Humanitext Reader

狄摩西尼 · 控诉波里克勒斯 §37-45

波留克列斯的推托托词与将军的纵容

第 6 段,共 9 段 · 希腊语

内容简介

阿波罗多洛斯阐述了波留克列斯如何以共同装备者未到为由拒绝接管船只,并将其与另一个恪守法律的先例(姆内西洛科斯)进行对比,最后揭露了将军提摩马克斯因金钱借贷等腐败动机而不强制波留克列斯接管船只的内幕。

§37λέγοντος δέ μου ταῦτα, ἀποκρίνεταί μοι ὅτι ὁ συντριήραρχος αὐτῷ οὐχ ἥκοι ἐπὶ τὴν ναῦν· οὔκουν παραλήψομαι μόνος τὴν τριήρη.
当我这样说时,他回答我说,他的共同三列桨战船装备者还没有为他来到船上,“因此我不会独自接管这艘三列桨战船”。
ὡς οὖν ἀληθῆ ταῦτα λέγω πρὸς ὑμᾶς, καὶ ἐν μὲν τῇ ἀγορᾷ ἀπεκρίνατό μοι τὰ πρότερον, ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι, ἐν δὲ τῇ οἰκίᾳ οὗ ὁ Τιμόμαχος κατήγετο, ὅτι μόνος οὐ παραλήψεται τὴν ναῦν, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
为了让你们知道我向你们说的是实话,无论是在广场上他之前回答我,说对我所说的一点都不在乎,还是在提摩马克斯所寄宿的屋子里,说他不会独自接管船只,他都将为你们宣读关于这些事情的证言。
ΜΑΡΤΥΡΙΑΙ.
证言。
§38μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, ὡς οὔτε οὗτος ἤθελέ μοι τὴν ναῦν διαδέχεσθαι, οὔτε τὰ ἀναλώματα ἀπεδίδου τοῦ ἐπιτετριηραρχημένου χρόνου, ὅ τε στρατηγὸς προσέταττέ μοι ἀνάγεσθαι, προσελθὼν αὐτῷ ἐν Θάσῳ ἐν τῷ λιμένι ἐναντίον τοῦ στρατηγοῦ, πλήρους οὔσης τῆς τριήρους, ἔλεγον ἃ δίκαια μὲν οὐκ ἦν, ἀλλὰ πλεονεκτήματα τούτου, ἀναγκαῖα δέ μοι ἐκ τῶν παρόντων εἰπεῖν, ἐπειδή σοι φής, §39ὦ Πολύκλεις, τὸν συντριήραρχον οὐχ ἥκειν, τοῦ μὲν ἐπιτετριηραρχημένου χρόνου ἐκεῖνον ἐγὼ πράξομαι τὰ ἀναλώματα, ἂν δύνωμαι, τῶν τεττάρων μηνῶν· σὺ δὲ παραλαβὼν τὴν ναῦν πρῶτον μὲν τὸν ὑπὲρ σεαυτοῦ χρόνον τριηράρχησον, τοὺς ἓξ μῆνας· ἔπειτʼ ἐὰν μέν σοι ἔλθῃ ἐν τούτῳ ὁ συντριήραρχος, ἐκείνῳ παραδώσεις λῃτουργήσας, ἐὰν δὲ μή, οὐδὲν δεινὸν πείσει δύο μῆνας ἐπιτριηραρχήσας.
因此,陪审员们,在这之后,由于此人既不愿接替我的船只,又不偿还我超期服役期间的开销,而将军又命令我出航,我便在萨索斯的港口,在三列桨战船已经满员的情况下,当着将军的面走向他,说了些虽然不公正、可以说是对他的让步,但在当时的情况下我却不得不说的话:“既然你说,波留克列斯,你的共同三列桨战船装备者没有来,那么如果可能的话,我将向那个人索要这四个月超期服役期间的开销;但你,在接管船只之后,首先要为你自己的期限,即这六个月,担任三列桨战船装备者;然后,如果在这一期间你的共同装备者来到了你这里,你在履行公役后移交给他即可;但如果没有来,即使你超期服役两个月,也不会遭受什么可怕的损失。
§40ἢ ἐγὼ μὲν ὁ τόν τε ὑπὲρ ἐμαυτοῦ χρόνον καὶ τοῦ συντριηράρχου λελῃτουργηκὼς ἐπετριηράρχησα ὑπὲρ ὑμῶν, σὺ δʼ οὐδὲν ἀνηλωκὼς οὐκ ἀξιοῖς οὐδὲ τὸν ὑπὲρ σεαυτοῦ χρόνον, παραλαβὼν τὴν ναῦν, λῃτουργῆσαι, οὐδὲ τὰ ἀναλώματʼ ἀποδοῦναι;
难道我这个既为我自己的时间、又为共同装备者的时间履行了公役,并为你们超期服役的人,而你却一文未花,在接管船只后连你自己期限的公役都不屑于履行,也不偿还开销吗?
λέγοντος δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι μύθους λέγοιμι.
”当我这样说时,他回答我说,我是在说疯话。
ὁ δὲ στρατηγὸς ἐμβαίνειν με ἐκέλευεν εἰς τὴν ναῦν καὶ ἀνάγεσθαι μεθʼ ἑαυτοῦ.
而将军则命令我登船,并与他一同出航。
ὡς οὖν ταῦτʼ ἀπεκρίνατο, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.
因此,为了证明他如此回答,请为我宣读证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§41βούλομαι δʼ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν, ἵνʼ εἰδῆτε ὅτι περιφανῶς ἠδίκημαι.
我还想给你们讲一个证据,好让你们知道我受到了多么明显的冤屈。
Ἁγνίᾳ γὰρ καὶ Πραξικλεῖ ὑπὸ τὸν αὐτὸν χρόνον κατέστησαν διάδοχοι Μνησίλοχός τε ὁ Περιθοίδης καὶ Φρασιηρίδης ὁ Ἀναφλύστιος.
因为在同一时期,哈格尼亚斯和普拉克西克莱斯有了后任者,即培里托伊代区的姆内西洛科斯和阿纳弗留斯托斯区的弗拉西埃里德斯。
οὐκ ἀφικομένου δὲ τοῦ Φρασιηρίδου ἐπὶ τὴν ναῦν, ὁ Μνησίλοχος ἐλθὼν εἰς τὴν Θάσον παρέλαβέ τε παρὰ τοῦ Ἁγνίου τὴν τριήρη, §42καὶ τὸ ἐπιτριηράρχημα ἀπέδωκεν τῷ Ἁγνίᾳ τοῦ χρόνου οὗ ἐπανήλωσεν ὑπὲρ αὐτῶν, ὅσον ἔπεισεν, καὶ τὰ σκεύη παρὰ τοῦ Ἁγνίου ἐμισθώσατο, καὶ αὐτὸς ἐτριηράρχει.
由于弗拉西埃里德斯没有到达船上,姆内西洛科斯来到萨索斯后,便从哈格尼亚斯那里接管了三列桨战船,并向哈格尼亚斯偿还了哈格尼亚斯为他们额外支出的超期服役费用,其数额是他同意的,并从哈格尼亚斯处租用了船具,自己担任三列桨战船装备者。
ὕστερον δʼ οἱ παρὰ τοῦ Φρασιηρίδου ἐλθόντες τῶν τε ἀνηλωμένων τὸ μέρος ἀπέδοσαν τῷ Μνησιλόχῳ, καὶ τοῦ λοιποῦ χρόνου ὅσα ἐδεῖτο εἰς τὴν ναῦν συνανήλισκον.
后来,弗拉西埃里德斯派来的人把已支出开销中属于他们的那部分偿还给了姆内西洛科斯,并在剩下的时间里,共同分担了船上所需的费用。
καί μοι τούτων ἀνάγνωθι τὴν μαρτυρίαν.
请为我宣读关于这些事情的证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§43ἴσως οὖν, ὦ ἄνδρες δικασταί, ποθεῖτε ἀκοῦσαι, διὰ τί ποτε ὁ στρατηγὸς οὐκ ἠνάγκαζε τοῦτον παραλαμβάνειν τὴν ναῦν, διάδοχον ἥκοντα ἐπʼ αὐτήν, τῶν νόμων οὕτως ἰσχυρῶν ὄντων.
因此,陪审员们,也许你们很想听听,既然法律如此强力,为什么将军竟不强制这个作为后任者来到船上的男人接管船只。
περὶ δὴ τούτων βούλομαι ὑμᾶς σαφῶς διδάξαι τὸ αἴτιον.
关于这些事,我确实想向你们讲清楚其原因。
Τιμόμαχος γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἐβούλετο εὖ κατεσκευασμένῃ τῇ τριήρει πρὸς ἅπαντα χρῆσθαι.
陪审员们,因为提摩马克斯首先希望在一切事情上都能使用一艘装备精良的三列桨战船。
§44ᾔδειν οὖν ὅτι οὗτος μὲν παραλαβὼν αὐτὴν κακῶς ἔμελλε τριηραρχήσειν· οὔτε γὰρ τῷ τριηραρχήματι οὔτε τοῖς ἐπιβάταις καὶ τῇ ὑπηρεσίᾳ χρήσοιτο· οὐδεὶς γὰρ αὐτῷ παραμενεῖ.
所以他知道,此人即使接管了船只,也一定会把三列桨战船装备者的工作做得一团糟;因为他既无法使用这些船具,也无法使用这些甲板兵和高级船员,因为没有人会留在其身边。
ἔτι δὲ πρὸς τούτοις, ὁπότε μὴ διδοὺς ἀργύριον προστάττοι πλεῖν, οὐκ ἔμελλεν αὐτῷ ἀνάξεσθαι ὥσπερ ἐγώ, ἀλλὰ πράγματα παρέξειν.
此外,除此之外,每当将军在不给钱的情况下命令出航时,他绝不会像我一样出海,而是会制造麻烦。
πρὸς δὲ τούτῳ δανείζεται παρʼ αὐτοῦ τριάκοντα μνᾶς, ὥστε μὴ ἀναγκάσαι παραλαβεῖν τὴν ναῦν.
而且除此之外,将军还向他借了三十米纳,以便不强制他接管船只。
§45ἐξ ὧν δὲ μάλιστά μοι ὀργισθεὶς ἐπηρέαζε καὶ οὐδὲ λόγον ἑκάστοτε ἐδίδου οὐδὲ περὶ ἑνός, βούλομαι ὑμῖν σαφῶς διηγήσασθαι, ἵνʼ εἰδῆτε ὅτι οὐ περὶ πλείονος ἐποιούμην οὔτε τὴν ἐμαυτοῦ ῥᾳστώνην ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τὴν ἐκείνου ῥώμην τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν νόμων, ἀλλʼ ἠνειχόμην καὶ ἔργῳ ἀδικούμενος καὶ λόγῳ προπηλακιζόμενος, ἃ πολλῷ μοι βαρύτερα ἦν τῶν ἀναλωμάτων.
至于他因何对我极为愤怒而百般刁难,且每次对任何事情连一次辩解的机会都不给我,我想向你们解释清楚其原因,好让你们知道,在当时,我绝没有把自己的安逸或他的权势看得比雅典的人民和法律更重,而是默默忍受了在行动上遭受不公、在言语上遭受侮辱,这对我来说比那些开销要沉重得多。

词汇与语法注释

  1. §37τούτων — 中性复数属格指示代词,指代前面由 `ὡς` 引导的从句及随后两个由 `ὅτι` 引导的从句的全部内容。它作为关系属格修饰名词 `μαρτυρίας`(意为“关于这些事情的证言”)。
  2. §44ᾔδειν — 动词 `οἶδα`(知道)的过去完成时第三人称单数形式(在雅典方言中带有可变形的 `ν`)。虽然其形式与第一人称单数相同,但根据上下文,其主语是前文提到的提摩马克斯(Timomachus)。
  3. §45οὐ περὶ πλείονος ἐποιούμην ... τοῦ δήμου ... καὶ τῶν νόμων — 在短语 `περὶ πλείονος ποιοῦμαι`(“更看重”)中,属格 `τοῦ δήμου ... καὶ τῶν νόμων` 在比较级 `πλείονος` 之后充当比较属格。被评估的对象是宾格 `τὴν ἐμαυτοῦ ῥᾳστώνην` 和 `τὴν ἐκείνου ῥώμην`。

引用这一段

狄摩西尼, 控诉波里克勒斯 §37-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:37-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。