§22παραταξαμένων δὲ Μαρωνιτῶν ἡμῖν ταῖς ναυσὶν ὑπὲρ τοῦ χωρίου τούτου καὶ μελλόντων ναυμαχήσειν, καὶ τῶν στρατιωτῶν ἀπειρηκότων, πλοῦν πολὺν πεπλευκότων καὶ πλοῖα ἑλκόντων ἐκ Θάσου εἰς Στρύμην, ἔτι δὲ χειμῶνος ὄντος καὶ τοῦ χωρίου ἀλιμένου, καὶ ἐκβῆναι οὐκ ὂν οὐδὲ δειπνοποιήσασθαι πολεμίας τῆς χώρας οὔσης καὶ περικαθημένων κύκλῳ τὸ τεῖχος καὶ ξένων μισθοφόρων καὶ βαρβάρων προσοίκων, ἀναγκαῖον ἦν ἐπʼ ἀγκύρας ἀποσαλεύειν τὴν νύκτα μετεώρους, ἀσίτους καὶ ἀγρύπνους, φυλαττομένους μὴ τῆς νυκτὸς ἡμῖν ἐπιθῶνται αἱ Μαρωνιτῶν τριήρεις.
マロネイア人たちがその土地を巡って私たちの船に対して陣を敷き、海戦を行おうとしており、兵士たちはタソスからストリュメへと長い航海をして船を曳航してきたために疲弊しきっており、その上まだ冬であってその場所には港もなく、土地が敵地であって城壁の周囲を傭兵や近隣の野蛮人たちが取り囲んでいたために、上陸することも夕食をとることも不可能であったので、夜の間、マロネイア人の三段櫂船が夜間に私たちを襲撃してこないように警戒しつつ、食事もとらず眠ることもできずに、沖合で錨を下ろして揺られながら過ごさざるを得ませんでした。
§23ἔτι δὲ συνέβη τῆς νυκτὸς ὥρᾳ ἔτους ὕδωρ καὶ βροντὰς καὶ ἄνεμον μέγαν γενέσθαι (ὑπʼ αὐτὰς γὰρ Πλειάδων δύσεις οἱ χρόνοι οὗτοι ἦσαν), ἐξ ὧν τίνα οὐκ οἴεσθε, ὦ ἄνδρες δικασταί, τοῖς στρατιώταις ἀθυμίαν ἐμπεσεῖν;
さらに悪いことには、夜の間に、まさにプレアデス星団が沈む季節であったために、豪雨と雷と大風が生じました。 これらによって、裁判員諸官、兵士たちにどれほどの落胆が生じたとあなたがたはお思いでしょうか。
πόσην δέ μοι μετὰ ταῦτα ἀπόλειψιν γενέσθαι πάλιν, τῶν ἀρχαίων ναυτῶν ταλαιπωρουμένων μὲν πολλά, ὠφελουμένων δὲ βραχέα, ὅσα ἐγὼ δυναίμην ἑκάστῳ δανειζόμενος ἐπαρκέσαι πρὸς ᾧ πρότερον εἶχον παρʼ ἐμοῦ, ἐπεὶ ὅ γε στρατηγὸς οὐδὲ τὸ ἐφʼ ἡμέραν αὐτοῖς τροφὴν διαρκῆ ἐδίδου.
そしてその後、私にまたどれほど多くの脱走が生じたことでしょうか。 古い水兵たちは多大な苦難に遭っている一方で、私が各人に金を借りて与えることができた僅かな援助(彼らが以前に私から得ていたものに加えてですが)しか得られなかったからです。 将軍は彼らに一日の十分な食糧すら与えなかったのですから。
καὶ ἤδη τρεῖς μῆνες ἐπετετριηράρχηντό μοι, καὶ οὐδέπω οὗτος ἧκεν ἐπὶ τὴν ναῦν, ἀλλʼ ἐμισθούμην ναύτας ἀντὶ τῶν ἀπολιπόντων, δανειζόμενος ἀργύριον.
そしてすでに私の超過三段櫂船装備職は3ヶ月に及んでいましたが、この男は未だに船に到着せず、私は金を借りて、脱走した者たちの代わりに水兵を雇い入れていたのです。
§24μόνῳ τοίνυν τούτῳ τῶν ἄλλων διαδόχων οὐκ ἔστι πρόφασις ὑπολειπομένη, διʼ ὅ τι οὐ πάλαι ἧκεν ἐπὶ τὴν ναῦν.
したがって、他のすべての後任者のうち、この男だけに、なぜもっと早く船に来なかったのかという口実が残されていません。
ὁ γὰρ Εὐκτήμων ὁ πεντηκόνταρχος, ὡς ἐκ τοῦ Ἑλλησπόντου ἀπεστάλη οἴκαδε ἀσθενήσας, ἐπειδὴ κατέπλευσε καὶ ἤκουσε τοῦτον ἐμοὶ διάδοχον καθεστηκότα, εἰδὼς τόν τε χρόνον ἐξήκοντά μοι τῆς τριηραρχίας καὶ ἤδη ἐπιτριηραρχοῦντά με, παραλαβὼν Δεινίαν τὸν κηδεστὴν τὸν ἐμὸν προσέρχεται αὐτῷ ἐν τῷ δείγματι, καὶ ἐκέλευεν αὐτὸν ὡς τάχιστα ἐπὶ τὴν ναῦν ἀποπλεῖν, ὡς τῶν ἀναλωμάτων πολλῶν ὄντων ἃ καθʼ ἡμέραν ἑκάστην πρὸς τῷ παρὰ τοῦ στρατηγοῦ σιτηρεσίῳ εἰς τὴν ναῦν διδομένῳ ἀνηλίσκετο,
というのも、50人隊長のエウクテモンは、病気になってヘレスポントスから自宅へ送り返された後、帰港してこの男が私の後任に指定されているのを聞き、私の三段櫂船装備職の任期が満了し、すでに超過三段櫂船装備職を務めていることを知っていたので、私の義父のデイニアスを伴って、デイグマにいるこの男のもとに行き、できるだけ早く船に向けて出帆するよう要求しました。 将軍から船に支給される食糧手当に加えて、毎日船のために多大な費用が支出されていたからです。
§25καθʼ ἕκαστον αὐτῷ διεξιὼν τούς τε μισθοὺς τοὺς τῇ ὑπηρεσίᾳ καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα διδομένους, τοῖς τε ναύταις οὓς αὐτὸς ἐκ τῆς Λαμψάκου ἐμισθώσατο, καὶ τοῖς ὕστερον ἐπεμβᾶσιν ἀντὶ τῶν ἀπολιπόντων, ἔτι δὲ ὃ τῶν ἀρχαίων ναυτῶν ἑκάστῳ προσέθηκα δεηθέντι, ἐπειδή μοι ὁ χρόνος ἐξῆκε τῆς τριηραρχίας, καὶ τἄλλα ὅσα ἦν τὰ καθʼ ἡμέραν ἑκάστην ἀναλισκόμενα εἰς τὴν ναῦν, οὐκ ἀπείρως ἔχων·
エウクテモンはそれについて無知ではなかったので、将校や甲板兵に毎月支払われる給与、彼自身がランプサコスから雇い入れた水兵たちの給与、脱走者の代わりに後から乗り込ませた者たちの給与、さらには任期満了後に懇願されて古い水兵たちに私が上乗せした手当、そしてその他、毎日船のために支出されたすべての費用を、彼に対して一つひとつ詳しく説明しました。
διὰ γὰρ ἐκείνου πεντηκονταρχοῦντος καὶ ἠγοράζετο καὶ ἀνηλίσκετο.
彼が50人隊長を務めていたからこそ、それらは購入され、支出されていたのです。
§26καὶ περὶ τῶν σκευῶν ἔφραζεν αὐτῷ ὅτι ἴδια ἔχοιμι καὶ δημόσιον οὐδέν·
また船具についても、私が私物を所有しており、公物は一切ないことを彼に伝えました。
ὡς οὖν
, ἔφη,
πείσων ἐκεῖνον διανοοῦ, ἢ σκεύη ἔχων σαυτῷ ἀνάπλει.
そして、「だから、彼を説得するつもりで準備をしておくか、あるいは自分で船具を用意して出帆しなさい」と彼は言いました。
οἶμαι δέ σοι
, ἔφη,
αὐτὸν οὐδὲν διοίσεσθαι·
「しかし、彼があなたと争うことはないと思います。
ὀφείλει γὰρ ἀργύριον ἐκεῖ, ὃ διαλῦσαι βουλήσεται ἐκ τῆς τιμῆς τῶν σκευῶν.
彼は現地で借金をしており、船具の代金からそれを清算したいと望んでいるからです」と彼は言いました。
ἀκούσας δὲ οὗτος ταῦτα τοῦ τʼ Εὐκτήμονος καὶ τοῦ Δεινίου τοῦ κηδεστοῦ τοῦ ἐμοῦ, περὶ μὲν ὧν ἔλεγον αὐτῷ οὐδὲν αὐτοῖς ἀποκρίνεται, γελάσαντα δὲ ἔφασαν αὐτὸν εἰπεῖν
ἄρτι μῦς πίττης γεύεται·
この男は、エウクテモンと私の義父デイニアスからこれらを聞いたものの、彼らが言ったことに対しては何も答えず、笑いながら次のように言ったと彼らは言いました。 「ネズミが今まさにピッチの味を知るというわけか。
ἐβούλετο γὰρ Ἀθηναῖος εἶναι
.
彼はアテナイ市民になりたがっていたのだからな」。
§27ἐπειδὴ τοίνυν τοῦ Εὐκτήμονος καὶ τοῦ Δεινίου ἀκούσας οὐδὲν ἐφρόντιζεν, πάλιν αὐτῷ προσέρχονται ὕστερον Πυθόδωρός τε ὁ Ἀχαρνεὺς καὶ Ἀπολλόδωρος ὁ Λευκονοεύς, ἐπιτήδειοι ὄντες ἐμοὶ καὶ φίλοι, καὶ ἐκέλευον αὐτὸν ἐπί τε τὴν ναῦν ἀπιέναι ὡς διάδοχον ὄντα, καὶ περὶ τῶν σκευῶν ἔφραζον αὐτῷ, ὅτι ἴδια ἔχοιμι ἅπαντα καὶ δημόσιον οὐδέν·
さて、エウクテモンとデイニアスから聞いたにもかかわらず、この男が全く気にかけなかったので、後にアカルナイ区のピュトドロスとレウコノオン区のアポロドロス(彼らは私の親しい友人たちですが)が再び彼のところに行き、後任者として船へ出発するよう要求し、また船具についても、私がすべて私物を所有しており、公物は一切ないことを彼に伝えました。
§28εἰ μὲν οὖν ἐκείνοις ἐθέλεις χρῆσθαι, κατάλιπε
ἔφασαν
ἀργύριον αὐτοῦ, καὶ μὴ διακινδύνευε ἐκεῖσε ἄγων
, ἵνα λύσωνταί μοι τὸ χωρίον, ἀποδόντες Ἀρχένεῳ καὶ Θρασυλόχῳ τὰς τριάκοντα μνᾶς.
「もしそれらを使いたいのであれば、ここに金を残していきなさい、そしてあちらに運ぶ危険を冒してはならない。 アルケネオスとトラスロコスに30ミナを返済して、彼のために土地の抵当を解くためである」と彼らは言いました。
περὶ δὲ ἀποτριβῆς τῶν σκευῶν, ἤθελον αὐτῷ γράμματα γράφειν, καὶ ἐγγυηταὶ αὐτοὶ γίγνεσθαι ὑπὲρ ἐμοῦ ἦ μὴν ἔσεσθαι αὐτῷ ὅ τι ἂν καὶ τοῖς ἄλλοις τριηράρχοις πρὸς τοὺς διαδόχους ᾖ.
船具の摩耗については、彼らは書面を作成することを望み、他の三段櫂船装備者たちが後任者との間で取り決めるのと同様の補償が彼に対しても確実になされるよう、私に代わって自ら保証人になると言いました。
ὡς οὖν πάντα ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
私がこれらすべてを真実として語っていることの証言を、彼があなたがたに読み上げます。
ΜΑΡΤΥΡΙΑΙ.
マールテュリアイ(証言)。