§37λέγοντος δέ μου ταῦτα, ἀποκρίνεταί μοι ὅτι ὁ συντριήραρχος αὐτῷ οὐχ ἥκοι ἐπὶ τὴν ναῦν·
私がこのように言うと、彼は私に、共同三段櫂船装備者が彼のために船に到着していない、だから「自分一人では三段櫂船を引き継ぐつもりはない」と答えます。
οὔκουν παραλήψομαι μόνος τὴν τριήρη. ὡς οὖν ἀληθῆ ταῦτα λέγω πρὸς ὑμᾶς, καὶ ἐν μὲν τῇ ἀγορᾷ ἀπεκρίνατό μοι τὰ πρότερον, ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι, ἐν δὲ τῇ οἰκίᾳ οὗ ὁ Τιμόμαχος κατήγετο, ὅτι μόνος οὐ παραλήψεται τὴν ναῦν, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
したがって、私があなたがたに真実を述べていること、そして彼が広場では以前に、私が言うことなど自分には一切関係ないと答え、またティモマコスが滞在していた家では、自分一人では船を引き継がないと答えたことについて、これらの証言をあなたがたのために読み上げさせます。
ΜΑΡΤΥΡΙΑΙ.
証言。
§38μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, ὡς οὔτε οὗτος ἤθελέ μοι τὴν ναῦν διαδέχεσθαι, οὔτε τὰ ἀναλώματα ἀπεδίδου τοῦ ἐπιτετριηραρχημένου χρόνου, ὅ τε στρατηγὸς προσέταττέ μοι ἀνάγεσθαι, προσελθὼν αὐτῷ ἐν Θάσῳ ἐν τῷ λιμένι ἐναντίον τοῦ στρατηγοῦ, πλήρους οὔσης τῆς τριήρους, ἔλεγον ἃ δίκαια μὲν οὐκ ἦν, ἀλλὰ πλεονεκτήματα τούτου, ἀναγκαῖα δέ μοι ἐκ τῶν παρόντων εἰπεῖν,
ἐπειδή σοι φής,
裁判員の方々、その後、この男が私から船を引き継ごうとせず、また超過して務めた期間の費用も返還しようとせず、また将軍が私に出帆するよう命じたので、私はタソスの港で、三段櫂船が人員で満ちている状態で、将軍の面前で彼に近づき、正当ではないもののこの男に有利な、しかし当時の状況からして私が言わざるを得ないことを言いました。
§39ὦ Πολύκλεις, τὸν συντριήραρχον οὐχ ἥκειν, τοῦ μὲν ἐπιτετριηραρχημένου χρόνου ἐκεῖνον ἐγὼ πράξομαι τὰ ἀναλώματα, ἂν δύνωμαι, τῶν τεττάρων μηνῶν·
「ポリュクレスよ、お前が言うには、共同三段櫂船装備者が来ていないというのなら、超過して務めた期間である4ヶ月間の費用については、可能であれば私がその男に請求しよう。
σὺ δὲ παραλαβὼν τὴν ναῦν πρῶτον μὲν τὸν ὑπὲρ σεαυτοῦ χρόνον τριηράρχησον, τοὺς ἓξ μῆνας·
しかしお前は、船を引き継いで、まずは自分自身の分としての期間、すなわち6ヶ月間三段櫂船装備職を務めなさい。
ἔπειτʼ ἐὰν μέν σοι ἔλθῃ ἐν τούτῳ ὁ συντριήραρχος, ἐκείνῳ παραδώσεις λῃτουργήσας, ἐὰν δὲ μή, οὐδὲν δεινὸν πείσει δύο μῆνας ἐπιτριηραρχήσας.
その後、その間に共同三段櫂船装備者がお前のところへ来れば、公役を務めて彼に引き渡せばよいし、もし来なければ、2ヶ月間超過して務めることになってもお前にとって大した痛手にはならないだろう。
§40ἢ ἐγὼ μὲν ὁ τόν τε ὑπὲρ ἐμαυτοῦ χρόνον καὶ τοῦ συντριηράρχου λελῃτουργηκὼς ἐπετριηράρχησα ὑπὲρ ὑμῶν, σὺ δʼ οὐδὲν ἀνηλωκὼς οὐκ ἀξιοῖς οὐδὲ τὸν ὑπὲρ σεαυτοῦ χρόνον, παραλαβὼν τὴν ναῦν, λῃτουργῆσαι, οὐδὲ τὰ ἀναλώματʼ ἀποδοῦναι;
あるいは、私自身は自分の分の期間も共同三段櫂船装備者の分の期間も公役を果たし、あなたがたのために超過してまで務めたというのに、お前は一銭も支出していないにもかかわらず、船を引き継いで自分の分の期間すら公役を務めようともせず、また支出された費用を返すことすらもしないというのか。
λέγοντος δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι μύθους λέγοιμι.
」私がこのように言うと、彼は私におとぎ話を言っているのだと答えました。
ὁ δὲ στρατηγὸς ἐμβαίνειν με ἐκέλευεν εἰς τὴν ναῦν καὶ ἀνάγεσθαι μεθʼ ἑαυτοῦ.
そして将軍は私に船に乗り込み、自分と共に出帆するよう命じました。
ὡς οὖν ταῦτʼ ἀπεκρίνατο, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.
したがって、彼がこのように答えたことについて、証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ.
証言。
§41βούλομαι δʼ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν, ἵνʼ εἰδῆτε ὅτι περιφανῶς ἠδίκημαι.
また、私が明らかに不当な扱いを受けていることをあなたがたに知っていただくために、一つの証拠をお話ししたいと思います。
Ἁγνίᾳ γὰρ καὶ Πραξικλεῖ ὑπὸ τὸν αὐτὸν χρόνον κατέστησαν διάδοχοι Μνησίλοχός τε ὁ Περιθοίδης καὶ Φρασιηρίδης ὁ Ἀναφλύστιος.
ハグニアスとプラクシクレスに対して、ほぼ同じ時期に、ペリトイダイ区のムネシロコスとアナフリュストス区のフラシエリデスが後任者として任命されました。
οὐκ ἀφικομένου δὲ τοῦ Φρασιηρίδου ἐπὶ τὴν ναῦν, ὁ Μνησίλοχος ἐλθὼν εἰς τὴν Θάσον παρέλαβέ τε παρὰ τοῦ Ἁγνίου τὴν τριήρη, §42καὶ τὸ ἐπιτριηράρχημα ἀπέδωκεν τῷ Ἁγνίᾳ τοῦ χρόνου οὗ ἐπανήλωσεν ὑπὲρ αὐτῶν, ὅσον ἔπεισεν, καὶ τὰ σκεύη παρὰ τοῦ Ἁγνίου ἐμισθώσατο, καὶ αὐτὸς ἐτριηράρχει.
しかし、フラシエリデスが船に到着しなかったため、ムネシロコスはタソスに来てハグニアスから三段櫂船を引き継ぎ、そしてハグニアスが彼らのために追加で費やした超過期間の費用について、合意した分をハグニアスに支払い、船具をハグニアスから借り受けて、自ら三段櫂船装備職を務めました。
ὕστερον δʼ οἱ παρὰ τοῦ Φρασιηρίδου ἐλθόντες τῶν τε ἀνηλωμένων τὸ μέρος ἀπέδοσαν τῷ Μνησιλόχῳ, καὶ τοῦ λοιποῦ χρόνου ὅσα ἐδεῖτο εἰς τὴν ναῦν συνανήλισκον.
後にフラシエリデスの側から来た人々が、支出された費用のうち自分たちの分をムネシロコスに支払い、残りの期間は船に必要な費用を共同で支出しました。
καί μοι τούτων ἀνάγνωθι τὴν μαρτυρίαν.
これらのことについて証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ.
証言。
§43ἴσως οὖν, ὦ ἄνδρες δικασταί, ποθεῖτε ἀκοῦσαι, διὰ τί ποτε ὁ στρατηγὸς οὐκ ἠνάγκαζε τοῦτον παραλαμβάνειν τὴν ναῦν, διάδοχον ἥκοντα ἐπʼ αὐτήν, τῶν νόμων οὕτως ἰσχυρῶν ὄντων.
裁判員の方々、法律がこれほど強力であるにもかかわらず、なぜ将軍はこの男が船の後任者として来ていながら船を引き継ぐよう強制しなかったのか、おそらくあなたがたは聞きたいと思っておられるでしょう。
περὶ δὴ τούτων βούλομαι ὑμᾶς σαφῶς διδάξαι τὸ αἴτιον.
これについて私は、あなたがたにその原因を明確に説明したいと思います。
Τιμόμαχος γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἐβούλετο εὖ κατεσκευασμένῃ τῇ τριήρει πρὸς ἅπαντα χρῆσθαι.
裁判員の方々、ティモマコスは第一に、よく装備された三段櫂船をあらゆる用途に用いたいと望んでいたのです。
§44ᾔδειν οὖν ὅτι οὗτος μὲν παραλαβὼν αὐτὴν κακῶς ἔμελλε τριηραρχήσειν·
彼は、この男が船を引き継いでも、お粗末にしか三段櫂船装備職を務めないであろうことを知っていました。
οὔτε γὰρ τῷ τριηραρχήματι οὔτε τοῖς ἐπιβάταις καὶ τῇ ὑπηρεσίᾳ χρήσοιτο· οὐδεὶς γὰρ αὐτῷ παραμενεῖ.
というのも、彼は乗組員や甲板兵や乗組助手たちを使いこなせないでしょうし、誰も彼のもとには留まらないからです。
ἔτι δὲ πρὸς τούτοις, ὁπότε μὴ διδοὺς ἀργύριον προστάττοι πλεῖν, οὐκ ἔμελλεν αὐτῷ ἀνάξεσθαι ὥσπερ ἐγώ, ἀλλὰ πράγματα παρέξειν.
さらにこれに加えて、将軍が金を支払わずに出帆を命じたとき、彼は私のように出航することはなく、むしろ面倒を引き起こすはずだったからです。
πρὸς δὲ τούτῳ δανείζεται παρʼ αὐτοῦ τριάκοντα μνᾶς, ὥστε μὴ ἀναγκάσαι παραλαβεῖν τὴν ναῦν.
そしてこれに加えて、将軍は彼から30ミナを借りており、そのために彼に船を引き継ぐよう強制しなかったのでした。
§45ἐξ ὧν δὲ μάλιστά μοι ὀργισθεὶς ἐπηρέαζε καὶ οὐδὲ λόγον ἑκάστοτε ἐδίδου οὐδὲ περὶ ἑνός, βούλομαι ὑμῖν σαφῶς διηγήσασθαι, ἵνʼ εἰδῆτε ὅτι οὐ περὶ πλείονος ἐποιούμην οὔτε τὴν ἐμαυτοῦ ῥᾳστώνην ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τὴν ἐκείνου ῥώμην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν νόμων, ἀλλʼ ἠνειχόμην καὶ ἔργῳ ἀδικούμενος καὶ λόγῳ προπηλακιζόμενος, ἃ πολλῷ μοι βαρύτερα ἦν τῶν ἀναλωμάτων.
そして、何よりも将軍が私に対して怒り、嫌がらせをし、いかなる点についても毎回私に発言の機会すら与えなかった理由について、あなたがたに明確に説明したいと思います。 それは、私がその当時、自分自身の安楽や彼の権勢を、アテナイの民衆や法律よりも重く見ることは決してなく、行動において不当に扱われ、言葉において侮辱されることに耐え忍んでいたことを、あなたがたに知っていただくためです。 そのことは、私にとって費用そのものよりもはるかに重荷であったのです。