣誓することを拒んだ、とあえて証言しました。そして彼らは、カッリッポスの身内でありその仲裁を預かっていたリュシテイデスが、父自身が自分自身にとっての裁判官になることを拒んだというのに、父に不利な裁定を直ちに下すのを思いとどまっただろうと、あなたがたを説得できると思い込んでいるのです。

構文注3 件
  1. 10οἷος οὖν εἰμι καὶ ἐγὼ ... ἀξιούν

    「οἷος εἰμί + 不定詞(ここでは動詞 ἀξιόω の現在能動態不定詞 ἀξιοῦν)」は、「〜する資格がある、〜するにふさわしい」という慣用表現。カッリッポスがプロクセノスの立場に基づき、他人の預金を受け取る正当な権利があると自ら主張している文脈を示す。

  2. 12ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν

    関係代名詞 ὧν は先行詞を内包し、前節の対話の内容全体(中性複数)を指す属格。文末の ἦ μὴν... ἀκούειν(私が確かに父から聞いたということ)は主格不定詞句で、直前の ταύτην ἥτις εἴη μεγίστη πίστις(最大の保証)と同格の関係にあり、宣誓(厳粛な誓い)の具体的な中身を表している。

  3. 15ἀπέσχετʼ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι

    ἀπέσχετο ἄν は過去の事実に反する帰結(「(もし〜であったなら)思いとどまったであろう」)を表す。拒絶や回避を表す動詞(ἀπέχομαι)が、反実仮想や反語によって否定的な意味を帯びる場合、それに続く不定詞に μὴ οὐκ が添えられ、「〜することを思いとどまらなかったであろう(=直ちに判決を下したであろう)」という強い肯定の意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0014.tlg052.humanitext-grc2:8-15