§16ὡς δὲ ἐγὼ μὲν ἀληθῆ λέγω, οὗτοι δὲ ψεύδονται, πρῶτον μὲν αὐτὸ ὑμῖν τοῦτο γενέσθω τεκμήριον, ὅτι κατεγνώκει ἂν αὐτοῦ ὁ Λυσιθείδης, καὶ ὅτι ἐγὼ ἐξούλης ἂν ἔφευγον νῦν, ἀλλʼ οὐκ ἀργυρίου δίκην·
私が真実を語り、この者たちが偽りを述べていることについて、まず次のこと自体があなたがたにとって証拠となりますように。 すなわち、[もし父が宣誓を拒んでいたなら]リュシテイデスは父に不利な裁定を下していたでしょうし、また私は今、金銭の返還請求訴訟ではなく、不法占有の訴訟で訴えられていたはずだということです。
πρὸς δὲ τούτῳ ἐγὼ ὑμῖν τοὺς παρόντας ἑκάστοτε τῷ πατρὶ ἐν ταῖς συνόδοις ταῖς πρὸς τοῦτον, αἳ παρὰ τῷ Λυσιθείδῃ ἐγίγνοντο, μάρτυρας παρέξομαι.
さらにこれに加えて、リュシテイデスの前で行われた、この男と父との会合にその都度同席していた人々を、私はあなたがたに証人として提供いたしましょう。
ΜΑΡΤΥΡΕΣ. §17ὅτι μὲν οὐ προκαλεσάμενος εἰς ὅρκον τὸν πατέρα τότε, νυνὶ ἐκείνου τετελευτηκότος καταψεύδεται, καὶ κατʼ ἐμοῦ ῥᾳδίως τὰ ψευδῆ μαρτυροῦντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρέχεται, ἔκ τε τῶν τεκμηρίων καὶ ἐκ τῆς μαρτυρίας ταύτης ῥᾴδιον ὑμῖν εἰδέναι.
[証人たちの証言] 当時、父に宣誓を要求しなかったにもかかわらず、今や父が亡くなったのをいいことに、彼は偽りを述べており、私に対して自分の親戚たちに容易に偽証させていることは、これらの証拠やこの証言からあなたがたには容易に理解できることです。
ὅτι δὲ ἐγὼ ὑπὲρ τοῦ πατρὸς ἠθέλησα αὐτῷ πίστιν δοῦναι ἥνπερ ὁ νόμος κελεύει, ἐάν τις τεθνεῶτι ἐπικαλῶν δικάζηται τῷ κληρονόμῳ, §18μὴ δοκεῖν μοι μήτε ὁμολογῆσαι τὸν πατέρα τούτῳ ἀποδώσειν τὸ ἀργύριον ὃ κατέλιπε Λύκων, μήτε συσταθῆναι αὐτὸν τῷ πατρὶ ὑπὸ τοῦ Λύκωνος, καὶ Φορμίων, ἦ μὴν διαλογίσασθαί τε ἐναντίον Ἀρχεβιάδου τῷ Λύκωνι αὐτὸς καὶ προσταχθῆναι αὑτῷ Κηφισιάδῃ ἀποδοῦναι τὸ ἀργύριον, τὸν δὲ Κηφισιάδην δεῖξαι αὑτῷ τὸν Ἀρχεβιάδην, §19καὶ ὅτε Κάλλιππος προσῆλθεν τὸ πρῶτον πρὸς τὴν τράπεζαν, λέγων ὅτι τετελευτηκὼς εἴη ὁ Λύκων καὶ αὐτὸς ἀξιοίη τὰ γράμματα ἰδεῖν, εἴ τι καταλελοιπὼς εἴη ὁ ξένος ἀργύριον, ἦ μὴν δείξαντος ἑαυτοῦ εὐθὺς αὐτῷ τὰ γράμματα, ἰδόντα αὐτὸν τῷ Κηφισιάδῃ γεγραμμένον ἀποδοῦναι, σιωπῇ οἴχεσθαι ἀπιόντα, οὐδὲν οὔτε ἀμφισβητήσαντα οὔτʼ ἀπειπόνθʼ αὑτῷ περὶ τοῦ ἀργυρίου, τούτων ὑμῖν τάς τε μαρτυρίας ἀμφοτέρας καὶ τὸν νόμον ἀναγνώσεται.
一方、法律が、死者に対して告訴を行い相続人を告訴する場合に命じている、まさにその保証を、私が父に代わって彼に与えることを望んだこと、すなわち、父が、リュコンが残した金をこの男に支払うと約束したとも、彼がリュコンによって父に紹介されたとも私には思われないこと、そしてポルミオン[の証言]、彼自身がアルケビアデスの面前でリュコンと清算を行い、ケピシアデスに金を支払うようリュコンから指示されたこと、そしてアルケビアデスが彼にケピシアデスを教えたこと、またカッリッポスが最初に銀行に来て、リュコンが亡くなったので、その異邦人が金を残しているかどうか帳簿を見たいと要求したときのこと、彼がすぐに帳簿を見せたところ、ケピシアデスに支払うよう書かれているのを見て、彼はその金について何ら異議を唱えることも自分への支払いを禁止することもなく、黙って立ち去ったということ、これらについて、あなたがたに二つの証言と法律を読み上げさせましょう。
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ.
[証言。 法律。
§20φέρε δὴ ὑμῖν, ὦ ἄνδρες δικασταί, ὡς οὐδʼ ἐχρῆτο Λύκων τῷ Καλλίππῳ ἐπιδείξω·
] さて、裁判員諸官よ、リュコンがカッリッポスと親しくさえしていなかったことを、あなたがたにお示ししましょう。
οἶμαι γάρ τί μοι καὶ τοῦτο εἶναι πρὸς τὴν ἀλαζονείαν τὴν τουτουὶ τοῦ φάσκοντος αὑτῷ δωρεὰν δοθῆναι τὸ ἀργύριον τοῦτο παρὰ τοῦ Λύκωνος.
というのも、このことは、このリュコンからその金を贈与されたと主張する男の法螺に対抗するために、私にとって何らかの助けになると考えるからです。
ἐκεῖνος γὰρ τετταράκοντα μνᾶς ἔκδοσιν ἐκδοὺς εἰς Ἄκην Μεγακλείδῃ τῷ Ἐλευσινίῳ καὶ Θρασύλλῳ τῷ ἀδελφῷ αὐτοῦ, μεταδόξαν αὐτῷ μὴ ἐκεῖσε πλεῖν μηδὲ κινδυνεύειν, ἐγκαλέσας τι τῷ Μεγακλείδῃ περὶ τῶν τόκων ὡς ἐξηπατημένος διεφέρετο καὶ ἐδικάζετο, βουλόμενος τὴν ἔκδοσιν κομίσασθαι.
すなわち、リュコンはエレウシスのメガクレイデスとその兄弟トラシュロスに、アケ行きの海上貸付として四十ミナを貸し付けましたが、気が変わってそこへ航海して危険を冒すのをやめ、メガクレイデスに対し利息について騙されたとして苦情を申し立て、その貸付金を回収しようとして争い、裁判を起こしました。
§21συχνῆς δὲ πάνυ πραγματείας περὶ τοσαῦτα χρήματα γενομένης, τὸν μὲν Κάλλιππον ὁ Λύκων οὐδαμοῖ πώποτε παρεκάλεσεν, τὸν δὲ Ἀρχεβιάδην καὶ τοὺς τοῦ Ἀρχεβιάδου φίλους·
これほど多額の金をめぐってきわめて煩雑な紛争が生じた際、リュコンはカッリッポスをどこにも一度も呼び寄せず、アルケビアデスとアルケビアデスの友人たちを呼び寄せました。
καὶ ὁ διαλλάξας αὐτοὺς Ἀρχεβιάδης ἦν.
そして彼らを和解させたのはアルケビアデスでした。
ὡς δὲ ἀληθῆ λέγω, τούτων ὑμῖν αὐτὸν τὸν Μεγακλείδην μάρτυρα παρέξομαι.
私が真実を語っていることについて、これらに関してメガクレイデス自身を証人として提供いたしましょう。
ΜΑΡΤΥΡΙΑ. §22οὑτωσὶ μὲν οἰκείως φαίνεται χρώμενος, ὦ ἄνδρες δικασταί, ὁ Λύκων τῷ Καλλίππῳ, ὥστε μήτε παρακαλεῖν αὐτὸν ἐπὶ τὰ αὑτοῦ πράγματα μήτε κατάγεσθαι ὡς τοῦτον μηδεπώποτε·
[証言] 裁判員諸官よ、このようにリュコンがカッリッポスと親しい関係にあったことは、自分の問題のために彼を呼び寄せたこともなく、またこの男のもとに一度も滞在したことがないことからも明らかです。
καὶ αὐτό γε τοῦτο μόνον οὐ τετολμήκασιν οἱ οἰκεῖοι οἱ τούτου μαρτυρῆσαι, ὡς κατήγετο παρὰ τούτῳ ἐκεῖνος, εὖ εἰδότες ὅτι διὰ βασάνου ἐκ τῶν οἰκετῶν ὁ ἔλεγχος ἤδη ἔσοιτο, εἴ τι τοιοῦτο ψεύσοιντο.
まさにこの一点だけでさえ、この男の身内は、彼(リュコン)がこの男のもとに滞在していたと証言する勇気がありませんでした。 なぜなら、もしそのような嘘をつくならば、召使いたちに対する拷問を通じて直ちに真偽が明らかにされることをよく知っていたからです。
§23βούλομαι δʼ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν τηλικοῦτον, ᾧ δῆλον ὑμῖν ἔσται, ὡς ἐγὼ οἴομαι, ὅτι πάντα πρὸς ὑμᾶς ἔψευσται.
また私は、これによってこの男があなたがたに対してすべて嘘をついていることが明らかになるような、それほど大きな証拠をあなたがたに提示したいと思います。
τῷ γὰρ Λύκωνι, ὦ ἄνδρες δικασταί, εἴπερ ἠσπάζετο μὲν τουτονὶ καὶ οἰκείως εἶχεν, ὥσπερ οὗτός φησιν, ἐβούλετο δὲ δωρεὰν δοῦναι αὐτῷ,
というのも、裁判員諸官よ、もしリュコンがこの男を愛し、この男が言うように親しくしており、また彼に贈与したいと望んでいたなら、万一のことがあった場合に、その金をカッリッポスのところに直接残しておく方が、より適切ではなかったでしょうか。
§24εἴ τι πάθοι, τὸ ἀργύριον, πότερον κάλλιον ἦν ἄντικρυς παρὰ τῷ Καλλίππῳ καταλιπεῖν τὸ ἀργύριον, ὃ ἔμελλε σωθεὶς μὲν ὀρθῶς καὶ δικαίως ἀπολήψεσθαι παρὰ φίλου γε ὄντος αὐτῷ καὶ προξένου, εἰ δέ τι πάθοι, ἄντικρυς ἔσεσθαι δεδωκώς, ὥσπερ καὶ ἐβούλετο, ἢ ἐπὶ τῇ τραπέζῃ καταλιπεῖν;
そうしておけば、もし無事であったなら、友人でありプロクセノスでもある彼から正当かつ公正に回収できたでしょうし、万一のことがあったなら、望み通り直接彼に与えたことになったでしょう。 それをわざわざ銀行に残しておく必要があったでしょうか。
ἐγὼ μὲν γὰρ οἶμαι ἐκεῖνο καὶ δικαιότερον καὶ μεγαλοπρεπέστερον εἶναι.
私は、そのようにする方がより公正であり、またより寛大であったと考えます。
οὐ τοίνυν φαίνεται τούτων οὐδὲν ποιήσας, ὥστε καὶ ταῦτα ὑμῖν τεκμήρια ἔστω, ἀλλὰ τῷ Κηφισιάδῃ καὶ γράψας καὶ προστάξας ἀποδοῦναι.
しかし、彼はそのようなことは何一つしなかったことが明らかなのですから、このこともあなたがたにとって証拠となりますように。 彼はケピシアデスに支払うようにと書き、また指示したのです。