§8ὅτι μὲν ἀληθῆ ἅπαντα εἶπον πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀκηκόατε.
诸位法官,我已经向你们说明了全部真相,这已从证词中听到了。
προσελθὼν δὲ συχνῷ χρόνῳ ὕστερον πρὸς τὸν πατέρα Κάλλιππος οὑτοσὶ ἐν ἄστει, ἤρετο αὐτὸν εἰ ἤδη ἐπιδεδημηκὼς εἴη ὁ Κηφισιάδης, ὅτῳ γεγραμμένον εἴη ἀποδοῦναι τὸ ἀργύριον τὸ ὑπὸ τοῦ Λύκωνος τοῦ Ἡρακλεώτου καταλειφθέν.
很久以后,这位卡里普斯在城里来到我父亲面前,询问他,赫拉克利亚的吕孔所留下资金的登记收款人凯菲西亚德斯是否已经回国。
ἀποκριναμένου δὲ τοῦ πατρὸς ὅτι οἴοιτο μέν, εἰ μέντοι βούλοιτο εἰς Πειραιᾶ καταβῆναι, τὴν ἀκρίβειαν εἴσοιτο,
οἶσθά τοι
ἔφη,
ὅ τι ἔστιν, ὦ Πασίων, ὅ σε ἐρωτῶ
;
我父亲回答说,他认为已经回国,但如果他愿意下到皮埃纽斯,就会知道确切的情况。 卡里普斯便说:“帕西翁,你真的知道我向你询问的是什么吗?
§9(καὶ μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα, οὐ ψεύσομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἃ τοῦ πατρὸς ἤκουον, διηγήσομαι ὑμῖν.
” (以宙斯、阿波罗和德墨忒尔起誓,诸位法官,我绝不会对你们撒谎,而只会向你们叙述我从父亲那里听到的事情。
)
ἔξεστί σοι
ἔφη
ἐμέ τε εὖ ποιῆσαι καὶ αὐτὸν μηδὲν βλαβῆναι.
)他说:“你既可以施恩于我,而你自己又毫无损失。
προξενῶν μὲν γὰρ τυγχάνω τῶν Ἡρακλεωτῶν, βούλοιο δʼ ἄν, ὡς οἶμαι ἐγώ, ἐμὲ μᾶλλον τὸ ἀργύριον λαβεῖν ἢ τὸν μέτοικον ἄνθρωπον καὶ ἐν Σκίρῳ κατοικοῦντα καὶ οὐδενὸς ἄξιον.
因为我恰好是赫拉克利亚人的领事,而我想,你也会更希望由我来拿走这笔钱,而不是那个住在斯基隆、毫无价值的在留外人。
συμβέβηκεν δὲ τοιοῦτόν τι· ὁ Λύκων τυγχάνει ὢν καὶ ἄπαις καὶ κληρονόμον οὐδένα οἴκοι καταλιπών, ὡς ἐγὼ πυνθάνομαι.
事情是这样的:据我所知,吕孔既无子嗣,在母国也未留下任何继承人。
§10πρὸς δὲ τούτῳ, ἐπειδὴ εἰς Ἄργος κατήχθη τετρωμένος, τῷ προξένῳ τῶν Ἡρακλεωτῶν τῷ Ἀργείῳ Στραμμένῳ τὰ χρήματα δέδωκεν ἃ κατήχθη μετʼ αὐτοῦ.
此外,当他受伤被送往阿哥斯时,他将随身带去的资金交给了阿哥斯的赫拉克利亚人领事斯特拉梅诺斯。
οἷος οὖν εἰμι καὶ ἐγὼ τὰ ἐνθάδε αὐτὸς ἀξιοῦν λαμβάνειν· ἡγοῦμαι γὰρ δίκαιος εἶναι ἔχειν.
因此,我也有资格亲自要求索取这里的资金,因为我认为由我拥有它是合乎正义的。
σὺ οὖν, εἰ ἄρα μὴ ἀπείληφεν, λέγε ὅτι ἐγὼ ἀμφισβητῶ, ἂν ἄρα ἔλθῃ ὁ Κηφισιάδης.
所以,如果他还没有领取,一旦凯菲西亚德斯来,请告诉他我对此持有异议。
εἰ δʼ ἄρα ἀπείληφεν, λέγε ὅτι ἐγὼ μάρτυρας ἔχων ἠξίουν ἐμφανῆ καταστῆσαι τὰ χρήματα ἢ τὸν κεκομισμένον, καὶ εἴ τίς με βούλεται ἀφελέσθαι, πρόξενον ὄντα ἀφαιρεθῆναι.
但如果他已经领取了,就请说我曾在证人在场的情况下,要求公开出示这笔资金或收款人,并且如果有人想剥夺我的这一权利,那被剥夺的就是身为领斯的我。
§11ἐπειδὴ δὲ αὐτῷ εἴρητο,
ἐγώ
, ἔφη ὁ πατήρ,
ὦ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι.
” 当他说完这些,我父亲说:“卡里普斯,我确实想帮你这个忙(否则我就真的是疯了),但必须在我不被显得虚伪且在此事中不蒙受任何损失的前提下。
εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει· ἐὰν μέντοι μὴ ʼθέλωσι ταῦτα ποιεῖν εἰπόντος ἐμοῦ, αὐτὸς ἤδη διαλέγου αὐτοῖς.
因此,我向阿尔克比亚德斯、阿里斯托诺斯以及凯菲西亚德斯本人转达这些话并无不可;但如果在我说了之后他们不愿照办,那你自己去和他们商谈吧。
ἀμέλει,
ἔφη οὗτος,
ὦ Πασίων, ἐὰν βούλῃ σύ, ἀναγκάσεις αὐτοὺς ταῦτα ποιῆσαι.
”此人说:“不用担心,帕西翁,只要你愿意,你就能强迫他们这样做。
§12ἃ μὲν διελέχθη, ὦ ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτʼ ἔστιν, ἐξ ὧν κατὰ μικρὸν ἡ δίκη αὕτη πέπλασται·
” 诸位法官,这些就是此人与我父亲之间的谈话,以及我父亲在此人的请求下为了迎合他而与阿尔克比亚德斯和凯菲西亚德斯之间的谈话,正是基于这些,这起诉讼才被逐步编造出来。
ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν.
对此,我曾愿意向他提供最强有力的保证,即宣誓我确实是从父亲那里听到的。
§13οὗτος δὲ ὁ ἀξιῶν ὑφʼ ὑμῶν πιστεύεσθαι ὡς ἀληθῆ λέγων, τρία ἔτη διαλιπὼν ἐπειδὴ τὸ πρῶτον διαλεχθέντος τοῦ πατρὸς τῷ Ἀρχεβιάδῃ καὶ τοῖς ἄλλοις τοῖς Κηφισιάδου ἐπιτηδείοις οὐκ ἔφασαν Καλλίππῳ προσέχειν τὸν νοῦν οὐδὲ οἷς λέγει, §14ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δίʼ οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, ὃ κατέλιπε Λύκων ὁ Ἡρακλεώτης παρʼ αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν.
而这个要求你们相信他所说的是真话的人,却在等了三年之后——当时我父亲首次同阿尔克比亚德斯及凯菲西亚德斯的其他友人谈过,而他们表示不会理会卡里普斯或他的话,当他察觉到我父亲已经身体虚弱、几乎无法上城,甚至眼睛也失明时,便对他提起诉讼——因宙斯起誓,并非像现在这样要求金钱,而是要求损害赔偿,控告我父亲将赫拉克利亚的吕孔留在他那里的资金付给凯菲西亚德斯,从而损害了他的利益,因为我父亲曾承诺在未得卡里普斯同意前不予支付。
λαχὼν δὲ παρὰ μὲν τοῦ διαιτητοῦ ἀνείλετο τὸ γραμματεῖον, προὐκαλέσατο δʼ αὐτὸν ἐπιτρέψαι Λυσιθείδῃ, αὑτοῦ μὲν καὶ Ἰσοκράτους καὶ Ἀφαρέως ἑταίρῳ, γνωρίμῳ δὲ τοῦ πατρός.
但在提起诉讼后,他又从仲裁人那里撤回了诉状,并向我父亲提议将此事委托给吕西泰德斯,此人是他自己、伊索克拉底和阿法琉斯的同伴,也是我父亲的熟人。
§15ἐπιτρέψαντος δὲ τοῦ πατρός, ὃν μὲν χρόνον ἔζη ὁ πατήρ, ὅμως καίπερ οἰκείως ἔχων τούτοις ὁ Λυσιθείδης οὐκ ἐτόλμα οὐδὲν εἰς ἡμᾶς ἐξαμαρτάνειν.
在我父亲同意后,只要我父亲还在世,尽管吕西泰德斯与这些人关系亲密,却也未敢对我们做出任何不公之事。
καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς ὁ μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, ὁ δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς ὁ Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετʼ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι, αὐτοῦ γε ἑαυτῷ μὴ ʼθέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός.
然而,此人的有些亲戚竟如此厚颜无耻,以至于敢于证明卡里普斯曾向我父亲提出宣誓,而我父亲不愿在吕西泰德斯面前宣誓;他们竟以为能说服你们相信:作为卡里普斯的亲戚且主持仲裁的吕西泰德斯,在我父亲本人都不愿成为自己案件的法官的情况下,会不立刻做出对我父亲不利的判决。