Humanitext Reader

デモステネス · 第五十弁論 ポリュクレスへの抗弁 §29-36

タソスでの艦船引渡しと費用精算の要求

5 / 9 箇所 · ギリシア語

要旨

アポロドロスは後任のポリュクレスに対して、超過した活動費用の精算と三段櫂船の正式な引き渡しを幾度も要求するが、ポリュクレスは難色を示し、アポロドロスの贅沢な運営方針を非難して拒否し続ける。

§29ἐκ πολλῶν μὲν τοίνυν τεκμηρίων οἶμαι ὑμῖν ἐπιδείξειν Πολυκλέα ὅτι οὔτε αὐτόθεν διενοεῖτο παραλαμβάνειν παρʼ ἐμοῦ τὴν ναῦν, οὔτε, ἐπειδὴ ὑφʼ ὑμῶν καὶ τοῦ ψηφίσματος τοῦ ὑμετέρου ἠναγκάσθη ἐπὶ τὴν ναῦν ἀπιέναι, ἐλθὼν ἠθέλησέ μοι διαδέξασθαι αὐτήν.
したがって、多くの証拠から、ポリュクレスが最初から私から船を引き継ぐつもりなどなかったこと、また、あなたがたとあなたがたの決議によって船へ出発することを強制された後も、現地に到着しながら私からそれを引き継ごうとはしなかったことを、私はあなたがたに証明できると思います。
οὗτος γὰρ ἐπειδὴ ἀφίκετο εἰς Θάσον ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος, παραλαβὼν ἐγὼ μάρτυρας τῶν τε πολιτῶν ὡς ἐδυνάμην πλείστους καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν προσέρχομαι αὐτῷ ἐν Θάσῳ ἐν τῇ ἀγορᾷ, καὶ ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν παρʼ ἐμοῦ ὡς διάδοχον ὄντα, καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τἀναλώματα.
彼がタソスに到着したとき、私はすでに超過三段櫂船装備職の4ヶ月目を務めていましたが、私はできるだけ多くの市民、ならびに甲板兵や乗組員を証人として伴い、タソスの広場で彼に近づき、後任者として私から船を引き継ぐこと、および超過して務めた期間の費用を私に支払うことを要求しました。
§30λογίσασθαι δʼ ἤθελον αὐτῷ καθʼ ἕκαστον, ἕως μοι μάρτυρες παρῆσαν τῶν ἀνηλωμένων οἵ τε ναῦται καὶ οἱ ἐπιβάται καὶ ἡ ὑπηρεσία, ἵνʼ εἴ τι ἀντιλέγοι εὐθὺς ἐξελέγχοιμι.
そして私は、もし彼が何か反論するならすぐにその場で論破できるように、水兵、甲板兵、乗組員といった支出の証人たちが同席している間に、彼に対して項目ごとに詳細な会計を精算したいと考えました。
οὕτω γάρ μοι ἀκριβῶς ἐγέγραπτο, ὥστʼ οὐ μόνον αὐτά μοι τἀναλώματα ἐγέγραπτο, ἀλλὰ καὶ ὅποι ἀνηλώθη καὶ ὅ τι ποιούντων, καὶ ἡ τιμὴ τίς ἦν καὶ νόμισμα ποδαπόν, καὶ ὁπόσου ἡ καταλλαγὴ ἦν τῷ ἀργυρίῳ, ἵνʼ εἴη ἀκριβῶς ἐξελέγξαι με τῷ διαδόχῳ, εἴ τι ἡγοῖτο ψεῦδος αὑτῷ λογίζεσθαι.
というのも、私には非常に正確な記録があったため、単に支出そのものだけでなく、どこで、彼らが何をしていたときに支出されたか、その価格はいくらで、どのような通貨で、銀貨への換算レートがいくらであったかまで記録されていたので、もし彼が自分に対して虚偽の請求がなされていると考えた場合に、後任者である彼を正確に論破することができたからです。
§31ἔτι δὲ καὶ πίστιν αὐτῷ ἐπιθεὶς ἠθέλησα λογίσασθαι τὰ ἀνηλωμένα.
さらに、私は彼に誓いを提示してまで、支出の精算をしたいと望みました。
προκαλουμένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι.
しかし、私がこのように要求すると、彼は私が言うことなど自分には一切関係ないと答えました。
ἐν δὲ τούτῳ ὑπηρέτης ἥκων παρὰ τοῦ στρατηγοῦ ἐμοὶ παρήγγελλεν ἀνάγεσθαι, οὐ τούτῳ τῷ διαδόχῳ, οὗ ἡ λῃτουργία ἤδη ἐγίγνετο·
その最中に、将軍のもとから役人が来て、すでに公役の義務が生じていたこの後任者ではなく、私に対して出帆するよう命じました。
τούτου δὲ τὸ αἴτιον ἐγὼ ὑμᾶς προϊόντος τοῦ λόγου διδάξω.
この原因については、弁論が進むにつれてあなたがたに説明いたします。
τότε μὲν οὖν μοι ἐδόκει ἀνάγεσθαι καὶ πλεῖν οἷ ἐκέλευεν·
そのときは、出帆して彼が命じた場所へ航海するのがよいと考えました。
§32ἐπειδὴ δὲ κατέπλευσα πάλιν εἰς Θάσον, ἑλκύσας τὰ πλοῖα εἰς Στρύμην, οἷ προσέταξεν ὁ στρατηγός, κελεύσας τοὺς ναύτας ἐν τῇ νηὶ μένειν καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν, ἐκβὰς αὐτὸς πορεύομαι ἐπὶ τὴν οἰκίαν οὗ κατήγετο Τιμόμαχος ὁ στρατηγός, βουλόμενος κἀκείνου ἐναντίον παραδιδόναι τὴν ναῦν Πολυκλεῖ τουτῳὶ πλήρη.
しかし、私が将軍の命令通りに船をストリュメへと曳航した後、再びタソスに帰港したとき、水兵、甲板兵、乗組員に船内に留まるよう命じて、私自身が上陸し、将軍ティモマコスが滞在していた家へと向かいました。 このポリュクレスに対して、将軍の面前で、人員が完全に満たされた船を引き渡したいと考えたからです。
§33καταλαμβάνω οὖν καὶ τοῦτον ἐκεῖ καὶ τοὺς τριηράρχους καὶ τοὺς διαδόχους καὶ ἄλλους τινὰς τῶν πολιτῶν, καὶ εἰσελθὼν εὐθὺς ἐναντίον τοῦ στρατηγοῦ λόγους πρὸς αὐτὸν ἐποιούμην, καὶ ἠξίουν αὐτὸν τήν τε ναῦν μοι παραλαμβάνειν καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τὰ ἀναλώματα, καὶ περὶ τῶν σκευῶν ἠρώτων αὐτόν, πότερα παραλήψεται ἢ ἴδια σκεύη ἔχων ἥκοι ἐπὶ τὴν ναῦν.
そこで私は、この男と三段櫂船装備者たち、後任者たち、そしてその他の市民数名がそこにいるのを見つけ、中に入るとすぐに将軍の面前で彼に対して話を切り出し、彼が私から船を引き継ぐこと、そして超過して務めた期間の費用を私に支払うことを要求しました。 また船具についても、彼がそれを引き継ぐつもりなのか、あるいは自身の船具を携えて船に来たのかを尋ねました。
§34ταῦτα δέ μου προκαλουμένου αὐτόν, ἠρώτα με διʼ ὅ τι σκεύη τε ἴδια μόνος ἔχοιμι τῶν τριηράρχων, καὶ πότερα ἡ πόλις οὐκ εἰδείη τινὰς δυναμένους σκεύη παρασχεῖν ταῖς ναυσίν, ὥστε αὐτὴ μὴ παρέχειν.
私がこのように彼に要求すると、彼は私に対して、なぜ私だけが三段櫂船装備者たちの中で私物の船具を持っているのか、また、国が船に船具を供給できない者たちがいることを知らずに、自ら船具を供給しなかったのか、と尋ねました。
ἢ σὺ τοσοῦτον ἔφη ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων;
「あるいは、お前は他の者たちを富においてそれほどまでに凌駕しているから、三段櫂船装備者の中で唯一、私物の船具や金飾りの装飾まで持っているというのか」と彼は言いました。
§35τίς ἂν οὖν δύναιτʼ ἔφη τὴν σὴν μανίαν καὶ πολυτέλειαν ὑπομεῖναι, διεφθαρμένον μὲν πλήρωμα καὶ εἰωθὸς ἀργύριον πολὺ προλαμβάνειν καὶ ἀτελείας ἄγειν τῶν νομιζομένων ἐν τῇ νηὶ λῃτουργιῶν καὶ λοῦσθαι ἐν βαλανείῳ, τρυφῶντας δʼ ἐπιβάτας καὶ ὑπηρεσίαν ὑπὸ μισθοῦ πολλοῦ καὶ ἐντελοῦς;
「では、誰がお前の狂気と贅沢に耐えられるというのだ」と彼は言いました。 「乗組員は甘やかされて、多額の前借金をすることや、船内での習慣的な義務を免除されること、温水浴場で入浴することに慣れてしまっており、甲板兵や乗組員は高額で十分な給与を得て贅沢に暮らしている。
κακῶν δʼ, ἔφη, διδάσκαλος γέγονας ἐν τῷ στρατεύματι, καὶ αἴτιος εἶ μέρος τι καὶ τοῖς ἄλλοις τριηράρχοις πονηροτέρους εἶναι τοὺς στρατιώτας, ζητοῦντας ταὐτὰ τοῖς παρὰ σοί·
お前は軍の中で悪しき先例の教師となり、他の三段櫂船装備者たちの兵士たちもお前のところの兵士と同じものを要求して堕落することに、部分的に責任がある。
ἔδει γὰρ σὲ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις τριηράρχοις.
お前も他の三段櫂船装備者たちと同じように振る舞うべきだったのだ」と彼は言いました。
§36λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά.
彼がこのように言ったので、私は彼に答えました。 私がドックから船具を受け取らなかったのは、「お前がそれらを使用に耐えないとしたからだ」と。
ἀλλʼ εἰ μὲν βούλει, ταῦτα παράλαβε·
「しかし、もし望むなら、これらを引き継ぎなさい。
εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε.
さもなければ、自分で船具を用意しなさい。
περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπʼ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται.
水兵、甲板兵、乗組員について、彼らがお前を私のせいで甘やかされたと言うなら、三段櫂船を引き継いで、何も受け取らずにお前と航海を共にするような水兵、甲板兵、乗組員を自分自身で集めなさい。
τὴν δὲ ναῦν παράλαβε·
とにかく、船を引き継ぎなさい。
οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν·
私にはもはや三段櫂船装備職を務める義務はないのだから。
ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.
私の三段櫂船装備職の任期は満了しており、すでに超過して4ヶ月も務めたのだから」と。

語釈・文法注

  1. 29ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος — 独立属格構文。`μου` が意味上の主語、`ἐπιτριηραρχοῦντος` が現在分詞。`τέταρτον μῆνα` は時間的接続を示す期間の対格で、「私がすでに4ヶ月目の超過三段櫂船装備職を務めていたときに」を意味する。
  2. 30ὅ τι ποιούντων — 関係代名詞 `ὅ τι` を伴う独立属格構文。分詞 `ποιούντων`(現在分詞・属格・複数・男性)の主語(水兵や乗組員を指す)が省略されている。全体で「彼らが何をしていたときに(支出されたか)」という間接疑問節的な機能を持つ。
  3. 36ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά — 間接話法の伝達内容を示す `ὅτι` 節の中に、理由を表す従属節としての `ὅτι` 節(`ὅτι σὺ...`)が入れ子になっている。人称代名詞 `σύ` が明示されることで、話者からポリュクレスへの直接的な非難と告発のニュアンスが強調されている。

この箇所を引用する

デモステネス, 第五十弁論 ポリュクレスへの抗弁 §29-36. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:29-36

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。