Humanitext Reader

狄摩西尼 · 控诉波里克勒斯 §29-36

在萨索斯要求交接战船与结算费用

第 5 段,共 9 段 · 希腊语

内容简介

阿波罗多洛斯多次要求后任波留克列斯结算超期费用并正式交接战船,但波留克列斯借口其奢靡管理败坏军纪而予以拒绝。

§29ἐκ πολλῶν μὲν τοίνυν τεκμηρίων οἶμαι ὑμῖν ἐπιδείξειν Πολυκλέα ὅτι οὔτε αὐτόθεν διενοεῖτο παραλαμβάνειν παρʼ ἐμοῦ τὴν ναῦν, οὔτε, ἐπειδὴ ὑφʼ ὑμῶν καὶ τοῦ ψηφίσματος τοῦ ὑμετέρου ἠναγκάσθη ἐπὶ τὴν ναῦν ἀπιέναι, ἐλθὼν ἠθέλησέ μοι διαδέξασθαι αὐτήν.
因此,我认为我可以通过许多证据向你们证明,波留克列斯既不是一开始就打算从我手里交接船只,也不是在受到你们和你们决议的强制而出发前往船上之后,在抵达时愿意接替我。
οὗτος γὰρ ἐπειδὴ ἀφίκετο εἰς Θάσον ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος, παραλαβὼν ἐγὼ μάρτυρας τῶν τε πολιτῶν ὡς ἐδυνάμην πλείστους καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν προσέρχομαι αὐτῷ ἐν Θάσῳ ἐν τῇ ἀγορᾷ, καὶ ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν παρʼ ἐμοῦ ὡς διάδοχον ὄντα, καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τἀναλώματα.
因为当此人到达萨索斯时,我已经超期服役了第四个月的三列桨战船装备者,我便尽可能多地带上公民作为证人,并带上甲板兵和高级船员,在萨索斯的广场上找到他,催促他作为后任者从我这里交接船只,并将我超期服役期间的开销偿还给我。
§30λογίσασθαι δʼ ἤθελον αὐτῷ καθʼ ἕκαστον, ἕως μοι μάρτυρες παρῆσαν τῶν ἀνηλωμένων οἵ τε ναῦται καὶ οἱ ἐπιβάται καὶ ἡ ὑπηρεσία, ἵνʼ εἴ τι ἀντιλέγοι εὐθὺς ἐξελέγχοιμι.
我希望在支出开销的证人——水手、甲板兵和高级船员都在场的时候,向他逐项结算,以便他如果提出异议,我能立刻予以反驳。
οὕτω γάρ μοι ἀκριβῶς ἐγέγραπτο, ὥστʼ οὐ μόνον αὐτά μοι τἀναλώματα ἐγέγραπτο, ἀλλὰ καὶ ὅποι ἀνηλώθη καὶ ὅ τι ποιούντων, καὶ ἡ τιμὴ τίς ἦν καὶ νόμισμα ποδαπόν, καὶ ὁπόσου ἡ καταλλαγὴ ἦν τῷ ἀργυρίῳ, ἵνʼ εἴη ἀκριβῶς ἐξελέγξαι με τῷ διαδόχῳ, εἴ τι ἡγοῖτο ψεῦδος αὑτῷ λογίζεσθαι.
因为我的记录极其精确,不仅记录了开销本身,还记录了花在了哪里、在做什么时花去的、价格是多少、使用的是什么货币、以及折合银币的汇率是多少,以便在后任者认为他被虚报了账目时,我能准确地驳斥他。
§31ἔτι δὲ καὶ πίστιν αὐτῷ ἐπιθεὶς ἠθέλησα λογίσασθαι τὰ ἀνηλωμένα.
而且,我甚至愿意向他提出誓言来结算这些开销。
προκαλουμένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι.
但我如此向他提出要求时,他回答我说,他对我所说的一切毫不在意。
ἐν δὲ τούτῳ ὑπηρέτης ἥκων παρὰ τοῦ στρατηγοῦ ἐμοὶ παρήγγελλεν ἀνάγεσθαι, οὐ τούτῳ τῷ διαδόχῳ, οὗ ἡ λῃτουργία ἤδη ἐγίγνετο· τούτου δὲ τὸ αἴτιον ἐγὼ ὑμᾶς προϊόντος τοῦ λόγου διδάξω.
在此期间,将军派来的一名官员命令我出航,而不是命令这位已经应该履行其公役义务的后任者;至于其中的原因,我将在接下来的陈述中向你们解释。
τότε μὲν οὖν μοι ἐδόκει ἀνάγεσθαι καὶ πλεῖν οἷ ἐκέλευεν·
在当时,我认为最好的办法就是出航,并驶向将军所命令的地方。
§32ἐπειδὴ δὲ κατέπλευσα πάλιν εἰς Θάσον, ἑλκύσας τὰ πλοῖα εἰς Στρύμην, οἷ προσέταξεν ὁ στρατηγός, κελεύσας τοὺς ναύτας ἐν τῇ νηὶ μένειν καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν, ἐκβὰς αὐτὸς πορεύομαι ἐπὶ τὴν οἰκίαν οὗ κατήγετο Τιμόμαχος ὁ στρατηγός, βουλόμενος κἀκείνου ἐναντίον παραδιδόναι τὴν ναῦν Πολυκλεῖ τουτῳὶ πλήρη.
当当我按照将军的命令将船只拖到斯特黎美后,再次返航回到萨索斯时,我命令水手、甲板兵和高级船员留在船上,自己则登岸前往将军提摩马克斯所寄宿的住所,希望在将军面前,将一艘人员满员的船只完整地移交给这里的波留克列斯。
§33καταλαμβάνω οὖν καὶ τοῦτον ἐκεῖ καὶ τοὺς τριηράρχους καὶ τοὺς διαδόχους καὶ ἄλλους τινὰς τῶν πολιτῶν, καὶ εἰσελθὼν εὐθὺς ἐναντίον τοῦ στρατηγοῦ λόγους πρὸς αὐτὸν ἐποιούμην, καὶ ἠξίουν αὐτὸν τήν τε ναῦν μοι παραλαμβάνειν καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τὰ ἀναλώματα, καὶ περὶ τῶν σκευῶν ἠρώτων αὐτόν, πότερα παραλήψεται ἢ ἴδια σκεύη ἔχων ἥκοι ἐπὶ τὴν ναῦν.
于是,我在那里见到了此人、各位三列桨战船装备者、各位后任者以及其他一些公民。 我一进去,便在将军面前直接对他说话,要求他从我手里交接船只,并将我超期服役期间的开销偿还给我,同时我还询问他关于船具的事,是他准备接管现有的船具,还是自己带了船具来船上。
§34ταῦτα δέ μου προκαλουμένου αὐτόν, ἠρώτα με διʼ ὅ τι σκεύη τε ἴδια μόνος ἔχοιμι τῶν τριηράρχων, καὶ πότερα ἡ πόλις οὐκ εἰδείη τινὰς δυναμένους σκεύη παρασχεῖν ταῖς ναυσίν, ὥστε αὐτὴ μὴ παρέχειν.
在我如此向他提出要求时,他问我,为什么在所有的三列桨战船装备者中,唯独我一个人拥有私人的船具,以及城邦难道不知道有些人有能力为船只提供船具,以至于城邦自己不提供吗?
ἢ σὺ τοσοῦτον ἔφη ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων;
他说:“还是说,你在财富上已经远远超过了其他人,以至于你成了所有三列桨战船装备者中,唯一拥有私人船具甚至金箔装饰的人?
§35τίς ἂν οὖν δύναιτʼ ἔφη τὴν σὴν μανίαν καὶ πολυτέλειαν ὑπομεῖναι, διεφθαρμένον μὲν πλήρωμα καὶ εἰωθὸς ἀργύριον πολὺ προλαμβάνειν καὶ ἀτελείας ἄγειν τῶν νομιζομένων ἐν τῇ νηὶ λῃτουργιῶν καὶ λοῦσθαι ἐν βαλανείῳ, τρυφῶντας δʼ ἐπιβάτας καὶ ὑπηρεσίαν ὑπὸ μισθοῦ πολλοῦ καὶ ἐντελοῦς;
” 他说:“那么,谁能忍受你的疯狂和奢侈呢? 船员们已经被宠坏了,习惯于预支大量钱财,免除船上惯常的公役,并且还在温水浴室里洗澡,而甲板兵和高级船员则因高额且足额的薪水而过着奢侈的生活。
κακῶν δʼ, ἔφη, διδάσκαλος γέγονας ἐν τῷ στρατεύματι, καὶ αἴτιος εἶ μέρος τι καὶ τοῖς ἄλλοις τριηράρχοις πονηροτέρους εἶναι τοὺς στρατιώτας, ζητοῦντας ταὐτὰ τοῖς παρὰ σοί· ἔδει γὰρ σὲ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις τριηράρχοις.
你在军队里成了一个传播坏习惯的教师,其他三列桨战船装备者的士兵们因为要求和你的士兵相同的待遇而变得更加懈怠,对此你负有部分责任;因为你本来应该和其他三列桨战船装备者做一样的事情。
§36λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά.
” 在他这样说的时候,我回答他,我之所以没有从船坞领取船具,是因为你曾将它们判定为不合格。
ἀλλʼ εἰ μὲν βούλει, ταῦτα παράλαβε· εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε.
“但是,如果你愿意,就接受这些船具;如果不愿意,就自己准备船具。
περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπʼ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται.
至于水手、甲板兵和高级船员,如果你说他们被我宠坏了,那你就接管这艘三列桨战船,自己去配备那些不拿一分钱也愿意随你航行的水手、甲板兵和高级船员吧。
τὴν δὲ ναῦν παράλαβε·
总之,把船接管过去吧,因为我已不再有义务承担三列桨战船装备者的职责。
οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν· ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.
我的服务期限已经届满,而且我已经超期服役了四个月。 ”

词汇与语法注释

  1. 29ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος — 独立属格结构。`μου` 为逻辑主语,`ἐπιτριηραρχοῦντος` 为现在分词。`τέταρτον μῆνα` 是表示时间持续的宾格,意为“当我已经在超期服役第四个月时”。
  2. 30ὅ τι ποιούντων — 带有关系代词 `ὅ τι` 的独立属格结构。分词 `ποιούντων`(现在分词、属格、复数、阳性)的逻辑主语(指水手或船员)被省略。整体起到间接疑问从句的作用,意为“(在船员们)正在做什么事的时候(花去的)”。
  3. 36ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά — 表示原因的 `ὅτι` 从句(“因为你……”)被嵌套在引导间接引语的宾语 `ὅτι` 从句中。通过明示第二人称代词 `σύ`,强调了叙述者对波留克列斯的直接指责与控诉。

引用这一段

狄摩西尼, 控诉波里克勒斯 §29-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:29-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。